Venetus A (Marciana 454 = 822), folio 112, recto

previousnext
msA 111vmsA 112v

Iliad text (25 lines)


Iliad 9.21: νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο. καί με κελεύει


Iliad 9.16: ὡς ὃ βαρὺ στενάχων ἔπε’ Ἀργείοισι μετηύδᾱ:

Commented on by msA 9.29


Iliad 9.28: οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν:


Iliad 9.22: δυσκλέᾰ Ἄργος ϊκέσθαι: ἐπεὶ πολὺν ὤλεσα λαόν:


Iliad 9.27: φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:


Iliad 9.15: ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.

Commented on by msA 9.28, msAil 9.48


Iliad 9.19: σχέτλιος: ὃς πρὶν μέν μοι, ὑπέσχετο καὶ κατένευσεν

Commented on by msAint 9.43, msA 9.32


Iliad 9.20: Ἴ¨λιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι:


Iliad 9.14: ἵ̈στατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος,

Commented on by msA 9.26, msA 9.27, msAext 9.694


Iliad 9.32: Ἀτρείδη : σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι

Commented on by msAil 9.51, msAim 9.39


Iliad 9.23: οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι:

Commented on by msAint 9.44, msA 9.33


Iliad 9.26: ἀλλ’ ἄγεθ’. ὡς ἂν ἐγὼ εἴπω. πειθώμεθα πάντες:


Iliad 9.29: Ὡς ἔφαθ’, οἳ δ`’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:

Commented on by msA 9.34, msA 9.35


Iliad 9.33: ἡ θέμις ἐστὶν ἄναξ ἀγορῇ. σὺ δὲ μή τι χολωθῇς:

Commented on by msA 9.36, msAil 9.52


Iliad 9.18: Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ:

Commented on by msAint 9.42, msA 9.31


Iliad 9.30: δὴν δ’ ἄνεῳ, ἦσαν τετιηότες υἷες Ἀχαιῶν :

Commented on by msAil 9.49, msAil 9.50


Iliad 9.13: ΐζον δ’ εἰν ἀγορῇ τετιηότες: ἀν δ’ Ἀγαμέμνων .

Commented on by msAext 9.681, msAil 9.47


Iliad 9.25: ἠδ`’ ἔτι καὶ λύσει. τοῦ γὰρ κράτος ἐστὶ μέγιστον:


Iliad 9.34: ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι

Commented on by msA 9.37, msAim 9.40, msAim 9.53


Iliad 9.12: μὴ δὲ βοᾶν: αὐτὸς δὲ μετα πρώτοισι πονεῖτο:

Commented on by msAint 9.41


Iliad 9.24: ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα


Iliad 9.31: ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης .


Iliad 9.11: κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον.

Commented on by msAil 9.46, msAim 9.38


Iliad 9.17: ὦ φίλοι: Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες:

Commented on by msA 9.30


Iliad 9.10: φοίτα, κηρύκεσσι λιγυφθόγγοισι κελεύων

Commented on by msAil 9.45


Other texts (30 passages)


Scholia group: msA

msA 9.26: ‡ ἵστατο δακρυχέων: ὅτι Ζηνόδοτ γραφει μετ Ἀργείοισιν ἔειπεν ὦ φίλοι Ἀργείων περιῄρηκεν δὲ πάντα τὰ κατα τὴν παράθεσιν ἀναγκαία δὲ ἐστιν εἰς αὔξησιν ⁑

Comments on 9.14


msA 9.27: μελάνυδρος πολύυδρος. φύσει γὰρ μέλαν τὸ ὕδωρ, αλλα λαμπρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς ἢ τῷ βάθει. τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος ⁑

Comments on 9.14


msA 9.28: αἱγίλιπος. ἦς ἂν καὶ αἲξ ἀπολείπεται ἂν διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον. ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται: ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν :

Comments on 9.15


msA 9.29: ὣς ὃ βαρὺ στενάχων ὅτι τινὲς γράφουσιν ὣς ὅγε δακρυχέων. δια τὸ ἀκαταλλήλως προς τὰ δάκρυα τὸ στενάχων ἀποδεδόσθαι, ἔστιν δὲ εν τῷ στενάχειν καὶ δακρύειν ἀπο προηγουμένου νοούμενον ⁑

Comments on 9.16


msA 9.30: ὦ φίλοι Ἀργείων : ἡ διπλῆ ὅτι ἐνθάδε γραπτέον πρὸς γὰρ τοὺς ἀρίστους, οὐ προς τὸ πλῆθος ὁ λόγος. ὅτ ἂν δὲ ἀπόπειραν τῷ πλήθει προσάγη προςφυέστερον γράφετ ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος διασταλτέον δὲ ἐπι τῷ φίλοι δια τὴν ἀντέμφασιν, ἑαυτῷ μὲν γὰρ προσφιλεῖς Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει ⁑

Comments on 9.17


msA 9.31: Ζεύς με μέγα: ὅτι μέγα δεῖ γράφειν ἀντι τοῦ μεγάλως ὡς σάφα ἀδόκιμος δὲ πάνυ ἡ μετα τοῦ ς μέγας ⁑

Comments on 9.18


msA 9.32: σχέτλιος: ὅτι νῦν οὕτως γραπτέον ὃς τότε μέν μοι ἀναφέρει γὰρ ἐπι τὸ πρώην κατα τὸν ὄνειρον. ἐν εκείνοις μέν τοι ὃς πρίν μέν μοι χρόνια γὰρ ἐσημαινεν τὰ κατ τὴν πρώτην εξ οδ τῶν Ἑλλήνων ⁑

Comments on 9.19


msA 9.33: οὕτω που Διῒ μέλλει: ἀθετοῦνται στίχοι τρεῖς ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ Ἀποπείρα . νῦν δὲ οὐκ αποπειρᾶται. ἀλλα περὶ ἀποστάσεως ἀληθῶς λέγει ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν ⁑

Comments on 9.23


msA 9.34: ὡς ἔφαθ’: ὅτι Ζηνόδοτος ῆρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, ἀλλ ἕνεκα τοῦ κατ άλλους τόπους φέρεσθαι: τοιοῦτος δέ ἐστιν ἐπι τῶν διφορουμένων: τὴν δὲ συνέπειαν οὕτως ποιεῖ δυσκλέᾰ Ἄργος ϊκέσθαι ἥ τοι ὅ γ’ ὡς εἰπὼν κατ αρ έζετο θυμὸν ἀχεύων: τοῖσι δ’ ἀνισταμενος μετέφη κρατερός Διομηδ ⁑

Comments on 9.29


msA 9.35: ἀκή: ἄγη τίς ἐστιν, οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι: πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει ὡς καὶ τὸ βῆ δ’ ἀκέων ἀντὶ τοῦ ἐκπλαγείς : ἢ ἀχή τίς ἐστὶ παρὰ τὴν ἀχανίαν ⁑

Comments on 9.29


msA 9.36: ἡ θέμις: ὡς νόμος ἐστιν ἐν ἐκκλησία τὸν βουλόμενον ἀκωλύτως λέγειν ὥσπερ ἐν δημοκρατεία : ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον ὡς νόμος ἐστὶν ἐκκλησίας μετα παρρησίας λέγειν: Σέλευκον μέντοι φασὶν ἐπι τὸ ἄναξ διαστέλλειν ⁑

Comments on 9.33


msA 9.37: ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας: περι τῆς δυνάμεώς μου ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενεστάτου. ἤτοι δὲ ἐν ἤθει λεγείν : τὴν μέντοι ἀναφορὰν ἔχειν ταῦτα ἐπι τὰ ῥηθέντα ὑπο Ἀγαμεμνονος ἐν τῇ δ ῥαψῳδία: ὥμοι Τυδέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο τί πτώσσεις ⁑

Comments on 9.34


Scholia group: msAim

msAim 9.38: τῶν ἀριστῶν δηλονοτ :

Comments on 9.11


msAim 9.39: Ἀρισταρχ δια τοῦ η μαχησομ

Comments on 9.32


msAim 9.40: ὅτι τῶν κατα τήν ἐπιπώλησιν πλητικῶς εἰρημένων μέμνητ ⁑

Comments on 9.34


msAim 9.53: τὸ ἐν Δαναοῖσιν ἴσως τίς ἀξιώσει τοῖς ἑξῆς συνάπτειν ἀλλ ου κατεπείγει ⁑

Comments on 9.34


Scholia group: msAint

msAint 9.41: οτ τὸ πονεῖν ἀεὶ ἐπι τοῦ ἐνεργεῖν τίθησι νυκτὸς δὲ ούσης καὶ πλησίον ὄντῶν τῶν πολεμίων οὐ πάντας καλεῖ. ἵνα μήτις ταραχὴ γένηται ⁑

Comments on 9.12


msAint 9.42: Αρισταρχ σὺν τῷ ς μέγας ⁑

Comments on 9.18


msAint 9.43: Αρισταρχ ὃς τό τε μέν μοι:

Comments on 9.19


msAint 9.44: παρα Ζηνοδ οὐκ εφέροντο καὶ Αριστοφοσ δὲ ἡθέτει:

Comments on 9.23


Scholia group: msAil

msAil 9.45: πεϊει

Comments on 9.10


msAil 9.46: καλοῦντας κηρύσσοντας:

Comments on 9.11


msAil 9.47: εκπεπληγμένοι λελυπημένοι ⁑

Comments on 9.13


msAil 9.48: μέλαν

Comments on 9.15


msAil 9.49: πόλλῶ χρόνῳ ⁑

Comments on 9.30


msAil 9.50: λυπούμενοι:

Comments on 9.30


msAil 9.51: ασυνετοῦντι:

Comments on 9.32


msAil 9.52: ὡς νομοῦ εστ :

Comments on 9.33


Scholia group: msAext

msAext 9.694: δάκ

Comments on 9.14


msAext 9.681: δάκ

Comments on 9.13


previousnext
msA 111vmsA 112v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1