Venetus A (Marciana 454 = 822), folio 114, verso
previous | next |
---|---|
msA 114r | msA 115r |
Iliad text (25 lines)
Iliad 9.135: ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὖτε
Iliad 9.136: ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ ἀλαπάξαι.
Commented on by msAil 9.688
Iliad 9.138: εἰσελθὼν. ὅτε κεν, δατεώμεθα ληΐδ’ Ἀχαιοί :
Commented on by msAil 9.179, msAil 9.180
Iliad 9.139: Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
Iliad 9.140: αἴ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
Iliad 9.137: νῆα, ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
Commented on by msA 9.154, msAil 9.177, msAil 9.178
Iliad 9.158: δμηθήτω: Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστος:
Commented on by msA 9.166, msAil 9.185, msAim 9.172
Iliad 9.156: καί οἱ, ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας:
Commented on by msA 9.165
Iliad 9.157: ταῦτά κέ οἱ τελέσαιμι μεταλλήξαντι χόλοιο:
Iliad 9.159: τούνεκα καί τε βροτοῖσι θεῶν, ἔχθιστος ἁπάντων:
Commented on by msA 9.167
Iliad 9.141: εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
Commented on by msA 9.157, msAil 9.181
Iliad 9.142: γαμβρός κέν μοι ἔοι: τίσω δέ μιν ἶσον Ὀρέστῃ ,
Iliad 9.145: Χρυσόθεμις . καὶ Λαοδίκη : καὶ Ἰ̈φιάνασσα :
Commented on by msA 9.160, msAim 9.169
Iliad 9.144: τρεῖς δέ μοί εἰσὶ θύγατρες ἐνι μεγάρῳ εὐ̈πήκτῳ.
Iliad 9.143: ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνι πολλῇ:
Commented on by msA 9.158, msA 9.159, msAil 9.182, msAim 9.168
Iliad 9.146: τάων ἥν κ’ ἐθέλῃσι. φίλην ἀνάεδνον ἀγέσθω
Commented on by msAint 9.173
Iliad 9.147: πρὸς οἶκον Πηλῆος . ἐγὼ δ’ ἐπὶ μείλια δώσω
Commented on by msA 9.161
Iliad 9.149: ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα:
Iliad 9.148: πολλὰ μάλ’. ὅσσ’ οὔ πω τις, ἑῇ ἐπέδωκε θυγατρί:
Commented on by msA 9.162, msAim 9.170
Iliad 9.153: πᾶσαι δ’ ἐγγὺς ἁλός νέαται Πύλου ἠμαθόεντος:
Commented on by msA 9.164, msAil 9.183, msAim 9.171
Iliad 9.154: ἐν δ’ ἄνδρες ναίουσι, πολύρηνες. πολυβοῦται.
Commented on by msAint 9.175, msAext 9.176
Iliad 9.155: οἵ κέ, ἑ, δωτίνῃσι θεὸν ὡς τιμήσουσι:
Commented on by msAint 9.174, msAil 9.184
Iliad 9.152: καλήν τ’ Αἴπειαν . καὶ Πήδασον ἀμπελόεσσαν.
Iliad 9.150: Καρδαμύλην . Ἐνόπην τε. καὶ Ϊρὴν ποιήεσσαν:
Commented on by msA 9.163
Iliad 9.151: Φηράς τε ζαθέας. ἠδ’ Ἄνθειαν βαθύλειμον.
Other texts (33 passages)
Scholia group: msA
msA 9.154: ‡νῆα ἅλις, χρυσου: ὅτι παρετυμολογεῖ τὴν ναῦν ἀπο τοῦ νῆσαι ὅ ἐστι σορεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ ὀνόματα ἀπο τοῦ ἑτοίμου λαμβάνει Τερπιάδην τὸν Φήμιον ἀπο τοῦ τέρπειν τὸν κιθαρῳδὸν ὁ αὐτὸς ἄρα ποιητής ⁑
Comments on 9.137
msA 9.155: αἵ κε μετ Ἀργείην : ὅτι ἔνιοι ὑποτάσσουσι στίχον τὴν γὰρ ἀπ’ αῦτις ἐγὼ δώσω ξανθῶ Μενελάῳ εὐήθως πάνυ ⁑
Comments on 9.140
msA 9.156: αἵ κε μετ Ἀργείην : οὐχ ὡς αἰχμάλωτον ἀλλ’ ὡς πρεσβεύουσαν ἁπασῶν ἐν κάλλει ⁑
Comments on 9.140
msA 9.157: εἰ δέ κεν Ἄργος : ὅτι τὴν Πελοπόννησον Ἀχαιϊκὸν Ἄργος λέγει καὶ Ἴ̈ασον εἰ πάντες σε ἴδοιεν ἀν Ίασον Ἄργος : Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν ⁑
Comments on 9.141
msA 9.158: ὅς μοι τηλύγετος: ἀγαπητός μονογενής: μόνος γὰρ Ὀρεστης ἄρσην ἐγένετο τῶν Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας ⁑
Comments on 9.143
msA 9.159: θαλίη ἐνι πολλῇ: ἐν πολλῇ εὐωχίᾳ ἐν πολλοῖς ἀγαθοῖς, εἴπηται δὲ παρα τὸ θάλλειν τοὺς εὐωχουμένους:
Comments on 9.143
msA 9.160: Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα : οικεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα τρία γὰρ συνέχει τὴν ἀρχήν. νόμος ὀρθός ἔπειτα κρίσις καὶ ἰσχύς:
Comments on 9.145
msA 9.161: ἐπιμείλια δώσῳ: Ἀρίσταρχος ἓν μερος λόγου παρέλαβεν ὡς ἐπιφέρνια: Ἀπολλόδωρος δὲ διαλύει ἐπί εῖτα μείλια οὕτως δὲ καὶ Ἀλεξίων καὶ ἐστι τὸ ἑξῆς ἐπιδώσω μείλια: Τρύφων δὲ ζητεῖ περι τοῦ τόνου πότερον ὡς ποίμνια ἢ ὡς παιδία ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον πλέον εἶναι: σπάνιον δὲ τὸ παροξυνόμενον εἰ ούτως ὁρισαίμεθα τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα μὴ ὄντα υπκοπιστικὰ εἰ ἔχοι τὴν τρίτην ἀπο τέλους φύσει μακρὰν. διὰ τοῦ ϊ ἐκφερομένην. ἤτοι μόνου ἢ. καὶ συν ετέρῳ φωνήεντι προπαροξύνεται Ἴλιον πόμνον σίγιον λείριον. αἴτιον: οὕτως καὶ μείλιον: σπάνια δὲ τὰ παροξυνόμενα ὥσπερ τὸ ἰνίον : τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον:
Comments on 9.147
msA 9.162: ὅτι καὶ υπ τῶν πρων ἐπεδίδοτο ταῖς ἃ λέγει μείλια δέ εἰσὶν. οἷς μειλίσσονται τοὺς ἄνδρας τὴν πρόκα δὲ λέγει τὴν ἡδέως δια τι θεμένην τὴν ψυχὴν Ἀρίσταρχος δὲ ἐπιφέρνια:
Comments on 9.148
msA 9.163: Ϊρήν : Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ ἱρήν : εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ϊδιότητα, ὥσπερ ἐδηλώσαμεν ἐπι τοῦ Ῥίπην τε Στρατίην τε Ὄρθην . ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπι τῶν εἰς ος καὶ πάλιν ἐπ εκείνων ἐλέγομέν τινα, ὁμοτόνως μένειν οὕτως καὶ ἐπι τούτων. καὶ ἐστιν ὁρίσασθαι τὰ μείναντα ἐπαίνων ὀνόματά ἐστὶν οὐκ ἀναστρέφοντος τοῦ κανόνος οὐ γὰρ τὰ ἐπι επαίνου μένει καὶ τῶν μὲν τρεπόντων ἀρήτη Ἀρήτη τῶν δὲ μεινάντων πινυτή μηρ δὲ πιστη Ἀγυή οὕτως καὶ Ϊρή ⁑
Comments on 9.150
msA 9.164: νέαται: ὡς κέαται: σημαίνει δὲ τὸ νεόνται γενόμενον παρὰ τὸ νῶ οὗ παράγωγον ναίω. ὅσοι δὲ παροξύνουσιν ὡς ἐπι τοῦ ἔσχαται : κατα τὸ νοητὸν παραλαμβάνουσιν: οὐδ’ ἐνθάδε δὲ ὑγειῶς παροξύνουσιν, ὀφείλει γὰρ ὁμοτονεῖν τὸ νέατοι Ἀπολλώ δὲ δια τοῦ κ γράφει κέαται ⁑
Comments on 9.153
msA 9.165: καί οἱ ὑπὸ σκήπτρῳ καὶ ὑπ αυτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται: ὅσα δεῖ βασιλε λαμβάνειν παρὰ τῶν ὑπηκόων εὐκόλως δώσουσι τοῦ τ έστι καὶ ὑποταγέντες αὐτῷ καὶ τὸ δίκαιον λαμπροὺς φόρους τελέσουσιν : ἡ διπλῆ δὲ ὅτι χρόνος ἐννήλακται τελέουσι ἀντι τοῦ τελέσουσιν ⁑
Comments on 9.156
msA 9.166: δμηθήτω: δια τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται : τὸν δὲ Άιδην ἀνελεήμονά φησίν ὅτι ἐκεῖνοι μὲν πε τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημάτων δι ὅ καὶ συγγινώσκουσιν οἱ δὲ περι τῶν ἰδίων καὶ ἀλλοτρίων δι ὅ καὶ ἄκαμπτοι εἰσιν: ὅθεν οὐδεμιᾷ πο Άιδου βωμός ἐστιν Αἰσχύλος φησιν μόνος θεῶν θάνατος οὐ δώρων ἐρᾷ: οὐδ’ άν τι θύων οὐδ’ επισπευδων λάβοις, οὐδ’ ἐστι βωμὸς οὐδ’ επαγωνίζεται ⁑
Comments on 9.158
msA 9.167: τούνεκα καί τε βροτοῖσι φησὶν ὁ Ἀρίσταρχος ὅτι ενιοι ὑποτάσσουσι τούτῳ οὔνεκ’ ἐπί κε λάβῃσι πέλωρ ἔχει οὐδ’ ἀνίησι: οὐκ εῖναι δὲ ἀναγκαῖον ⁑
Comments on 9.159
Scholia group: msAim
msAim 9.168: οτ ἀγαπητὸς μόνος ἐπι ταῖς θηλείαις:
Comments on 9.143
msAim 9.169: οτ οὐκ οἰδεν τὴν παρα τοῖς νεωτεροις σφαγὴν Ἰφιγενείας
Comments on 9.145
msAim 9.170: οτ οὐ λέγει ὅτι πρῶτος επι δέδωκα
Comments on 9.148
msAim 9.171: οτ ἀντι τοῦ νέονται ἕνιοι δε αντ τοῦ ἔσχαται οὐκ εὖ ⁑
Comments on 9.153
msAim 9.172: παρὰ Ζηνόδοτ και Αριστοφα καμφθήτω:
Comments on 9.158
Scholia group: msAint
msAint 9.173: οτ εδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθένοις ⁑
Comments on 9.146
msAint 9.174: Αρισταρχ τιμήσονται ⁑
Comments on 9.155
msAint 9.175: δια τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ Αρισταρχ ⁑
Comments on 9.154
Scholia group: msAext
msAext 9.176: πολύρρηνες
Comments on 9.154
Scholia group: msAil
msAil 9.177: δαψιλῶς ϊκανῶς
Comments on 9.137
msAil 9.178: πληρωσατω σωρευσάσθω
Comments on 9.137
msAil 9.179: μεριζώμεθα
Comments on 9.138
msAil 9.180: τὰ λάφυρα
Comments on 9.138
msAil 9.181: γόνιμον λιπαρον
Comments on 9.141
msAil 9.182: εν πολλῆ ευωχία
Comments on 9.143
msAil 9.183: γράφεται και νάεται
Comments on 9.153
msAil 9.184: δωρεαῖς:
Comments on 9.155
msAil 9.688: ι
Comments on 9.136
msAil 9.185: δαμασθήτω ὑπειξάτω
Comments on 9.158
previous | next |
---|---|
msA 114r | msA 115r |