Venetus A (Marciana 454 = 822), folio 119, recto
previous | next |
---|---|
msA 118v | msA 119v |
Iliad text (25 lines)
Iliad 9.378: ἐχθρὰ δέ μοι τοῦ δῶρα. τίω δέ μιν ἐν κᾰρὸς αἴσῃ:
Iliad 9.383: αἵ θ’ ἑκατόμπυλοί εἰσι: διηκόσιοι δ’ ἂν’ ἑκάστας
Commented on by msAint 9.368, msA 9.363, msAext 9.370
Iliad 9.364: ἔστι δέ μοι μάλα πολλὰ. τὰ κάλλιπον. ἐνθάδε ἔρρων:
Iliad 9.377: ἐρρέτω. ἐκ γάρ εὑ̈ φρένας εἵλετο μητίετα Ζεύς :
Iliad 9.367: ἄξομαι, ἅσσ’ ἔλαχόν γε: γέρας δέ μοι ὅς περ ἔδωκεν:
Commented on by msA 9.355, msAim 9.364, msAim 9.392
Iliad 9.373: τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰ̈δέσθαι:
Iliad 9.376: ἐξαπάφοιτ’ ἐπέεσσιν: ἅλις δέ οἱ: ἀλλὰ ἕκηλος
Commented on by msA 9.359, msAil 9.372
Iliad 9.370: ἀμφαδὸν. ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ .
Iliad 9.371: εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
Commented on by msA 9.356
Iliad 9.384: ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν:
Iliad 9.372: αἰὲν ἀναιδείην ἐπιειμένος: οὐδ’ ἂν ἔμοιγε
Commented on by msA 9.357
Iliad 9.375: ἐκ γὰρ δή μ’ ἀπάτησε. καὶ ἤλιτεν: οὐδ’ ὰν έτ’ αὖτις
Commented on by msA 9.358, msAil 9.371
Iliad 9.379: οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη.
Commented on by msA 9.362
Iliad 9.380: ὅσσa τέ οἱ νῦν ἔστι: καὶ εἴ ποθεν ἄλλα γένοιτο:
Iliad 9.382: Αἰγυπτίας ὅθι πλεῖστα δόμοις ἒν κτήματα κεῖται.
Commented on by msAint 9.367
Iliad 9.374: οὐδ’ έτι οἱ βουλὰς συμφράσσομαι. οὐδὲ μὲν ἔργον:
Iliad 9.381: ἠδ’ ὅσ’ ἐς Ὀρχομενὸν ποτινίσεται: ἠδ’ ὅσα Θήβας
Commented on by msAext 9.369, msAil 9.373, msAil 9.374, msAim 9.365
Iliad 9.365: ἄλλον δ’ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν.
Iliad 9.361: νῆας ἐμὰς. ἐν δ’ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας:
Iliad 9.369: Ἀτρείδης . τῷ πάντ’ ἀγορευέμεν ὡς ἐπιτέλλω
Iliad 9.366: ἠδὲ γυναῖκας ἐϋζώνους. πολιόν τε σίδηρον
Commented on by msA 9.354
Iliad 9.360: ῆρι μάλ’ Ἑλλήσποντον ἐπ’ ϊχθυόεντα πλεούσας
Iliad 9.363: ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ϊκοίμην:
Iliad 9.362: εἰ δέ κεν εὐπλοί̈ην δώῃ κλυτὸς ἐννοσίγαιος.
Iliad 9.368: αῦτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
Commented on by msAint 9.366
Other texts (25 passages)
Scholia group: msA
msA 9.351: ‡Ἑλλήσποντον: ἀντι τοῦ δι Ἑλλησπόντου Ἑλλήσποντος δέ ἐστιν ἡ ἐν τοῖς στενοῖς θάλασσα παρα κειμένη τῇ Τροία οὕτως προσαγορευθεῖσα ἀπο ἑλλης τῆς Φρίξου ἀδελφῆς ⁑
Comments on 9.360
msA 9.352: ἐπ’ ϊχθυόεντα: καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀναγράφονται ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος ἀλλα καὶ ὁ ἀόσπορος ⁑
Comments on 9.360
msA 9.353: ἐνθάδε ἔρρων: ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινόμενος ἀλλα δυσαρεστῶν τῇ παρουσίᾳ φησίν ἐνθάδε μετα φθορᾶς παραγινόμενος ⁑
Comments on 9.364
msA 9.354: πολιόν λαμπρὸν ὀξυνθεὶς γὰρ ὁ σίδηρος λευκότερος γίνεται ⁑
Comments on 9.366
msA 9.355: ἄξομαι. ὅτι παραπλησίως καὶ κατ ἀρχὴν τῆς μήνιδος λέγει τῶν δ’ ἄλλων ἅ μοι ἐστι: τὰ μὲν γὰρ ἄλλα κατα κλῆρον ἔλαβεν τὴν δὲ Βρισηΐδα ἐξαίρετον παρ Ἀγαμέμνονος :
Comments on 9.367
msA 9.356: εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν: δια τί ἐξηπατῆσθαί φησὶν ὁ Ἀχιλλεὺς ὑπο τοῦ Ἀγαμέμνονος ἀφαιρεθεὶς δὲ τοῦ γέρως ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ῶν ἀνεφάνη ἐχθρός ταύτην λέγει, τὴν ἁπάτην παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι, καὶ μὴ προσέχειν ὡς φίλῳ, καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι. ἁπάτη ἐστι ὃ γὰρ ἔφησεν οὐκ ἐποίησεν ⁑
Comments on 9.371
msA 9.357: αἱὲν ἀναιδείην, δύναται μὲν συνάπτεσθαι τῷ ἐπάνω στίχῳ. ὡς καὶ τέτριπται, βέλτιον δὲ καθ αὑτὸ προφέρεσθαι, μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον ⁑
Comments on 9.372
msA 9.358: ἐκ γὰρ δῆ μ’ ἀπάτησε καὶ ἥλιτον : παρατηρητέον, ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι ἡ γὰρ οργῇ μᾶλλον παρίσταται δια τοῦ τοιούτου ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαί ἕως τοῦ ἐν καρὸς αἴσῃ ⁑
Comments on 9.375
msA 9.359: ἐξαπάφοιτο: ἐξαπατήσειε ἡ μεταφορὰ ἀπο τῶν ταῖς αφαῖς φιλοφρονουμένων, εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπο φίλου. τὸ δὲ δὶς μωρίας ὥρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει ⁑
Comments on 9.376
msA 9.360: ἐχθρὰ δέ μοι τοῦ δῶρα τίω δέ μιν ἐν καρός. ὅτι συνέσταλται Ἰακῶς ἐν καρὸς ἀντι τοῦ ἐν κηρός ὅμοιον γάρ ἐστιν τῷ ἴσον γάρ σφισὶ πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ οἱ δὲ κάρα τὸν φθεῖρα: οἱ δὲ απο τῶν Kαρῶν τοῦ ἔθνους οὓς ἀεί λοιδορεῖ ὁ ποιητὴς ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὔτε ἴσθιον οὔτε ὠνόμαζον: ἐν καρὸς οὖν τοῦ ἐγκεφάλου ⁑
Comments on 9.378
msA 9.361: ἀλλω: ἠ ὡς ἔνιοι ἐν τάξει μισθοφόροι πρῶτοι γὰρ κάρες ἐπολέμησαν ἐπι μισθῷ καὶ ἔδοξεν εἶναι ἀτιμώτατοι ⁑
Comments on 9.378
msA 9.362: οὐ δ εί μοι δὲκάκις τε καὶ εἰκοσάκις: ἤτοι καθ εαυτὸν προενεκτέον ταῦτα ἵνα ἄνωθειν κοιναὶ λαμβάνωνται ἀρνήσεις. οὐδε τί οἱ βουλὰς συμφράσσομαι , οὐδ ἂν ἔτ’ αῦτις ἐξαπάφοιτ’ ἐπέεσσιν : οὐδ’ εἴ μοι δὲκάκις τε καὶ τὰ ἑξῆς διασταλτέον καθ εκαστον ἢ ὑποστικτέον πάντα ἕως τοῦ ψάμαθός τε κόνις τε . ἵνα ἀνταποδίδωται οὐδέ κεν ὡς ἔτι θυμὸν ἐμὸν πείσῃ ⁑
Comments on 9.379
msA 9.363: αἵ θ’ αετκατόμπυλοι ὅτι ἀν εκαστας πληθυντικῶς τὰς πύλας ὡς εἶναι ἑκατὸν τάγματα: οὕτως δὲ ἀν ἑκάστας δεῖ γράφειν. οὐδέποτε γὰρ ἑνικῶς Ὅμηρος πύλην φησὶν ἀλλα πύλας ⁑
Comments on 9.383
Scholia group: msAim
msAim 9.364: γράφεται καὶ ἅσσα λέλοχ ⁑
Comments on 9.367
msAim 9.365: γράφεται οὐδ’ ὅς Ἐρχομενὸν καί οὐδ’ ὅσα Θήβας ⁑
Comments on 9.381
Scholia group: msAint
msAint 9.366: καὶ ἐνυβρίζων
Comments on 9.368
msAint 9.367: γράφεται καὶ ἡ αντι τοῦ ὁθι :
Comments on 9.382
msAint 9.368: Αρίσταρχ ἑκαστας ἄλλοι δὲ ἑκαστην :
Comments on 9.383
Scholia group: msAext
msAext 9.369: η οὑδ’ ὁς ἐσ Ορχαμε πονείσιται η ουδ ος λ
Comments on 9.381
msAext 9.370: ἀν εκάτην
Comments on 9.383
Scholia group: msAil
msAil 9.371: ἤμαρτεν:
Comments on 9.375
msAil 9.372: απατήσει
Comments on 9.376
msAil 9.373: πόλις τῆς βοωτιας
Comments on 9.381
msAil 9.374: ανάκειται
Comments on 9.381
Scholia group: msA
msA 9.685: ‡ἔστι δέ μοι+ ἀντίθεσιν ποιεῖται τῶν δώρων Ἀγαμέμνονος ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά τοῦτο μὲν τὰ τοῦ Πηλέως : τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λαφύρων ἐδέξατο:
Comments on 9.364
previous | next |
---|---|
msA 118v | msA 119v |