Venetus A (Marciana 454 = 822), folio 118, verso
previous | next |
---|---|
msA 118r | msA 119r |
Iliad text (25 lines)
Iliad 9.359: ὄψεαι ἢ ἐθέλῃσθα: καὶ αἴ κέν τοι τὰ μεμήλῃ
Iliad 9.358: νηήσας, εὖ, νῆας: ἐπὴν ἅλα δὲ προερύσσω.
Commented on by msAil 9.350, msAim 9.347
Iliad 9.357: αὔριον ϊρὰ Διὶ̈ ῥέξας καὶ πᾶσι θεοῖσι.
Iliad 9.354: ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ί̈κανεν.
Commented on by msA 9.343
Iliad 9.355: ἔνθά ποτ’ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
Commented on by msAil 9.349
Iliad 9.356: νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ.
Commented on by msAim 9.346
Iliad 9.350: εὐρεῖαν: μεγάλην. ἒν δὲ σκόλοπας κατέπηξεν:
Commented on by msAint 9.348
Iliad 9.351: ἀλλ’ οὐδ’ ὡς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
Iliad 9.352: ί̈σχειν: ὄφρα δ’ ἐγὼ μετ’ Ἀχαιοῖσιν πολέμιζον.
Iliad 9.353: οὐκ εθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ .
Commented on by msA 9.342
Iliad 9.339: Ἀτρείδης . ἢ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο:
Commented on by msA 9.337
Iliad 9.347: φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ:
Commented on by msA 9.341
Iliad 9.348: ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο
Iliad 9.349: καὶ δὴ τεῖχος ἔδειμε καὶ ἤλασε τάφρον ἐπ αυτῷ
Commented on by msA 9.340, msAim 9.345
Iliad 9.338: Ἀργείους . τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείρας
Commented on by msA 9.336
Iliad 9.345: μή μευ πειράτω εὖ εἰδότος. οὐδέ με πείσει:
Commented on by msAim 9.344
Iliad 9.346: ἀλλ`’ Ὀδυσεῦ . συν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι.
Iliad 9.344: νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο. καί μ’ ἀπάτησε.
Iliad 9.340: ῆ μοῦνοι φιλέουσ’ ἀλόχους μερόπων ἀνθρώπων
Iliad 9.341: Ἀτρεῖδαι : ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων.
Iliad 9.342: τὴν αὐτοῦ φιλέει: καὶ κήδεται. ὡς καὶ ἐγὼ τὴν
Commented on by msA 9.338
Iliad 9.343: ἐκ θυμοῦ φίλεον: δουρικτητήν περ ἐοῦσαν:
Commented on by msA 9.339
Iliad 9.337: τερπέσθω: τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
Iliad 9.335: τοῖσι μὲν ἔμπεδα κεῖται: ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν
Iliad 9.336: εἵλετ’: ἔχει δ’ ἄλοχον θυμαρέα. τῇ παριαύων
Commented on by msA 9.335
Other texts (16 passages)
Scholia group: msA
msA 9.335: ‡θυμαρέα: τῇ ψυχῇ ἀρέσκουσα θυμήρει. σύνθετον δέ ἐστι παρα τὸ ἄρω θυμαρής. καὶ οὕτως ἀνέγνωμεν Εὔμαιος δ’ ἄρ οἱ σκῆπτρον θυμαρὲς , διὰ τοῦ α . οὐ γάρ ἐστι παρώνυμον δια τοῦ ἥρης , τὰ γὰρ δια τοῦ ἥρης καὶ ώδης παρώνυμα βαρύνεται ξιφήρης ὀλιγήρης, τοξήρης ὀνώδης καὶ βοώδης ⁑
Comments on 9.336
msA 9.336: Ἀργείους τί δὲ λαὸν ἀνίγαγον: ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, δια τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι
Comments on 9.338
msA 9.337: ἢ οὐχ’ Ἑλένης ονμ : πρακτικῶς ὁ λόγος δεικνὺς τὸν Ἀγαμέμνονα . ἢ ἀσύνετον ἢ ἄδικον: εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆναι περι γυναῖκα πολεμεῖν. οὐκ έδει περι Ἑλένης ἀσύνετος οὖν ἐστι περι μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα πῶς ἅπερ παθῶν ὑπ αλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ αδικεῖν νομίζει, καὶ πρῶτα μὲν ἀπηρίθμηται τὸ ἀχάριστον εῖτα τὴν ὕβριν ⁑
Comments on 9.339
msA 9.338: τὴν αὐτοῦ φιλέει, ὁ Ἀσκαλωνίτης δασύνει σύνθετον ἐκδεχόμενος τὴν ἀντωνυμίαν δι ὃ καὶ τὰς τοιαύτας κατα διάλυσιν ἀναγινώσκομεν, καὶ μαχόμην κατ εμ αὐτὸν ἐγώ καὶ πυκάσασα ἑ αυτήν . τί οὖν ἔστιν ἐνθάδε λέγειν, ἢ ὅτι λειπ ἡ ἕο ὡς τὸ ἕο τ’ αὐτοῦ πάντα κολούει : οὕτως καὶ ἐνθάδε τὴν ἑ αυτοῦ φιλέει ⁑
Comments on 9.342
msA 9.339: δουρικτήτην. δουριγνήτη ὡς ἀριγνώτη ἵνα τοῦ δουρίκτητος παρώνυμον, ἢ ουτ γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητής ἀμφιρύτη περιξέστη ⁑
Comments on 9.343
msA 9.340: καὶ δὴ τεῖχος ἕδειμε ἐν τῷ περι Ἰλιάδος καὶ Ὀδυσσείας . ὁ Ἀρίσταρχος προφέρεται καὶ ἤλασαν ἔκτοθι τάφρον καὶ ἐν τῷ ἑξῆς, περι δὲ σκόλοπας κατέπηξεν, εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαι ⁑
Comments on 9.349
msA 9.341: φραζέσθω, πρὸς τὸ ἐν Ὀδυσσείᾳ ζητούμε νεῖκος Ὀδυσσηος καὶ Πηλείδεω Ἀχιλῆ ὅτι ἐμφαίνει καὶ νῦν ἀναίρων τὴν ἐπιχείρησιν τῶν πε Ὀδυσσέως λεγόντων βουλῇ καὶ λόγω αἰρεθήσεσθαι , τὴν πο νῦν γὰρ οἶον ἐπισαρκάζων λέγει ⁑
Comments on 9.347
msA 9.342: ‡ἀπὸ τείχεος ὀρνύμεν: δύναται τῇ γενικῇ συντάσσεσθαι καὶ μὴ πάντως σημαίνειν τὸ ἄπωθεν.
Comments on 9.353
msA 9.343: ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας, ὅτι πληθυντικῶς εἶπε τὴν πύλην μίαν οῦσαν: Σκαιαῖ δὲ καὶ Δαρδάνιαι αἱ αὐταὶ ἡ δὲ δρῦς προ τῆς Ἰλίου ἦν; ⁑
Comments on 9.354
Scholia group: msAim
msAim 9.344: καλῶς ἐπιστάμενου μου ὅτι ἀπαταιών εστι
Comments on 9.345
msAim 9.345: Ἀρισταρχ καὶ ἡλασεν έκτοθι τάφρον ⁑
Comments on 9.349
msAim 9.346: γράφεται καὶ πολεμίζειν
Comments on 9.356
msAim 9.347: ἀντι τοῦ κινήσαντος ⁑
Comments on 9.358
Scholia group: msAint
msAint 9.348: βραχὺ διασταλτ ἐπι το εὑρεῖα προς ἔμφασιν ⁑
Comments on 9.350
Scholia group: msAil
msAil 9.349: ἁπαξ ἔμεινε
Comments on 9.355
msAil 9.350: σωρεύσαι
Comments on 9.358
previous | next |
---|---|
msA 118r | msA 119r |