Venetus A (Marciana 454 = 822), folio 121, verso
previous | next |
---|---|
msA 121r | msA 122r |
Iliad text (25 lines)
Iliad 9.509: τὸν δὲ μέγ’ ὤνησαν: καί τ’ ἔκλυον εὐξαμένοιο:
Commented on by msAint 9.483, msA 9.476
Iliad 9.506: πολλὸν ὑπ’ εκπροθέει: φθά̄νει δέ τε πᾶσαν ἐπ’ αῖαν
Commented on by msAil 9.492, msAim 9.480
Iliad 9.511: λίσσονται δ’ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι.
Iliad 9.510: ὃς δέ κ’ ἀνῄνηται: καί τε στερεῶς ἀποείπῃ:
Iliad 9.508: ὃς μέν τ’ αἰδέσεται κούρας Διὸς ἆσσον ϊούσας.
Iliad 9.507: βλάπτουσ’ ἀνθρώπους: αἳ δ’ ἐξακέονται ὀπίσσω:
Iliad 9.505: ἣ δ`’ ἄτη, σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
Commented on by msA 9.475, msAil 9.491, msAim 9.479
Iliad 9.494: ἐξ ἐμεῦ. ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ
Commented on by msA 9.469
Iliad 9.512: τῷ ἄτην ἅμ’ ἕπεσθαι. ἵνα βλαφθεὶς ἀποτίσῃ:
Commented on by msAint 9.484
Iliad 9.503: χωλαί τε. ῥυσαί τε. παραβλῶπές τ’ ὀφθαλμών:
Iliad 9.489: ὄψου ἄσαιμι προταμὼν. καὶ οἶνον ἐπισχών:
Commented on by msA 9.468, msAil 9.485
Iliad 9.500: λοιβῇ τε, κνίσῃ τε. παρατρωπῶσ’ ἄνθρωποι
Commented on by msAim 9.478
Iliad 9.490: πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
Commented on by msAil 9.486
Iliad 9.502: καὶ γάρ τε λιταί εἰσι Διὸς . κοῦραι μεγάλοιο:
Commented on by msA 9.472
Iliad 9.497: νηλεὲς ῆτορ ἔχειν: στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοὶ.
Commented on by msAint 9.481, msA 9.471
Iliad 9.501: λισσόμενοι. ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ:
Iliad 9.491: οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ:
Commented on by msAil 9.487
Iliad 9.496: ἀλλ’ Ἀχιλεῦ . δάμασον θυμὸν μέγαν: οὐδέ τι σε χρὴ
Commented on by msA 9.470
Iliad 9.504: αἵ ῥά τε καὶ μετόπισθ’ ἄτης ἀλέγουσι κιοῦσαι:
Commented on by msAint 9.482, msAil 9.490
Iliad 9.495: ποιεύμην. ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς:
Iliad 9.499: καὶ μὲν τοὺς θυέεσσι: καὶ εὐχωλῇ σ’ ἀγανῇσι.
Iliad 9.493: τὰ φρονέων, ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
Commented on by msAil 9.488, msAil 9.489
Iliad 9.513: ἀλλ`’ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
Iliad 9.492: ὡς ἐπὶ σοὶ μάλα πολλ`’ ἔπαθον: καὶ πολλ’ ἐμόγησα.
Commented on by msAim 9.477
Iliad 9.498: τῶν περ καὶ μείζων ἀρετὴ. τιμή τε. βίη τε:
Other texts (25 passages)
Scholia group: msA
msA 9.468: ‡ὄψου ἄσαιμι: ὅτι πᾶν τὸ πρὸς ἐσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοί καὶ ὅτι οὐχ ὑπο χείρον : ἐτράφη ὁ Ἀχιλλεὺς , ἀλλα τὴν ϊατρικὴν μόνον ἐπαιδεύθη ⁑
Comments on 9.489
msA 9.469: ἀλλα σὲ παῖδα: ἐνθάδε ορθοτονητέον ἔμφασις γὰρ δείξεως ⁑
Comments on 9.494
msA 9.470: ἀλλ Αχιλεῦ δάμασον: ἐμφαντικῶς τὸ ἀδάμαστον ἐν έφηνε τοῦ δεσμοῦ καὶ ὁ Ἀγαμέμνων φασὶ δμηθήτω ⁑
Comments on 9.496
msA 9.471: στρεπτὸς δέ τε: εὐμεταστρεπτοι. εὐμεταβλητοι εύπιστοι. ἐν αντίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοὶ τὸ οὐ γὰρ αῖψα θεῶν τρέπεται νόος. λύοιτο δ’ ἂν προσώπῳ ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητὴς φησίν. ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλεώς εἰκότως καὶ τοὺς θεοὺς πείθεσθαι ⁑
Comments on 9.497
msA 9.472: ‡καὶ γάρ τε Λιταί εἰσὶ Διὸς κοῦραι: ἀνειδωλοποιεῖ τὰς Λιτὰς ὡς δαίμονας τινὰς χωλὰς μὲν οὖν αὐτὰς κέκληκεν δια τὸ βραδέως καὶ μόλις προσιέναι. καὶ γόνυ κλίνεις λιτανεύειν τούτους οὓς ἂν προηδικηκότες ῶσιν ⁑
Comments on 9.502
msA 9.473: ῥυσας τε καὶ οιας τρόφους τὰς όψεις ἐπεὶ βραδέως καὶ οὐ γεγηθότι προσῴπῳ οὔτε ὀρθῷ τῷ βλέμματι πρὸς ὁραν δύνανται τοὺς προηδικεμένουυς παρῶν αἰτοῦνται συγγνώμην. Διὸς δὲ αὐτὰς θυγατέρας γενεαλογεῖ ὣστε σεβασμιωτέρας φαίνεσθαι ⁑
Comments on 9.503
msA 9.474: παραβλῶπες, διάστροφοι τοὺς ὀφθαλμούς ἐπειδὴ οἱ ϊκετεύοντες ὑπὲρ τοῦ ἐλεεινοὶ φαίνεσθαι προσίσασιν οἰκτρά τὰ σχήματα αὐτῶν καὶ τὰς θέας ἔχοντες προπερισπαστέον δὲ ὁμοίως τὸ τυφλῶπες, ἀπο γὰρ ὀξυνομένης εὐθείας ἐγενετο τῆς παραβλώψ τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα ὥσπερ τὸ ἑλίκωπες καὶ Κύκλωπες περὶ ῶν ἐντελέστερον λεγεται ἐν τοῖς Περὶ Σχημάτων ⁑
Comments on 9.503
msA 9.475: ἀρτίπος: ὁ τοὺς πόδας ὁλόκληρος πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τ//ῷ ἀλλόπος καὶ τρίπος
Comments on 9.505
msA 9.476: τὸν δὲ μέγ’ ὤνησαν: ὅτι περισσὸς ὁ δὲ σύνδεσμος δι ὃ οὐ δεῖ συγνεγκλίνειν τῷ ἄρθρω τῷ συνδ ⁑
Comments on 9.509
Scholia group: msAim
msAim 9.477: Ἀρίσταρχ πολλὰ πάθον καὶ πολλὰ μό´γησα :
Comments on 9.492
msAim 9.478: ἐν αλλω λοίβης τε κνίσης τε ⁑
Comments on 9.500
msAim 9.479: οτ ούνεκα: αντ τούνεκα:
Comments on 9.505
msAim 9.480: οτ Ζηνοδ γράφεται ὅτι φθανέει :
Comments on 9.506
Scholia group: msAint
msAint 9.481: εὐμετάστρεπτοι καὶ ΐλαοι τοῖς μετανοοῦσι ⁑
Comments on 9.497
msAint 9.482: τῶν ανων δηλονότι ἀλέγουσι φροντίζουσιν ἵνα ϊάσονται τα υπ τῆς Ατ γινομε ⁑
Comments on 9.504
msAint 9.483: Αρισταρχ εὐχομένοιο ⁑
Comments on 9.509
msAint 9.484: γράφεται ἀποτίνῃ
Comments on 9.512
Scholia group: msAil
msAil 9.485: προσφαγίου
Comments on 9.489
msAil 9.486: κατέβρεξας
Comments on 9.490
msAil 9.487: εν τῇ χαλεπῇ παιδοτροφία
Comments on 9.491
msAil 9.488: διό τι μοι ὴ ἐπειδὴ
Comments on 9.493
msAil 9.489: λέσσαν:
Comments on 9.493
msAil 9.490: μετα τὸ βλεβῆναι τινά:
Comments on 9.504
msAil 9.491: ισχυρά
Comments on 9.505
msAil 9.492: εκτατεον δια τὸ μέτρον:
Comments on 9.506
previous | next |
---|---|
msA 121r | msA 122r |