Venetus A (Marciana 454 = 822), folio 119, verso

previousnext
msA 119rmsA 120r

Iliad text (25 lines)


Iliad 9.393: ἢν γὰρ δή με σαῶσι θεοὶ: καὶ οἴκαδ’ ί̈κωμαι:

Commented on by msA 9.378


Iliad 9.392: ὅς τις οἷ τ’ ἐπέοικε. καὶ ὃς βασιλεύτερός ἐστιν:

Commented on by msA 9.377


Iliad 9.391: οὐδέ μιν ὡς γαμέω: ὁ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω


Iliad 9.399: γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν.

Commented on by msA 9.381, msAext 9.396, msAim 9.393


Iliad 9.390: ἔργα δ’ Ἀθηναίῃ γλαυκώπιδι ἰ̈σοφαρίζοι.


Iliad 9.389: οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι:


Iliad 9.406: ληϊστοὶ μὲν γάρ τε βόες. καὶ ἴ̈φια μῆλα:

Commented on by msA 9.388


Iliad 9.387: πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην:


Iliad 9.388: κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο .

Commented on by msA 9.376


Iliad 9.386: οὐδέ κεν ὡς ἔτι θυμὸν ἐμὸν πείσει’ Ἀγαμέμνων .


Iliad 9.396: κοῦραι ἀριστήων: οἵ τε πτολίεθρα ῥύονται:


Iliad 9.403: τὸ πρὶν. ἐπ’ εἰρήνης. πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν :


Iliad 9.405: Φοίβου Ἀπόλλωνος : Πυθοῖ ἔνι πετρηέσσῃ:

Commented on by msA 9.387


Iliad 9.385: οὐδ’ εἴ μοι τόσα δοίη. ὅσα ψάμαθός τε κόνις τε.

Commented on by msA 9.375


Iliad 9.395: πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν Ἑλλάδα τε Φθίην τε

Commented on by msA 9.379, msA 9.380


Iliad 9.398: ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ

Commented on by msA 9.382


Iliad 9.402: Ί̈λιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον


Iliad 9.394: Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γαμέσσεται αὐτός:

Commented on by msAim 9.390


Iliad 9.397: τάων ἥν κ’ ἐθέλωμι φίλην ποιήσομ’ ἄκοιτιν:

Commented on by msAim 9.391


Iliad 9.404: οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει

Commented on by msA 9.385, msA 9.386


Iliad 9.401: οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ’ ὅσα φασὶν

Commented on by msAint 9.395, msA 9.384


Iliad 9.407: κτητοὶ δὲ τρίποδές τε. καὶ ἵ̈ππων ξανθὰ κάρηνα:


Iliad 9.408: ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν. οὔτε, λεϊστὴ


Iliad 9.409: οὔθ’ ἑλετὴ, ἐπεὶ άρ κεν ἀμείψεται έρκος ὀδόντων:

Commented on by msA 9.389, msAim 9.394


Iliad 9.400: κτήμασι τέρπεσθαι. τὰ γέρων ἐκτήσατο Πηλεύς :

Commented on by msA 9.383


Other texts (22 passages)


Scholia group: msA

msA 9.375: ‡ οὐδ εἴ μοι τόσσα δοίη: καὶ οὗτος ὁ στίχος δύναται καθ εαυτὸν λέγεσθαι ἢ σὺν τῷ ἑξῆς ὑποστιζόμενος κατ τὸ τέλος ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου καὶ ἀμάθου ὅτι ἡ παραθαλάσσιος ψάμαθος κόνις δὲ ἡ πεδιάς ἄμμος καὶ οὐδεὶς τὸ αὐτὸ λέγει ⁑

Comments on 9.385


msA 9.376: κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο : ἤτοι στικτέον ἐπι τὸ Ἀτρείδαο καὶ ἀπ’ άλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον: εἶτα ὑποστικτέον ἐπι τὸ ἐρίζοι καὶ ἰσοφαρίζοι τῆς ἀνταποδόσεως οὔσης, οὐδέ μιν ὡς γαμέω ἠ διασταλτέον βραχὺ ἐπι τὸ Ἀτρείδαο ⁑

Comments on 9.388


msA 9.377: ὅς τις οἴ τ’ ἐπέοικε. εἰς ἁπλῆν μεταλαμβάνεται, ἡ ἀντωνυμία ὅστις αὐτῷ περισπασθήσεται οὖν. δείκνυται δὲ ἐν τοῖς Περι ἀντωνυμιῶν ὡς ὅτι ἡ ἐμοί ἐπι δοτικῆς καὶ ἔτι εἱσ οί ὀξύνονται, ἡ δὲ οι περι ἐσπάσθη ἀνακολούθως

Comments on 9.392


msA 9.378: σόωσι θεοὶ, καὶ οἴκαδ’ ΐκωμαι, Τυραννίων προπερισπᾶ ὡς νοῶσιν ὡς ἀπο τοῦ σωῶ περισπωμένου ἐπεὶ φησὶ καὶ τὸ εὐκτικὸν κατ ἀποκοπὴν εἶπεν ῆ καί σφιν νῆάς τε σοῶ και λαὸν Ἀχαιῶν καὶ τὸ δεύτερον ὅππως κεν νῆάς τε σώῳς καὶ λαὸν Ἀχαιῶν . Ἀπίων δὲ δια τοῦ α γράφει ἐπεὶ καὶ ἐν ἄλλοις ούτως εὑρίσκεται σάωσε δὲ νυκτὶ καλύψας καὶ τὸν μὲν ἐγὼ ἐσάωσα . καὶ ἀλλὰ σάω μὲν ταῦτα σάω δ’ ἐμὲ καὶ ἐπι μέλλοντος κερδαλέης εἴ τίς κεν ἐρύσεται. ἡδὲ σαώσει : ἡ δὲ πλείων χρῆσις. ὧν ἐστι καὶ ὁ Ἀσκαλωνιτ ὡς σώζωσι καὶ δῆλον ότι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι πρόδηλον κακ τῆς μετοχῆς: τὸ δ’ ἕτερος ἐκάτερθεν ΐτην σώοντες ἑταίρους ⁑

Comments on 9.393


msA 9.379: πολλαὶ Ἀχαιΐδες εἰσὶν, ἀν Ἑλλάδα τε Φθίην τε: ὅτι τὴν Θετταλικὴν οὕτως λέγει μόνην τὴν δὲ ὅλην ήπειρον οὐκ οῖδεν οὕτως καλουμένην. νόθα οὖν ἐκεῖνα ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς καθ Ελλάδα καὶ μέσον Ἄργος ⁑

Comments on 9.395


msA 9.380: Ἀρίσταρχος παρ’ Ὁμήρω : Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι καί Ἑλληνας τοὺς Θεσσαλοὺς παρακολουθῶν Θουκυδίδη καὶ ἀθετεῖ τὸν στίχον τοῦτον. ἐγχείη δ’ ἑκέκαστο, Πανέλληνας καὶ Ἀχαιούς : καὶ ἐκείνω δὲ τῶν τόπων πάλιν ἀκούει φεύγων ἔπει τ’ ἀπάνευθε δι Ελλάδος εὐρυχόροιο ⁑

Comments on 9.395


msA 9.381: μνηστὴν ἄλοχον: τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστήν ἐπεὶ δῶρον δίδοται ⁑

Comments on 9.399


msA 9.382: ἐνθα δέ μοι: δύο με μέρη λο ἔνθα δέ τοι θάνατος ἔνθα δέ κ αῦθι μένων . ἔνθα δὲ νῦν τρέψας ἀπο τείχεος ⁑

Comments on 9.398


msA 9.383: τὰ γέρων πατρῷα ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα : φησὶ γοῦν ὡς μᾶλλον αἱροῦμαι πατρίδος. καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν ⁑

Comments on 9.400


msA 9.384: οὐ γὰρ ἐμοὶ ψυχῆς ὅτι τινὲς γράφουσιν οὐ γὰρ ἐμῆς ψυχῆς : ἀλαζονικὸς δὲ ὁ λόγος οὐδὲν τῆς ἐμῆς ψυχῆς. ἄξιόν ἐστιν ἄμεινον οὖν ἐμοὶ γράφειν ⁑

Comments on 9.401


msA 9.385: οὐδ’ ὅσα λάϊνος προς τοὺς Γλωσσογράφους ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται τὸν γὰρ ἑξῆς μετέγραφε, νηοῦ Ἀπόλλωνος : ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς οὐ κοινότερον, ἀλλα τὸν Πύθιον : οἷον ὁμοφήτορα δια τὸ εἰς λόγους ἔρχεσθαι τοῖς χρησμῳδουμένοις ⁑

Comments on 9.404


msA 9.386: ἀφίτορος οἱ μὲν ἀσαφήτορος οἱ δὲ τοῦ στροφέος, παρὰ τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους, ἢ ὀμοφήτορος ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομενοῦ τῷ τε πένητι καὶ πλουσίου, ἡ τοξικοῦ ἀπο τῆς τοῦ βελῶν ἀφέσεως ⁑

Comments on 9.404


msA 9.387: Πυθοῖ ἔνι: πόλις Πυθὼ Φωκίδος ἧς οἰκητορες Δελφοί εστι δὲ ἱερὰ Ἀπόλλωνος : κέκληται δὲ ἥτοι ἀπο τοῦ πυνθάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους: ἢ ἀπο τοῦ τοξευθέντα τὸν τοῦ χριστηρείου φύλακα δράκοντα ὑπο Ἀπολλοωνος , ἀν τόθι πυθῆναι , ὅ ἐστι σαπῆναι:

Comments on 9.405


msA 9.388: ληϊστοί ἀπο λίας κτητλία δὲ λέγεται κυρίως τὰ τῶν πολεμικῶν λαφύρων κτήματα ⁑

Comments on 9.406


msA 9.389: ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὁδόντῶν. ἑπὰν ἅπαξ φθάση παρελθεῖν τὸν περίβολον τῶν ὀδόντων. διὰ γὰρ τοῦ στόματος ἔξεσι τὸ ψυχικός πνά ‡

Comments on 9.409


Scholia group: msAim

msAim 9.390: Ἀρισταρχ γυναῖκα γε μάσσεται :

Comments on 9.394


msAim 9.391: Αριστ ἐθέλωμαι ⁑

Comments on 9.397


msAim 9.392: οὕτως Ἀρισταρχ κατ δοτικήν αλλοι δὲ γήμαντα :

Comments on 9.367


msAim 9.393: γράφεται Ζηνοδ νήου Ἀπολλω

Comments on 9.399


msAim 9.394: αντ τοῦ οὐδε κτικὴ

Comments on 9.409


Scholia group: msAint

msAint 9.395: ενίους φησὶν ὁ Ἀρίσταρχος γράφειν εμῆς ψυχῆς οὐκ εῦ ⁑

Comments on 9.401


Scholia group: msAext

msAext 9.396: γήμαντα

Comments on 9.399


previousnext
msA 119rmsA 120r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1