Venetus A (Marciana 454 = 822), folio 112, verso

previousnext
msA 112rmsA 113r

Iliad text (25 lines)


Iliad 9.47: φευγόντων συν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.

Commented on by msAim 9.66


Iliad 9.46: εἰςόκε περ Τροίην διαπέρσομεν: εἰ δὲ καὶ αὐτοὶ.


Iliad 9.49: Ἰ̈λίου εὕρωμεν: σὺν γὰρ θεῷ εἰλήλουθμεν.


Iliad 9.51: μῦθον ἀγασσάμενοι Διομήδεος ἱ̈πποδάμοιο:


Iliad 9.45: ἀλλ’ ἄλλοι, μενέουσι κάρη κομόωντες Ἀχαιοὶ


Iliad 9.50: Ὡς ἔφαθ’. οἱ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν


Iliad 9.44: ἑστᾶσ’. αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί:

Commented on by msA 9.56, msAil 9.73


Iliad 9.59: Ἀργείων βασιλῆας. ἐπεὶ κατὰ μοῖραν ἔειπες:


Iliad 9.57: ῆ μὴν καὶ νέος ἐσσὶ. ἐμὸς δέ κε, καὶ πάϊς εἴης,

Commented on by msA 9.680, msAim 9.68


Iliad 9.58: ὁπλότατος γενεῇφιν : ἀτὰρ πεπνυμένα βάζεις

Commented on by msA 9.62, msAil 9.75, msAil 9.76, msAil 9.77, msAil 9.78, msAim 9.683


Iliad 9.48: νῶϊ δ’ ἐγὼ Σθένελός τε μαχησόμεθ’. εἰςόκε τέκμωρ

Commented on by msAil 9.74


Iliad 9.53: Τυδείδη . περὶ μὲν πολέμῳ ἒν, καρτερός ἐσσι.

Commented on by msAint 9.69, msA 9.58


Iliad 9.55: οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοὶ .

Commented on by msA 9.59


Iliad 9.56: οὐδὲ πάλιν ἐρέει: ἀτὰρ οὐ τέλος ί̈κεο μύθων:

Commented on by msAint 9.70, msA 9.60, msA 9.61


Iliad 9.52: τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν ἱ̈ππότα Νέστωρ :

Commented on by msAim 9.67


Iliad 9.43: ἔρχεο: πάρ τοι, ὁδός: νῆες δέ τοι: ἄγχι θαλάσσης

Commented on by msA 9.55, msAim 9.65


Iliad 9.54: καὶ βουλῇ μετα πάντας ὁμήλικας ἔπλευ, ἄριστος:


Iliad 9.42: εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι:


Iliad 9.35: φὰς, ἐμεν, ἀπτόλεμον καὶ ἀνάλκιδα, ταῦτα δὲ πάντα

Commented on by msAil 9.71, msAil 9.72, msAil 9.684


Iliad 9.40: δαιμόνι’: οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν


Iliad 9.41: ἀπτολέμους τ’ έμεναι καὶ ἀνάλκιδας ὡς αγορεύεις:


Iliad 9.37: σοὶ δὲ διάνδιχα δῶκε Κρόνου παῖς ἀγκυλομήτεω:

Commented on by msA 9.682


Iliad 9.38: σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων:


Iliad 9.39: ἀλκὴν δ’ οὔ τοι δῶκεν. ὅ τε, κράτος ἐστὶ μέγιστον:

Commented on by msAim 9.64


Iliad 9.36: ἴ̈σασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες:

Commented on by msA 9.54, msAim 9.63


Other texts (29 passages)


Scholia group: msA

msA 9.54: ‡ἴσας Ἀργείων : ὅτι Ζηνοδοτ γράφει ἠγήτορες ἢ δὲ μέδοντες: βελτιον δὲ καθολικώτερον γεγράφθαι κατλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα τ’ ἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθ ἡλικίαν ἐπεὶ μικρῶ πρότερον ὁ Νέστωρ αὐτὸν ἐσεσώκει ἐν τῷ πολέμῳ:

Comments on 9.36


msA 9.55: ‡ἔρχεο πάρ τοι ὁδός:: ὅτι ἀπο κοινοῦ τοῦ πάρ τοι ὁδὸς . τὸ πάρ εισι σοί, ὅπερ οὐ συνέντες τινὲς προστεθήκασι τὸν ἑξῆς ⁑

Comments on 9.43


msA 9.56: ἑστᾶσ’, ἀθετεῖται, ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ ἐμφαντικώτερος ὁ λόγος γίνεται. ἐφορμῶσιν αἱ νῆες πορευσόμεναι. οἱ δὲ γράφουσιν νῆες μέν τοι ἀμφιέλισσαι , ὥστε παντελῶς ἀποκρίνεσθαι τὸν στίχον ⁑

Comments on 9.44


msA 9.57: εἰ δὲ καὶ αὐτοί φευγόντων: ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζήτηται: καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν ὑποστίζοντες ἐπι τῷ αὐτῷ: οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ ἐπέσσυται ὥστε νέεσθαι : εἶτα φευγόντων σὺν νηυσί ἀντὶ τοῦ φευγέτωσαν : ἄμεινον δὲ ὑφ’ ἓν μὲν ἀναγινώσκειν: εἰ δὲ καὶ αὐτοί φευγόντων στίζειν δὲ ἐπὶ τὸ γαῖαν ἵνα λέγηται μὲν ἀποφατικῶς τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ: ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πριδασ : εἴρηται γὰρ ὡς ὁ εἴ συνδ ἔχει τινὰ δύναμιν παρακελευστικὴν ὡς ἐκεῖ, ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κειμένου. ὡς κακεῖ ἐξελθών τις ειδοι ἀντι τοῦ εἰδέτω : ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία : τάχα δὲ καὶ τὸ παρα τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρη εἴα ἀπο τούτου γέγονε περιττεύοντος τοῦ α ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιῥρήματι: εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε : οὐδὲν γὰρ πλέον τοῦ αγε δὴ καὶ ἐνθάδε ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν ⁑

Comments on 9.46-9.47


msA 9.58: Τυδείδη περὶ μεν πολέμῳ ἒν καρτερός ἐσσι: εἰς ἄμφω τὸν βασιλέα ἐλοιδόρησε τούτοις αὐτὸν προύχειν εἰπών ἀλλ οὐ καθ ὑπεροχή. οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὐδὲ συνετώτατον ⁑

Comments on 9.53


msA 9.59: οὔ τίς τοι τὸν μῦθ ὀνόσσεται: οὐδείς σου τὸν λόγον ἐκφαυλίσει καὶ μέμψεται: πῶς δὲ ὁ Νέστωρ τὸ τέλειον ἀποδοὺς τῷ Διομήδους λόγῳ λέγειν αὐτὸς ἐπιχειρεῖ, ῥητὲ δὲ ὅτι τῆς ὕβρεως τὴν μνημην καὶ Διομήδης πεποίηται καὶ Νέστωρ αὐτῷ τελείως γεγενῆσθαι μαρτυρεῖ. ὅπερ δε δεῖ πράσσειν ἐν τῷ καιρῷ Διομήδης παρέλιπεν κἀκεῖνος εἰσηγεῖται ⁑

Comments on 9.55


msA 9.60: οὐδὲ πάλιν ἐρέει: ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι λέγειν ἐμὸς ἂν παῖς εἴης , κατ τὴν ἡλικίαν πρὸς ἐπιτίμησιν τοῦ πολέμου: τὸ δὲ πάλιν οὐκ ἐστιν ἐκ δευτέρου ὡς ἡμεῖς, ἀλλ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ ἐναντίως ⁑

Comments on 9.56


msA 9.61: ἀτὰρ οὐ τέλος ἱ̈κεο μύθ’ οὐ μὴν τελος ἐπέθηκεν τω λόγω σου. τὰ μὲν γὰρ προς τὸν βασιων δεόντως φησιν εἰρῆσθαι: ἐλλείπειν δὲ τα τῆς συμβουλῆς καὶ παρα φυλακῆς ἅτινα αὐτὸς ἀναπληροῖ ⁑

Comments on 9.56


msA 9.62: ἀτὰρ πεπνυμένα βάζεις: τὸ Ἀργείων βασιλῆας δύναται καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς: καὶ τὸ αὐτὸ μὲν σχημ ἐν ἀμφοτέροις: τοὺς Ἀργείων βασιλεῖς εἶπεν. ἢ περὶ βασιλέων. ἢ εἰς βασιλεῖς.εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο γίνεται βασιλεῖς βάζεις. εἴτε τοῖς ἑξῆς, γίνεται βασιλεῖς ἔειπες ⁑

Comments on 9.58


msA 9.680: ῆ μῆν καὶ νέος ἐσσὶ, ἡ συνήθεια στίζει μετὰ τὸ ἐσσί , τὸ δὲ εξῆς συνάπτει, ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν ἡ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος γενεῆφιν δῆλον ὅτι τὰ δια μέσου λεγόμενα. ἐμὸς δέ κε καὶ πάϊς εἴης τῆς ἐοικυίας διορθώσεως τεύξεται ⁑

Comments on 9.57


Scholia group: msAim

msAim 9.63: ουτ Ἀρισταρχ ἠμὲν νέοι ὴ δὲ γέροντες . γράφεσθαι δὲ φησι καὶ ἡγήτορες ὴ δὲ μέδοντες :

Comments on 9.36


msAim 9.64: τὸ ὅτε ἀντὶ τοῦ ὅπερ

Comments on 9.39


msAim 9.65: εὐμαρὴς ἔστι σοι ὁδός

Comments on 9.43


msAim 9.67: τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ⁑

Comments on 9.52


msAim 9.66: οτ Ἀττικῶς αντ τοῦ φευγέτωσαν :

Comments on 9.47


msAim 9.683: γράφεται οπλοτερος

Comments on 9.58


msAim 9.68: δια τοῦ ε αἱ Ἀρισταρχ ἡμεν καὶ νέος ⁑

Comments on 9.57


Scholia group: msAint

msAint 9.69: ὅτι τὸ περὶ ἀντὶ τοῦ περισσος :

Comments on 9.53


msAint 9.70: οὐ δε πάλιν ἐρέει οὐ δε αντερεί τοδε τέλος οὐκ επέθηκας τοῖς λόγοις:

Comments on 9.56


Scholia group: msAil

msAil 9.71: εἰπῶν

Comments on 9.35


msAil 9.72: εἶναι:

Comments on 9.35


msAil 9.73: ι

Comments on 9.44


msAil 9.74: τέλοσ

Comments on 9.48


msAil 9.684: ι

Comments on 9.35


msAil 9.75: νεώτερος

Comments on 9.58


msAil 9.76: λειπὴ εκ

Comments on 9.58


msAil 9.77: φρονιμα

Comments on 9.58


msAil 9.78: λέγεις

Comments on 9.58


msAil 9.79: ἴ̈σασι

Comments on 9.63


previousnext
msA 112rmsA 113r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1