Venetus A (Marciana 454 = 822), folio 115, recto
previous | next |
---|---|
msA 114v | msA 115v |
Iliad text (25 lines)
Iliad 9.181: πειρᾶν. ὡς πεπίθοιεν ἀμύμονα Πηλείωνα :
Iliad 9.165: ἀλλ’ ἄγετε κλητοὺς ὀτρύνομεν: οἵ κε τάχιστα
Commented on by msAint 9.196
Iliad 9.180: δενδίλλων ἐς ἕκαστον. Ὀδυσσῆϊ δὲ μάλιστα:
Commented on by msAint 9.198, msA 9.192
Iliad 9.183: πολλὰ μάλ’ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
Iliad 9.178: ὡρμῶντ’ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρείδαο .
Iliad 9.179: τοῖσι δὲ πόλλ`’ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
Iliad 9.175: κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
Iliad 9.176: νώμησαν δ’ ἄρα πᾶσιν. ἐπαρξάμενοι δεπάεσσιν:
Iliad 9.174: αὐτίκα. κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
Iliad 9.177: αὐτὰρ ἐπεὶ σπεῖσάν τ’. ἔπιόν θ’, ὅσον ἤθελε θυμός,
Commented on by msAext 9.201, msAil 9.207
Iliad 9.182: Τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
Commented on by msAint 9.199, msA 9.193
Iliad 9.166: ἔλθωσ’ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος :
Commented on by msAil 9.202
Iliad 9.164: δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι:
Commented on by msA 9.187
Iliad 9.172: ὄφρα Διῒ Κρονίδῃ ἀρησόμεθ’. αί κ’ ἐλεήσῃ:
Commented on by msAil 9.204, msAil 9.205
Iliad 9.173: Ὡς φάτο. τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον έειπεν:
Commented on by msAil 9.206
Iliad 9.171: φέρτε δὲ χερσὶν ὕδωρ. εὐφημῆσαί τε κέλεσθε:
Commented on by msAint 9.197
Iliad 9.184: ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο :
Commented on by msAim 9.195
Iliad 9.167: εἰ δ’ ἄγε, τοὺς ἂν ἐγὼ. ἐπιόψομαι: οἳ δὲ πιθέσθων.
Commented on by msA 9.188, msAext 9.200, msAil 9.203, msAim 9.687
Iliad 9.168: Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω.
Commented on by msA 9.189
Iliad 9.169: αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας. καὶ δῖος Ὀδυσσεύς :
Commented on by msA 9.190
Iliad 9.170: κηρύκων δ’. Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ’ ἑπέσθων:
Commented on by msA 9.191, msAim 9.194
Iliad 9.162: Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ :
Iliad 9.163: Ἀτρείδη : κύδιστε: ἄναξ ἀνδρῶν Ἀγάμεμνον
Iliad 9.161: ἠδ’ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι:
Iliad 9.160: καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
Commented on by msA 9.186
Other texts (23 passages)
Scholia group: msA
msA 9.186: ‡ ὅσσον βασιλεύτερος ειμι: ὅτι τὸ ὅσσον οὐκ ἐστι πλήθους ἀλλ’ ἀντὶ τοῦ καθ ὅσον εἰμὶ βασιλϊευκότερος ⁑
Comments on 9.160
msA 9.187: διδοῖς ὡς ορθοῖς: οὑτως καὶ Ἀρίσταρχος καὶ γὰρ τὸ τρίτον εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ :
Comments on 9.164
msA 9.188: οἱ δὲ βαρυτονητέον: δύο γὰρ μέρη λόγου ἀντι τοῦ οὗτοι δὲ. εἰσὶ δε οἳ προπεριέσπασαν οὐκ εὖ χρεία γάρ ἐστι τοῦ δὲ συνδέσμου, ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὡς συνετώτερος: ἔστιν δὲ λέγειν ὅτι κατ οικονομιαν ὑπελείφθην ἵνα ἂν ἀπο τύχωσιν οἱ πε οδ αὐτὸς ὕστερον πείση: ἄτοπον γὰρ ἢν νῦν πρεσβεύειν τὸν Νέστορα : ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεῖσθῆναι: ἀδοξία δὲ ἤν Νέστορα μη δυνηθῆναι πεῖσαι: οἱ δὲ φασὶν ὅτι ἐπει δὴ ἐχθρὸς ἤν Ἀχιλλέως λοιδορήσας ἀντὸν πρὸς Ἀγαμέμνονα . τοὺς δε δ’ ἔα φθινύθει ἕνα καὶ δύο ⁑
Comments on 9.167
msA 9.189: Φοίνιξ μὲν πρώτιστα: ὅτι ὁ Φοίνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα ὥστε μὴ συγχεῖσθαι δια τῶν ἑξῆς τὰ δυϊκά ⁑
Comments on 9.168
msA 9.190: αὐτὰρ ἔπειτ’ Αἴας τὸ μέγας: ἡ διπλῆ ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντι χρονικοῦ παραλαμβάνει ἀντι τοῦ μετα ταυτα ὡς καὶ Ἑρμείας μὲν ἔπειτα : βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα εἶτα τὸν Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντι τοῦ δὴ συνδέσμου λαμβάνει ⁑
Comments on 9.169
msA 9.191: κηρύκων Ὀδίος τὲ καὶ Εὐρυβάτης : ὅτι οὐ τὸν Ἀγαμέμνονος ὑποληπτέον νῦν λέγεσθαι. ἀλλὰ τὸν οδ : ἐπεὶ κὰν ἐξωργίσθη τῆς δι αὐτοῦ γενομένης ἀφαιρέσεως ὑπομνησθείς ⁑
Comments on 9.170
msA 9.192: δενδίλλων: ὅτι παρόντος τοῦ Φοίνικος . ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ. δι ὅ καὶ ἁρμόσει τὸ ἐς ἕκαστον πληθυντικῶς εἰς ἐνηνεγμένον. καὶ οὐκ εἰς ἑκάτερον ὅπερ ἐπι δύο τίθεται καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρημενον οὐ γὰρ παρὴν Φοῖνιξ ἐπεὶ καταισχύνεται διὰ τὸ Ὀδυσσῆϊ δὲ μάλιστα ⁑
Comments on 9.180
msA 9.193: τὼ δὲ βάτην: ὅτι ἐπι Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολήν οὗτοι δὲ μετα ταῦτα ζητοῦμεν δὲ εἰ καὶ Φοῖνιξ ἐστὶ πρεσβευτής. καὶ φασὶν. οἱ δύο πρεσβεύειν Αἴαντας καὶ Ὀδυσσέα Φοίνικος προεληλυθότος οὐκ εἰς το πρεσβεύειν ἀλλ εἰς τὸ πρεσβεύειν Αἴαντας καὶ Ὀδυσσέα Φοίνικος προέληλυθότος οὐκ εις τὸ πρεσβεύειν ἀλλ εἰς τὸ συλλαβέσθαι: καὶ δια τοῦτο ὁ ποιητής δυϊκῶς κέχρηται: καὶ χαίρετον ὦ φίλοι : ἔνιοι δὲ λέγουσιν συμπρεσβευκὲναι καὶ Φοίνικα καὶ οὐδὲν εἶναι τὸν Φοίνικα τὸν παρα τῷ ποιητῇ ἀριθμόν: πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι ὡς καὶ ἐπι τοῦ μὴ νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς εν Ὀλύμπῳ ἆσσον ϊόντες καὶ ὡς ἐπι τοῦ τὼ κούρω κριθέντε δύο καὶ πεντήκοντα ⁑
Comments on 9.182
Scholia group: msAim
msAim 9.194: αντ ἐπέσθωσαν γράφεται δὲ καὶ χωρὶς τοῦ ν
Comments on 9.170
msAim 9.195: περισπαστεον δεύτερος γα αο ετς ⁑
Comments on 9.184
Scholia group: msAint
msAint 9.196: πρέσβεις ἐπιλέκτους ἢ ἐξ ὀνόματα καλέσαντες.
Comments on 9.165
msAint 9.197: οτ συγκέκοπται ἀντι τοῦ φέρετε
Comments on 9.171
msAint 9.198: δια νεύων τοῖς ὀφθαλμοῖς
Comments on 9.180
msAint 9.199: ἐπεὶ παρα θάλασσαν ἐβάδιζον δια τοῦ το τὼ Ποσιδὼνι εὔχονται:
Comments on 9.182
Scholia group: msAext
msAext 9.200: οἴ δε
Comments on 9.167
msAext 9.201: σπεῖσαν τε. πιον θ’
Comments on 9.177
Scholia group: msAil
msAil 9.202: ι
Comments on 9.166
msAil 9.203: ἐπιλέξομαι
Comments on 9.167
msAil 9.204: αντ δία
Comments on 9.172
msAil 9.205: εὐξόμεθα
Comments on 9.172
msAil 9.206: ἀρέσκοντα
Comments on 9.173
msAil 9.207: ἔπιόντε
Comments on 9.177
Scholia group: msAim
msAim 9.687: Ἀρίσταρχ εγὼ ἄλλοι δὲ ἐγών ⁑
Comments on 9.167
previous | next |
---|---|
msA 114v | msA 115v |