Venetus A (Marciana 454 = 822), folio 120, recto

previousnext
msA 119vmsA 120v

Iliad text (25 lines)


Iliad 9.426: ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος:

Commented on by msA 9.401


Iliad 9.421: ἀλλ’ ὑμεῖς μὲν ἰ̈όντες. ἀριστήεσσιν Ἀχαιῶν


Iliad 9.422: ἀγγελίην ἀπόφασθε. τὸ γὰρ γέρας ἐστὶ γερόντων,

Commented on by msAil 9.407


Iliad 9.425: νηυσὶν ἔπι γλαφυρῇς. ἐπεὶ οὔ σφισιν ἧδέ γ’ ἑτοίμη

Commented on by msA 9.400


Iliad 9.420: χεῖρα ἑὴν ὑπερέσχε. τεθαρσήκασι δὲ λαοί:

Commented on by msA 9.399


Iliad 9.419: Ἰ̈λίου αἰπεινῆς: μάλα γάρ ἕθεν εὐρύοπα Ζεὺς

Commented on by msAim 9.403


Iliad 9.424: ἥ κέ σφιν νῆάς τε σοῶ. καὶ λαὸν Ἀχαιῶν

Commented on by msAext 9.406


Iliad 9.434: εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ

Commented on by msAint 9.405


Iliad 9.423: ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω.


Iliad 9.431: μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀπέειπεν:

Commented on by msA 9.402


Iliad 9.433: δάκρυ’ ἀναπρήσας: περὶ γὰρ δίε, νηυσὶν Ἀχαιῶν :


Iliad 9.418: οἴκαδ’ ἀποπλείειν: ἐπεὶ οὐκέτι δήετε τέκμωρ


Iliad 9.429: αὔριον, ἢν ἐθέλῃσιν: ἀνάγκῃ δ’ οὔ τί μιν άξω:


Iliad 9.430: Ὡς ἔφαθ’. οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ


Iliad 9.432: ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱ̈ππηλάτα Φοῖνιξ :


Iliad 9.417: καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην

Commented on by msA 9.398


Iliad 9.428: ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται


Iliad 9.415: ὤλετό μοι κλέος ἐσθλὸν. ἐπι δηρὸν δέ μοι αἰὼν


Iliad 9.416: ἔσσεται: οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείῃ:

Commented on by msAint 9.404, msA 9.397


Iliad 9.414: εἰ δέ κεν οἴκαδ’ ί̈κωμι φίλην ἐς πατρίδα γαῖαν.


Iliad 9.427: Φοῖνιξ δ’ αὖθι παρ’ άμμι μένων: κατακοιμηθήτω:


Iliad 9.413: ὤλετο μέν μοι νόστος: ἀτὰρ κλέος ἄφθιτον ἔσται:


Iliad 9.412: εἰ μέν κ’ αὖθι μένων. Τρώων πόλιν ἀμφιμάχωμαι.


Iliad 9.410: μήτηρ γάρ τέ με φησὶ θεὰ Θέτις ἀργυρόπεζα


Iliad 9.411: διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ:


Other texts (11 passages)


Scholia group: msA

msA 9.397: ἔσσεται: ἀθετεῖται. ὅτι νομίσας τίς κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν: καὶ γὰρ κατα τὸ κοινὸν. ἐπιλέγεται: οὐδέ κέν ῶκα . δεῖ οὖν κοινὸν λαβεῖν τὸ ἔσται ἀπο τοῦ προκειμε τοῦ ἄφθιτον ἔσται ⁑

Comments on 9.416


msA 9.398: καὶ δ ὰν τοῖς ἄλλοισι, τοσοῦτον ἀπέχει πειθοῦς τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι τὸ ἀδύνατον τῆς ἁλλώσεως προβαλλόμενος

Comments on 9.417


msA 9.399: χείρα ἑὴν ὑπερέσχε: ὑπερασπίζει ἐν χερσὶ γὰρ αἱ ἀσπίδες, μεγάλη δὲ ἡ φαντασία ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος ⁑

Comments on 9.420


msA 9.400: ἑτοίμη, εὔληπτος φανερά ἕτοιμος λέγει δὲ τοῦτο ὅτι ματαία ἐστιν ἁύτη ἡ γνώμη ἣν ἐποίησαι οἱ Ἕλληνες πέμψαντες ὑμάς πρέσβεις πρός με ὡς δυναμένους με πεῖσαι ⁑

Comments on 9.425


msA 9.401: ἐμεῦ ἀπομηνίσαντος. ἕν ἐστιν ὡς ἀπομανέντος, καὶ γὰρ τὴν εὐθεῖαν οὕτως οἶδεν ἀπομηνίσας , οὕτως οἶδεν καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων : καὶ εἰ παρελκει δὲ ἡ ἀπὸ οὕτως ἀναγνωστεον.

Comments on 9.426


msA 9.402: ‡μῦθον ἀγασσάμενοι, ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως γὰρ διέθηκε τὸν Ἀχιλλέως λόγον φύσει φρονήματι ἀξίωμα περιθείς ⁑

Comments on 9.431


Scholia group: msAim

msAim 9.403: οτ θηλυκῶς τοῦ Ἴλιον ⁑

Comments on 9.419


Scholia group: msAint

msAint 9.404: οὐδε παρα Ζηνοδότω ἐφέρετο ⁑

Comments on 9.416


msAint 9.405: μετα φρεσὶ βάλλεαι κατα νοῦν ἔχεις ⁑

Comments on 9.434


Scholia group: msAext

msAext 9.406: σόῃ

Comments on 9.424


Scholia group: msAil

msAil 9.407: αποφήνατε:

Comments on 9.422


previousnext
msA 119vmsA 120v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1