Venetus A (Marciana 454 = 822), folio 120, verso
previous | next |
---|---|
msA 120r | msA 121r |
Iliad text (25 lines)
Iliad 9.435: βάλλεαι: οὐδ’ έτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
Iliad 9.436: πῦρ ἐθέλεις ἀΐδηλον: ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
Commented on by msAim 9.418
Iliad 9.437: πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
Iliad 9.438: οἶος: σοὶ δέ μ’ ἔπεμπε γέρων ἱ̈ππηλάτα Πηλεὺς
Iliad 9.439: ἤματι τῷ: ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε.
Iliad 9.440: νήπιον. οὔ πω εἰδόθ’ ὁμοιΐου πτολέμοιο
Iliad 9.441: οὐδ’ ἀγορέων: ἵ̆να τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι:
Commented on by msAil 9.428, msAil 9.429
Iliad 9.442: τούνεκά με προἕηκε διδασκέμεναι τάδε πάντα:
Iliad 9.443: μύθων τε ῥητῆρ’ ἔμεναι: πρηκτῆρά τε ἔργων:
Commented on by msA 9.408, msAim 9.419
Iliad 9.444: ὡς ἂν ἔπειτ’ ἀπο σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
Commented on by msAext 9.427
Iliad 9.445: λείπεσθ’. οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
Commented on by msAil 9.430
Iliad 9.446: γῆρας ἀποξύσας. θήσειν νέον ἡβώοντα.
Commented on by msAint 9.424, msA 9.409, msAil 9.431
Iliad 9.447: οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
Commented on by msA 9.410
Iliad 9.448: φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο .
Commented on by msA 9.411
Iliad 9.449: ὅς μοι παλλακίδος περὶ, χώσατο καλλικόμοιο.
Commented on by msA 9.412
Iliad 9.450: τὴν αὐτὸς φιλέεσκεν: ἀτιμάζεσκε δ’ ἄκοιτιν.
Iliad 9.451: μητέρ’ ἐμὴν: ἡ δ’ αἰὲν ἐμὲ λισσέσκετο γούνων
Iliad 9.452: παλλακίδι προμιγῆναι: ἵ̈ν’ ἐχθήρειε γέροντα:
Commented on by msAint 9.425, msAil 9.432, msAim 9.420
Iliad 9.453: τῇ πιθόμην. καὶ ἔρεξα: πατὴρ δ’ εμὸς αὐτίκ’ ὀϊσθεὶς
Commented on by msA 9.413
Iliad 9.454: πολλὰ κατηρᾶτο: στυγερὰς δ’ ἐπεκέκλετ’ Ἐρινῦς .
Commented on by msA 9.416, msAil 9.433
Iliad 9.455: μή ποτε γούνασιν. οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
Commented on by msAint 9.426, msAil 9.434, msAim 9.421
Iliad 9.456: ἐξ ἐμέθεν γεγαῶτα: θεοὶ δ’ ἐτέλειον ἒπ’ ἀρὰς
Iliad 9.457: Ζεύς τε καταχθόνιος. καὶ ἐπαινὴ Περσεφόνεια :
Commented on by msA 9.417, msAim 9.422
Iliad 9.462: ἔνθ’ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ’ ἐν φρεσὶ θυμὸς.
Iliad 9.463: πατρὸς χωομένοιο. κατα μέγαρα στρωφᾶσθαι:
Other texts (29 passages)
Scholia group: msA
msA 9.408: ‡μύθων τὲ ῥητῆρ’ ἔμεναι: σημειῶσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγεν ὁ ποιητὴς μεταβαλλὼν τὴν φράσιν. οὐ γὰρ εἶπε μύθων τὲ ῥητῆρα καὶ ἔργων πρακτῆρα καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία ⁑
Comments on 9.443
msA 9.409: γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα: ὅτι οὐ λέγει νέον κατ τὴν ἡλικίαν ἀλλα κατὰ μεσότητα ἀντι τοῦ νεωστὶ ἡβῶντα ⁑
Comments on 9.446
msA 9.410: οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα: ὅτι πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν. καὶ ὅτι Ζηνόδοτ , τοῖον ὅτε πρῶτον ἐξ οῦ φανερῶς ἐστι τὸ νέον ὀνοματικῶς δεδεγμένος ⁑
Comments on 9.447
msA 9.411: φεύγων νείκεα: Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσεν τῆς οικειας γῆς, δια τί αν τοι αύτην τοῦ πρς ἀν τοῦ, παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ εξῆς τὸν Φοίνικα ἔτεκε στυγοῦντος δεηθείσης τῆς μρς τῇ παλλακίδι τοῦ πρς Κλυτία ἐμίγη: γνοῦς δὲ ὁ Αμύντωρ ἐπηράσατο τῷ παιδὶ τέκνων ἀγονίαν: δείσας τὲ Φοῖνιξ τόν τε πρα καὶ τὰς ὑπ αυτοῦ γενομένας ἀρᾶς. φεύγει πρὸς Πηλέα ὅστις ὑπο δεξάμενος αὐτὸν δια τὴν συγγένειαν. δίδωσιν αὐτῷ τὴν Δολοπείαν χώραν καὶ Ἀχιλλέα τὸν υν μικρόν ὄντα εἰς ἀνατροφήν παραδίδωσιν. ἡ ϊστορία παρα τῷ ποιητῇ. παρα γὰρ τοῖς τραγικοῖς παραλάσσει ⁑
Comments on 9.448
msA 9.412: ὅς μοι παλλακίδος περιχώσατο: οἱ μὲν ἀνέστρεψαν ἵνα γένηται περι παλλακίδος. οἱ δὲ πεχοσατο ἀνέγνωσαν ἵνα σημαίνηται τὸ περισσῶς καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις, οὕτως δὲ καὶ Ἀλεξίων ⁑
Comments on 9.449
msA 9.413: τῇ πιθόμην: Ἀριστόδημος ὁ Νυσαιεὺς ῥήτωρ τὲ, ἀλλὰ καὶ γραμματικός, φεύγων τὸ ἔγκλημ ἐπενόησε γραφὴν τὴν τί οὐ πιθόμην , οὐδὲ ἔρεξα. καὶ οὐ μόνον γε ηὐδοκίμησεν. ἀλλα καὶ ἐτιμήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα προ δὲ αὐτοῦ Σωσιφάνης τὴν τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοίνικι , ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος ἐν ποιήματι τῆς Ϊ
Comments on 9.453
msA 9.414: θεοὶ δ’ ἐτέλειον ἑπαρας. ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς: δι ὃ οὐδὲ περι τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν ⁑
Comments on 9.456
msA 9.415: ἐπαράς: εἴτε παρέλκει ἡ ἐπί φυλαχθήσεται ὁ τόνος ὁ αὐτὸς ὡς ἐπιβουκόλος ἀνήρ καὶ ἐπισμυγερῶς : εἴτε τὸ ἑξῆς ἐστιν ἐπετέλουν οὐκ αναστραφήσεται πάλιν καθότι αἱ συναλειφθῆσαι οὐκ αναστρέφονται. σεσημειωμένου ἐκείνου στεῦτο γὰρ Ἡφαίστοιο παροισέμεναι ⁑
Comments on 9.456
msA 9.416: Ἐρινῦς : καταχθόνιαι δαίμονες τιμωροὶ τῶν πατρικῶν ἀσεβημάτων τρεῖς δέ εἰσὶν. Ἀλεκτώ . τισι φόνη Μέγαιρα : εἴρηνται δὲ παρα τὸ ἐκ τῆς ἔρας ὅ ἐστι τῆς γῆς εῖναι ⁑
Comments on 9.454
msA 9.417: καὶ ἐπαινὴ, ἐπίφοβος δεινή. αἰνὸν γὰρ τὸ δεινὸν, ἠ ἢν οὐκ ἀν τις ἐπαινήσειεν, ἀντίφρασις ὁ τρόπος ἡ ὑπερβολικῶς ἢν ἄν τις επαῖνων παραιτήσαιτο ⁑
Comments on 9.457
Scholia group: msAim
msAim 9.418: φίλον τεκος πρὸς αγωγὰ ταυτα ὅτι δια τὴν φιλοστοργίαν καὶ παρα τὸ δέον ἀυτῶ πείσεται ⁑
Comments on 9.436
msAim 9.419: τὸν τῳ λογῳ ρήτορα διδάσκειν σε εῖναι καὶ δραστήριον ἐν τοῖς ἔργοις ⁑
Comments on 9.443
msAim 9.420: προ τοῦ πρς μιγῆναι ἡ περισσεύει ἡ πρόθεσις ⁑
Comments on 9.452
msAim 9.421: οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι
Comments on 9.455
msAim 9.422: ὅτι κατχθονιον διὰ τοῦ Αἵδην λέγει:
Comments on 9.457
msAim 9.423: γράφεται ἐνθά μοι :
Comments on 9.458
Scholia group: msAint
msAint 9.424: οὕτως δια τοῦ ω καὶ ο αἱ Αρισταρχ :
Comments on 9.446
msAint 9.425: υπ νοήσας
Comments on 9.452
msAint 9.426: οτ τινὲς γραφουσιν εμοισιν λέγει δὲ οὐ περι ἑαυτοῦ ὁ Φοῖνιξ αλλα περὶ τοῦ Ἀμύντορος ⁑
Comments on 9.455
Scholia group: msAext
msAext 9.427: ὁς ἂν
Comments on 9.444
Scholia group: msAil
msAil 9.428: δημηωριῶν
Comments on 9.441
msAil 9.429: ὑπάρχουσι γίνονται
Comments on 9.441
msAil 9.430: ὑπόσχοιτο
Comments on 9.445
msAil 9.431: ἀφελῶν
Comments on 9.446
msAil 9.432: μισήσειε
Comments on 9.452
msAil 9.433: φοβερας
Comments on 9.454
msAil 9.434: ἐπικαθεσθῆναι
Comments on 9.455
msAil 9.435: ἐξ εκείνου
Comments on 9.458
msAil 9.436: ἐρητύετο
Comments on 9.458
previous | next |
---|---|
msA 120r | msA 121r |