Venetus A (Marciana 454 = 822), folio 113, verso

previousnext
msA 113rmsA 114r

Iliad text (25 lines)


Iliad 9.99: σκῆπτρόν τ’. ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.

Commented on by msA 9.109


Iliad 9.98: λαῶν ἐσσι ἄναξ: καί τοι Ζεὺς ἐγγυάλιξε


Iliad 9.100: τώ σε χρὴ περι μὲν φᾶσθαι ἔπος, ἠδ’ ἐπακοῦσαι:


Iliad 9.103: αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα:


Iliad 9.104: οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει:

Commented on by msAim 9.117


Iliad 9.92: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο.

Commented on by msAint 9.121


Iliad 9.101: κρηῆναι δὲ καὶ ἄλλῳ ὅτ ἄ̆ν τινα θυμὸς ἀνώγῃ

Commented on by msAim 9.116


Iliad 9.102: εἰπεῖν εἰς ἀγαθόν: σέο δ’ ἕξεται ὅττί κεν ἄρχῃ:

Commented on by msA 9.110


Iliad 9.106: ἐξ έτι, τοῦ. ὅτε διογενεῦς Βρισηΐδα κούρην

Commented on by msA 9.111, msAil 9.124


Iliad 9.89: Ἀτρείδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν

Commented on by msAint 9.120, msAim 9.115


Iliad 9.95: ὅ, σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:


Iliad 9.97: ἐν σοὶ μὲν λήξω: σέο δ’ ἄρξομαι. οὕνεκα πολλῶν

Commented on by msA 9.108


Iliad 9.105: οἷον ἐγὼ, νοέω ἠμὲν πάλαι ἠδ’ έτι καὶ νῦν:


Iliad 9.107: χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας


Iliad 9.96: Ἀτρείδη : κύδιστε: ἄναξ ἀνδρῶν Ἀγάμεμνον :


Iliad 9.108: οὔ τι καθ’ ἡμέτερόν γε νόον: μάλα γάρ τοι. ἔγωγε

Commented on by msAim 9.118


Iliad 9.85: ἓπτ’ ἔσαν ἡγεμόνες φυλάκων: ἑκατὸν δὲ ἑκάστῳ


Iliad 9.109: πολλ`’ ἀπεμυθεόμην. σὺ δὲ σῷ μεγαλήτορι θυμῷ

Commented on by msA 9.112, msAil 9.125, msAim 9.119


Iliad 9.90: ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.


Iliad 9.93: τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν

Commented on by msAil 9.123


Iliad 9.94: Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:


Iliad 9.87: καδ δὲ μέσον τάφρου καὶ τείχεος ί̈ζον ϊόντες.


Iliad 9.91: οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴ̈αλλον:

Commented on by msAil 9.122


Iliad 9.86: κοῦροι ἅμ’ ἔστειχον: δολὶχ’ ἔγχεα. χερσὶν ἔχοντες:

Commented on by msAim 9.113


Iliad 9.88: ἔνθα δὲ πῦρ κείαντο τίθεντο δὲ δόρπον ἕκαστος:

Commented on by msA 9.106, msAim 9.114


Other texts (20 passages)


Scholia group: msA

msA 9.107: ἄριστον μὲν τὸ πρωϊνὸν ἔμβρωμα δόρπος δὲ τὸ νῦν ἄριστον ἢ δεῖπνον μεθ ὃ τὰ δόρατα ἔπαυον ⁑

Comments on 9.


msA 9.109: σκῆπτρον τ’ ἠδὲ θέμιστας ἵνα σφίσι βουλεύῃσθα: ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασιλέως δὲ καὶ τῶν θεμίστων κρατοῦντος. οὐδέπω γὰρ ἐχρῶντο γραπτοῖς νόμοις ⁑

Comments on 9.99


msA 9.108: ἐν σοὶ μὲν λήξω: σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήση: ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις πρότερον καταπτοήσας ⁑

Comments on 9.97


msA 9.110: σέο δ’ έξεται: ήτοι ἐν τῇ σῇ ἐξουσίᾳ, ἔσται τὸ ἔργον τοῦτο δοκιμασαι. ἥ το τοῦ λόγου κατόρθωμα σόν ἐστιν εἰς σε γαρ ἀνενεχθήσεται: τὸ ἕξεται δασυντέον ἀπο γὰρ τοῦ ἕξω μέλλοντος δασυνομένου μέσος ἐστίν ⁑

Comments on 9.102


msA 9.106: τίθεντο δὲ δόρπον: ἕκαστος. δια τοῦ α δόρπα αἱ Ἀριστάρχου ἄκαιρος δὲ Ζηνόδοτος γράφων τίθεντο δὲ δαῖτα θάλειαν ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ τὴν ψυχὴν βεβλημένους ⁑

Comments on 9.88


msA 9.111: διογενεὺς: προπερισπωμένως ἀναγνῶμεν, συναίρεσιν γὰρ ἔπαθεν τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογενεῦς γενικῆς γάρ ἐστι πτώσεως ⁑

Comments on 9.106


msA 9.112: ἀπεμυθεόμην: ἀπηγόρευον ἐκώλυον: γράφεται δὲ καὶ ἀπεμυθευόμην ἵν ᾖ ἀπελογιζόμην ⁑

Comments on 9.109


Scholia group: msAim

msAim 9.113: Ϊακῶς τὸ στεῖχον αἱ Ἀριστάρχ ἅμα στεῖχον :

Comments on 9.86


msAim 9.114: Ἀρίσταρχ μετὰ τοῦ α δόρπα :

Comments on 9.88


msAim 9.115: Ἀρίσταρχ γέροντας ἀριστέας :

Comments on 9.89


msAim 9.116: καὶ αλλου δε τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην:

Comments on 9.101


msAim 9.117: καὶ ἄλλον

Comments on 9.104


msAim 9.118: αντι τοῦ ου κατα τὴν εμὴν γνώμην:

Comments on 9.108


msAim 9.119: οὕτως Ἀρίσταρχ ἀπεμυθεόμην ⁑

Comments on 9.109


Scholia group: msAint

msAint 9.120: Ἀρίσταρχ ἀριστέας ἠγεν Ἀχαιῶν ⁑

Comments on 9.89


msAint 9.121: τὴν ἐπιθυμίαν ἐπλήρουν ⁑

Comments on 9.92


Scholia group: msAil

msAil 9.122: οἱ δὲ ἐπι τὰ έτοιμα βρώματα ἐξ έτεινον τὰς χείρας και ἤσθιον

Comments on 9.91


msAil 9.123: κατασκευάζειν:

Comments on 9.93


msAil 9.124: απ εκένοῦ τοῦ χρ εως τοῦ νῦν

Comments on 9.106


msAil 9.125: ἀπηγόρευον:

Comments on 9.109


previousnext
msA 113rmsA 114r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1