Venetus A (Marciana 454 = 822), folio 118, recto
previous | next |
---|---|
msA 117v | msA 118v |
Iliad text (25 lines)
Iliad 9.334: ἄλλα δ’ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσιν:
Iliad 9.319: ἐν δὲ ϊῇ τιμῇ. ἠμὲν κακὸς. ἠδὲ καὶ ἐσθλός:
Commented on by msAint 9.324
Iliad 9.326: ἤματα δ’ αἱματόεντα διέπρησσον πολεμίζων.
Commented on by msAint 9.327
Iliad 9.330: τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
Iliad 9.331: ἐξελόμην. καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
Iliad 9.332: Ἀτρείδῃ : ὁ δ`’ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι.
Commented on by msAint 9.329
Iliad 9.318: ἴ̈ση μοῖρᾳ μένοντι. καὶ εἰ μάλα τις πολεμίζῃ:
Commented on by msAext 9.331
Iliad 9.329: πεζὸς δ’ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον:
Iliad 9.333: δεξάμενος. δια παῦρα δασάσκετο. πολλὰ δ’ ἔχεσκεν:
Iliad 9.317: μάρνασθαι δηίοισι ἐπ’ ἀνδράσι, νωλεμὲς αἰεί:
Commented on by msAint 9.323, msAext 9.330, msAim 9.320
Iliad 9.325: ὡς καὶ ἐγὼ. πολλὰς μὲν ἀΰπνους νύκτας ἴ̈αυον.
Commented on by msA 9.318
Iliad 9.328: δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνων :
Commented on by msAint 9.328
Iliad 9.316: οὔτ’ ἄλλους Δαναούς . ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
Iliad 9.324: μάστακ’ ἐπεί κε λάβῃσι. κακῶς δέ τε οἱ πέλει αὐτῇ:
Commented on by msAint 9.326, msA 9.315, msA 9.316
Iliad 9.315: οὔτ’ ἔμεγ’ Ἀτρείδην Ἀγαμέμνονα πεισέμεν οἴω
Iliad 9.323: ὡς δ’ ὄρνις ἀπτῆσι, νεοσσοῖσι προφέρῃσι
Iliad 9.314: αὐτὰρ ἐγὼν, ἐρέω. ὥς μοι δοκεῖ εἶναι ἄριστα:
Commented on by msAint 9.322
Iliad 9.322: αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν:
Commented on by msAint 9.325
Iliad 9.313: ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν. ἄλλο δὲ εἴπῃ.
Commented on by msA 9.313
Iliad 9.327: ἀνδράσι μαρνάμενος οάρων ἕνεκα σφετεράων:
Commented on by msA 9.317
Iliad 9.311: ὡς μή μοι τρύζητε παρήμενοσ ἄλλοθεν ἄλλος:
Commented on by msAim 9.319
Iliad 9.320: κάτθαν’ ὁμῶς. ὅ τ’ ἀεργὸς ἀνὴρ. ὅ, τε πολλὰ ἐοργώς:
Iliad 9.321: οὐδ’ έτι μοι περίκειται. ἐπεὶ πάθον ἄλγεα θυμῷ.
Commented on by msA 9.314, msAext 9.332, msAil 9.334
Iliad 9.310: ᾗ περ δὴ κρανέω τε καὶ ὡς τετελεσμένον ἔσται:
Commented on by msAint 9.321, msAil 9.333
Iliad 9.312: ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν.
Commented on by msA 9.311
Other texts (23 passages)
Scholia group: msA
msA 9.311: Ἀΐδαο πύλησιν: ὅτι πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον δια τὸ ἄπρακτον: ταχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον ἐπεὶ πῶς ἄν τις τοὺς γονεῖς σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακῶν. ἐκ τῶν ἐναντίων ὁ θάνατος ⁑
Comments on 9.312
msA 9.313: οἵ χ’ ἕτερον μὲν κεύθῃ ὅτι δοκεῖ. συγκεχύσθαι τὸ ἕτερον : ἔδει γὰρ ἕτερον δὲ εἴπῃ ἑτέρου πρὸς έτερον ἀντι διαστελλομένου, τὸ γὰρ ἄλλο ἐπι πλειόνων τίθεται ⁑
Comments on 9.313
msA 9.314: οὐδέ τί μοι περίκειται: ὁ Ἀσκαλωνίτης δύο ποιεῖ περί εῖτα κεῖται καὶ προπερισπᾷ σημαίνει δε φησὶ τὸ περισσῶς κεῖται εἰσὶ δὲ οἳ ὑφ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι: τί γάρ ἐστι τὸ κωλύων καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν ⁑
Comments on 9.321
msA 9.315: μάστακ’ ἐπεί κε λάβῃσι. δια τοῦ ἀρα γράφουσι καὶ αἱ Ἀριστάρχου οὕτως δέ αἱ δὲ εἰ και ότε ραι , κακῶς δὲ τε οἱ πέλει αὐτή ⁑
Comments on 9.324
msA 9.316: ὅτι οἱ Γλωσσογράφοι μάστακα τὴν ἀκρίδα δέον μάσημα καὶ βρῶμα ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως καθάπερ τὸ χοίνικα τὸ μετρον καὶ τὸ μετρούμενον: ἀλ’λ Ὀδυσσεὺς ἐπι μάστακα χερσὶ πίεζεν ⁑
Comments on 9.324
msA 9.317: ὁ ἄρων γράφεται καὶ ὀρέων αἱ δὲ ἐξ αμφοτέρων τὸ σημαινόμενον τῶν γυναικῶν, ὁ ἄρων μὲν ἀπο τοῦ ὀαρίζειν , ὡρέων δὲ ὡς ἄν τις εἴποι συν αόρων ἁπο τοῦ συνωρεῖν καθ ὃ καὶ συνωρίδας ἐπι τῶν ἵππων ⁑
Comments on 9.327
msA 9.318: ἴ̈αυον: ἐμονομάχουν παρ τὸ αὔω τὸ κοιμῶμαι. ἢ παρα τὴν ἴαν τὴν μίαν ἢ διετέλουν ⁑
Comments on 9.325
Scholia group: msAim
msAim 9.319: γράφεται παρημενοι
Comments on 9.311
msAim 9.320: Ἀρίσταρχος ἐπ ανδράσι :
Comments on 9.317
Scholia group: msAint
msAint 9.321: Ἀρίσταρχος ἧ περ δὴ φρονίων:
Comments on 9.310
msAint 9.322: ἔν ἀλλω ὡς καί τετελεσμ ἔσται:
Comments on 9.314
msAint 9.323: Ἀρισταρχ ἐπ ανδράσι ⁑
Comments on 9.317
msAint 9.324: ἐν δὲ τῇ αυτῃ τιμη καὶ ὁ δεῖλον καὶ ὁ ανδρεῖος:
Comments on 9.319
msAint 9.325: ουτ Ἀρίσταρχ πολεμίζειν κατα τὸ ἀπαρεμφατ :
Comments on 9.322
msAint 9.326: Αριστ κακῶς δ’ ἀρα οι:
Comments on 9.324
msAint 9.327: ἐν αίματι ἣ ἒν. μόχθω:
Comments on 9.326
msAint 9.328: οτ ἄοροι οτ όαροι αἱ τῶν ανδρῶν καὶ γυναικῶν ὁμιλίαι νῦν δὲ λε τῶν γυναικῶν ⁑
Comments on 9.328
msAint 9.329: δὲ λαμβάνων ὀλίγα διένειμε καὶ ἐδίδου ⁑
Comments on 9.332
Scholia group: msAext
msAext 9.330: δηΐοι
Comments on 9.317
msAext 9.331: ζει
Comments on 9.318
msAext 9.332: περικεῖται
Comments on 9.321
Scholia group: msAil
msAil 9.333: τελειώσῳ:
Comments on 9.310
msAil 9.334: περισσὸν τι εστι
Comments on 9.321
previous | next |
---|---|
msA 117v | msA 118v |