Venetus A (Marciana 454 = 822), folio 114, recto
previous | next |
---|---|
msA 113v | msA 114v |
Iliad text (25 lines)
Iliad 9.121: ὑμῖν δ’ ἐν πάντεσσι περικλυτὰ δῶρ’ ὀνομήνω:
Iliad 9.118: ὡς νῦν τοῦτον ἔτισεν. ὄλεσσε δὲ λαὸν Ἀχαιῶν :
Commented on by msAim 9.141
Iliad 9.119: ἀλλ’ ἐπεὶ, ἀ̄ᾰσάμην. φρεσὶ λευγαλέῃσι πιθήσᾱς.
Commented on by msA 9.129, msAil 9.147
Iliad 9.120: ἂψ, ἐθέλω ἀρέσαι. δόμεναί τ’ ἀπερείσι’ ἄποινα:
Iliad 9.129: Λεσβίδας . ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς.
Commented on by msAint 9.144, msA 9.135
Iliad 9.133: μή ποτε τῆς, εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
Commented on by msA 9.138
Iliad 9.128: δώσω δ’ ἑπτὰ γυναῖκας: ἀμύμονα ἔργ’ εἰδυίᾱς
Commented on by msAint 9.143, msA 9.134, msAim 9.142
Iliad 9.130: ἐξελόμην. αἳ, κάλλει ἐνίκων φῦλα γυναικῶν:
Commented on by msA 9.136
Iliad 9.131: τὰς μέν οἱ, δώσω. μετα δ`’ ἔσσεται, ἣν τότ’ ἀπηύρων
Commented on by msA 9.137
Iliad 9.132: κούρη Βρισῆος . καὶ ἐπι δὲ μέγαν ὅρκον ὀμοῦμαι
Commented on by msAint 9.145
Iliad 9.126: οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο.
Commented on by msAil 9.152
Iliad 9.117: λαῶν ἐστιν ἀνὴρ, ὅν τε Ζεὺς κῆρι φιλήσῃ:
Iliad 9.127: ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵ̈πποι:
Commented on by msAil 9.153
Iliad 9.125: οὔ κεν, ἀλήϊος εἴη ἀνὴρ. ᾧ τόσσα γένοιτο:
Commented on by msA 9.133, msAil 9.151
Iliad 9.124: πηγοὺς. ἀθλοφόρους: οἳ ἀέθλια ποσσὶν ἄροντο:
Commented on by msAil 9.149, msAil 9.150
Iliad 9.122: ἑπτ`’ ἀπύρους τρίποδας. δέκα δὲ χρυσοῖο τάλαντα.
Iliad 9.123: αἴθωνας δὲ λέβητας, ἐείκοσι: δώδεκα δ’ ἵππους
Commented on by msAil 9.148
Iliad 9.113: δώροισίν τ’ ἀγανοῖσιν, ἔπεσσί τε μειλιχίοισι:
Iliad 9.116: ἀ̄ᾰσάμην: οὐδ’ αὐτὸς ἀναίνομαι: ἀντί νῠ πολλῶν
Commented on by msA 9.128
Iliad 9.115: ὦ γέρον: οὔ τι ψεῦδος. ἐμὰς ἄτας κατέλεξας:
Commented on by msA 9.127
Iliad 9.114: Τὸν δ’ αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
Iliad 9.134: ἡ θέμις ἀνθρώπων πέλει. ἀνδρῶν ἠδὲ γυναικῶν:
Commented on by msA 9.139
Iliad 9.112: φραζώμεσθ’, ὥς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν
Commented on by msAext 9.146, msAim 9.140
Iliad 9.111: ἠτίμησας. ἑλὼν γὰρ ἔχεις γέρας: ἀλλ’ ἔτι καὶ νῦν
Iliad 9.110: εἴξας. ἄνδρα φέριστον. ὃν ἀθάνατοί περ ἔτισαν
Commented on by msA 9.126
Other texts (28 passages)
Scholia group: msA
msA 9.126: εἴξας, ὁ λόγος αίρει διαστέλλειν ἐπι τὸ εἴξας ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπι τὸ ἔτισαν ⁑
Comments on 9.110
msA 9.127: ὦ γερον φησίν: οὐδε ψευσάμενος τὰς ἐμὰς αδικιας ἀπηριθμήσω βλάψαι με βουλόμενος ὡς ῳήθης: ἐπι δὲ τὸ τέλος τοῦ στίχου στικτέον: τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς :
Comments on 9.115
msA 9.128: ἀασάμην οὐδ’ αὐτὸς ἀναίνομαι ἀντί νυ πολλῶν, ὅτι τὸ ἀντί ἐπι τοῦ ἴσου ἐστί, τὸ γὰρ λεγόμενον ἴσος ἐστι πολλοῖς ὁ εῖς ἀνήρ, ὅτ ἄν ῆ θεοφιλής ⁑
Comments on 9.116
msA 9.129: ἀλλ επεὶ ἀασάμην. ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ τοῦ Ἀχιλλέως , νῦν δέ με λευγαλέον θάνατον. ἐστι δὲ λευγαλέον τὸ ὀλέθριον παρα τὸν λυγόν ⁑
Comments on 9.119
msA 9.130: ἕπτ’ ἀπύρους τοὺς μὴ εἰς πῦρ χρησίμους ἀλλ’ αναθεματικοὺς καινουργίους τι οὐ κόσμοῦ χάριν τιθεμένους ἐν τῷ οἴκῳ ⁑
Comments on 9.122
msA 9.131: τάλαντα: τὰ νῦν εξακισχιλίων λέγει παρὰ Ἀθηναιοις . διαφόρως δὲ νοεῖται: ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαῖοις καὶ ὁ ποιητής δὲ δῆλον ἡμῖν τοῦτο ποιεῖ ἐν τῷ ἐπι ταφίῳ. Πατρόκλου λέγων ἱππεῦσι μὲν πρῶτα ποδώκεος ἀγλαὰ ἄεθλα θῆκ’ ἠε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ’ εἰδυῖα, καὶ τρίποδ’ ὠτόεντα δύο καὶ εἰκοσί μετρον: τῷ πρώτω ἀτὰρ αὐτῷ δευτέρω ἵππον θῆκαν ἑξετε ἀδμήτην βρέφος ἡμίονον φορέουσαν. αῦτις δὲ τὸ τρίτον ἄπυρον κατέθηκε λέβητα: τῷ δε τετάρτῳ θῆκε χρυσοῖο δύο ταλαντα ⁑
Comments on 9.122
msA 9.132: εἰ γὰρ περι τοῦ ταλάντοῦ τῶν Ελληνῶν ἐστὶ βραχὺ τί τὸ τάλαντον τοῦ χρυσιου ἢν παρα τοῖς ὡς καὶ Διΐφιλος ἐν Αναγυρῳ βραχὺ τί ἐστι τάλαντον φησί: ταλαντον δὲ οὐ τάλαντον, ταυτ δὲ χρυσιου τάλαντα ⁑
Comments on 9.122
msA 9.133: ἀλήϊος: πένης ἄπορος ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν σιτόσπορον ἣν λήϊον καλεῖ ἠ ἀπο τοῦ μη εχειν λείαν: λείας δὲ λέγει τὰς ἀγέλας τῶν θρεμμάτων ⁑
Comments on 9.125
msA 9.134: δώσω δ’ επτὰ γυναῖκας ἀμύμονα: ὅτι χωρὶς τοῦ ς γραπτέον: οὐ γὰρ ἐστι κατα τῶν γυναικῶν, ἀλλα κατα τῶν έργων. ὕστερον δὲ ἐπι τῶν γυναικῶν αἳ κάλλει ἐνίκων ⁑
Comments on 9.128
msA 9.135: Λεσβίδας : παρὰ Λέσβιοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς ήρας τεμένει λεγόμενον καλλίστεια : ἡ δὲ Λέσβος νῆσος ἐστιν εν τῳ Αἰγειω πελάγω πο εχοῦσα πέντε, Ἄντισσαν Ἔρυσον : Μίθυμναν Πυπίαν Μιτυληνην ⁑
Comments on 9.129
msA 9.136: ἐξελόμην: Ἀρίσταρχος ψιλοῖ. καὶ πρόθεσιν παραδέχεται, ὥστε εἶναι έν μερος λόγου:
Comments on 9.130
msA 9.137: τὰς μὲν οἱ δώσω: ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συναριθμεῖσθαι ἐν ταῖς επτὰ καὶ τὴν Βρισηΐδα ἔδοξεν. καὶ ἐν ἄλλοις γράφει. ἐκ δ’ ἄγεν ἑπτὰ γυναῖκας. ἀμύμονα ἔργ’ εἰδυίας ἓξ ἀτὰρ ἑβδομάτην Βρισηΐδα καλλιπάρηον ἐστι δὲ εκτὸς ἡ Βρισηΐς ⁑
Comments on 9.131
msA 9.138: μήποτε τῆς εὐνῆς ἐπιβήμεναι: ὅτι εξοθεν δεῖ λαβεῖν τὸ ἄρθρον: τὸ γὰρ τῆς νῦν, ἀντι τοῦ ταύτης παρείληπται: καὶ ἐστιν ὁ λόγος μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι ⁑
Comments on 9.133
msA 9.139: ἡ θέμις: τὸ η τὸ πρῶτον δασυντέον, ἐστι γὰρ ἰσοδυναμοῦν τὸ ως , δι ὃ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις: ὡς γὰρ λέγομεν ὥς τε γὰρ ἠ παῖδες νεαροὶ . οὕτως ἥ τε ξείνων θεμις ἐστι . τὸ δε ἠδέ ψιλωτέον: σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τὸ και ὁμοίως τῷ ἠδ’ εὔφρονα καρπὸν ἀμεῖσθαι : βραχὺ δὲ διασταλτέον ἐπι τὸ πέλει : σαφέστερος γὰρ γίνεται ὁ νοῦς. ὅπερ ἐστιν ἔθος ἀνοις , ἀνδράσι τε καὶ γυναιξίν ⁑
Comments on 9.134
Scholia group: msAim
msAim 9.140: Αρίσταρχος πεπίθωμεν ἔστιν γὰρ πίθωμεν
Comments on 9.112
msAim 9.141: γράφεται έτισε δάμασσε δὲ λαὸν Ἀχαιῶν ⁑
Comments on 9.118
msAim 9.142: Ἀρισταρχ μετα τοῦ ς αμύμονας ⁑
Comments on 9.128
Scholia group: msAint
msAint 9.143: αριστ μετ του ς ἀμύμονας
Comments on 9.128
msAint 9.144: το αὐτο ὸ βελτιον ἐπι τοῦ Ἀχιλλέως ἄκουσον καὶ τοῖς ἄνω συναπτεον:
Comments on 9.129
msAint 9.145: Αρισταρχος κούρη Βρισηος επι δὲ μέγαν ορκον ὁμοῦμαι :
Comments on 9.132
Scholia group: msAext
msAext 9.146: ἀρεσάμενοι πεπισθοιμεν
Comments on 9.112
Scholia group: msAil
msAil 9.147: δινὰς ολεθρίας
Comments on 9.119
msAil 9.148: τοὺς πρὸς πύρ ἐπιτηδείους
Comments on 9.123
msAil 9.149: ἐυπαγεῖς εὐτραφεῖς
Comments on 9.124
msAil 9.150: γενναίους:
Comments on 9.124
msAil 9.151: πένης ἄπορος
Comments on 9.125
msAil 9.152: μεγαλοτίμου
Comments on 9.126
msAil 9.153: περιεποιήσαντο:
Comments on 9.127
previous | next |
---|---|
msA 113v | msA 114v |