Venetus A (Marciana 454 = 822), folio 122, recto
previous | next |
---|---|
msA 121v | msA 122v |
Iliad text (25 lines)
Iliad 9.536: οἴῃ δ’ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο:
Iliad 9.534: χωσαμένη: ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλῳῆς
Commented on by msAint 9.512, msAil 9.516
Iliad 9.535: Οἰνεὺς ἐρξ’: ἄλλοι δὲ θεοὶ δαίνυνθ’ ἑκατόμβας:
Commented on by msA 9.501, msAil 9.517, msAil 9.518
Iliad 9.533: καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε.
Iliad 9.538: ἣ δὲ χολωσαμένη δῖον γένος ἰ̈οχέαιρα.
Iliad 9.528: ὡς ἦν: ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι:
Iliad 9.537: ἢ λάθετ’. ἠ οὐκ ἐνόησεν: ἀά̄σατο δὲ μέγα θυμῷ.
Iliad 9.532: Κουρῆτες δὲ, διαπραθέειν μεμαῶτες Ἄρηϊ :
Commented on by msA 9.500
Iliad 9.527: μέμνημαι: τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
Commented on by msA 9.504, msAim 9.508
Iliad 9.531: Αἰτωλοὶ μὲν. ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς.
Iliad 9.529: Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
Commented on by msA 9.499
Iliad 9.526: δωρητοί τε πέλοντο παράρητοί τ’ ἐπέεσσι:
Commented on by msA 9.496, msAil 9.513, msAil 9.514
Iliad 9.530: ἀμφὶ πόλιν Καλυδῶνα : καὶ ἀλλήλους ἐνάριζον:
Commented on by msAil 9.515
Iliad 9.523: μὴ δὲ πόδας: πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι:
Commented on by msAint 9.511
Iliad 9.520: ἄνδρας δὲ λίσσεσθαι ἐπιπροἕηκεν ἀρίστους
Commented on by msA 9.494
Iliad 9.522: φίλτατοι Ἀργείων : τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
Commented on by msA 9.495
Iliad 9.525: ἡρώων. ὅτε κέν τιν’ ἐπιζάφελος χόλος ί̄̈κοι:
Iliad 9.521: κρινάμενος κατα λαὸν Ἀχαιϊκὸν . οἵ τε σοὶ αὐτῷ
Iliad 9.519: νῦν δ’ ἅμα τ’ αὐτίκα πολλὰ διδοῖ. τά δ’ ὄπισθεν ὑπέστη:
Iliad 9.524: οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
Iliad 9.518: Ἀργείοισιν ἀμυνέμεναι. χατέουσί περ ἔμπης:
Iliad 9.517: οὐκ ὰν ἔγωγέ σε, μῆνιν ἀπορρίψαντα: κελοίμην
Iliad 9.515: εἰ μὲν γὰρ μὴ δῶρα φέροι. τὰ δ’ ὄπισθ’ ὀνομάζοι
Commented on by msAim 9.507
Iliad 9.516: Ἀτρείδης ἀλλ’ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι.
Commented on by msAint 9.509, msA 9.493
Iliad 9.514: τιμὴν. ἥ τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν:
Other texts (26 passages)
Scholia group: msA
msA 9.493: ‡ ἐπιζαφελῶς. ὡς χαλεπῶς : παρέλκει δὲ πάλιν ἡ ἐπὶ, ἐχθρ δὲ εἰ παρα τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρυτόνως εἰ καὶ ἐκεῖνο κατ ὀξὺν προφέρεσθαι τόνον. ἀλλα μήποτε τὸ μὲν ζαφελος προπαροξύνεται λόγῳ τούτῳ ὡς τὰ εἰς ος λήγοντα συγκείμενα παρα τὸ ζα προπαροξύνεται, ζάθεος ζάκοτος οὕτως ζάφελος τὸ δε ζαφελῶς περισπᾶται ἐπεὶ τὰ δια τοῦ λῶς ἐπιρρηματα παραληγόμενα τὸ ε ὡς ἐπι τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς ἐπιμελῶς οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε: πρόσκειται ὡς ἐπι τὸ πλεῖστον δια τὸ εὐτραπέλως ἰ̈κέλως ⁑
Comments on 9.516
msA 9.494: ἄνδρας δὲ λίσσεσθαι: ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ ὡς ἂν μὴ δὲ χώραν ἔχων πρεσβευτοῦ ⁑
Comments on 9.520
msA 9.495: τῶν μη σύ γε μῦθον ἐλέγξῃς μὴ ἀποδοκιμάσῃς μὴ δὲ ἀποδείξης ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις καὶ μὴ ποιήσης ἐπονειδίστους αὐτοὺς ὡς μὴ πείσαντας ⁑
Comments on 9.522
msA 9.496: δωρητοί τ επέλοντο: ὡς παραμυθητοί καὶ νοητοὶ κατ οξείαν τάσιν ⁑
Comments on 9.526
msA 9.497: ὣς ἢν, τὸ ὡς ἢν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἐξῆς συνάπτεσθαι: ἐὰν δὲ ἐὰν δὲ τοῖς ἄνω συνάπτηται ἔσται μέμνημαι ὡς ἦν ἐὰν δὲ τοῖς ἑξῆς, ἔσται ὑπερβατόν ὡς δὲ ἢν ἐν υμῖν ἐρῷ ⁑
Comments on 9.528
msA 9.498: ὅτι ἡθικῶς καθ υπεξαίρεσιν λέγει ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισιν , οἷον οὐδεὶς ξένος πάρεστι δια τὸ κατ Ἀχιλλέως παραδείγματι χρῆσθαι τῷ κατα τὸν Μελέαγρον ⁑
Comments on 9.528
msA 9.499: Κουρῆτες , οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες πρὸς διαστο τοῦ κούρητες Ἀχαιῶν οὐκ εχρῆν δέ καθ ὅτι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπερ μίαν συλλαβὴν ὀξύνεσθαι: ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ Κουρῆτες ἐν τῇ Κλίσει τῶν ὀνομάτων ⁑
Comments on 9.529
msA 9.500: Κουρῆτες οἱ ἐν Πλευρῶνι οἰκοῦντες πόλει τῆς Αἰτωλίας , ὠνομάσθησαν δὲ οὕτως παρα τὸ μὴ κείρεσθαι τὰς κάρας ⁑
Comments on 9.532
msA 9.501: Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἑτησίων καρπῶν τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν, ἡ δε θεὸς ὀργισθεῖσα μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν ὃς οὐ μόνον τὴν χώραν ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρεν: Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπι τούτων Μελέαγρος δὲ ὁ Οἰνεως πρῶτος ἐπιτυχὼν. γέρας, τοῦ συὸς ἀκροθίνια λαβῶν τὴν κεφαλὴν καὶ τὸ δερος Ἀταλάντη δι έρωτα δωρεῖται, καὶ γὰρ αύτη συνεξῆλθεν αὐτοῖς ἐπι κυνηγία οἱ δὲ Θεστίου μὲν παῖδες αδελφοὶ δὲ τῆς Μελεαγρου μρς Ἀλθαίας ὀργίλω ἐπι τούτῳ διατεθέντες ἐπεβούλευον τῷ Μελεάγρῳ ὁ δὲ προγνοὺς οὓς μὲν ἀπέκτεινεν: οὓς δὲ εἰς φυγην τραπῆναι παρεσκεύασεν, δι ὅ περ οἱ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστρατευσαν, Μελέαγρος δὲ καταρχὰς τῇ μρι μηνιῶν οὐκ εβοήθει τῇ πρι : πορθούμεν’ δὲ ἤδη τῆς πο πεισθεὶς ὑπο Κλεοπάτρας τῆς γυναικός προελθὼν, οὓς δὲ διώκων ἠνάγκαζεν εκεῖσε κατα κρημνον ἐρεχθῆναι Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ τὴν υπ μοιρῶν δεδομένην δᾶδα κατέφλεξεν, ἢν δὲ πεπρωμένον ἐκείνης ἐκκαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν, φθαρεντος δὲ τοῦ παιδὸς, Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ ⁑
Comments on 9.535
msA 9.502: Αἰτωλοί : οἱ Καλυδώνιοι ἐπεὶ καὶ οἱ Κουρῆτες Αἰτωλοι ὑπῆρχον ἐμφυλίου ὄντος τοῦ πολέμου, ἡ οῦν Καλυδὼν πρώτη πο τῆς Αἰτωλίας τῆς μέσης συλλαβῆς περισπωμένως, οἱ τὴν Πλευρῶνα κατοικοῦντες Κουρητέστες ἐμάχοντο, τῆς δ’ αὐτῆς συλλαβῆς βαρυτονουμενοι οἱ νεανίαι, ἅμα δ’ ἄλλοις ἦσαν Κούρητες Ἀχαιῶν ⁑
Comments on 9.531
msA 9.503: Αἰτωλοὶ μὲν ἀμυνόμενοι, ἡ διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. καὶ ὅτι λείπει ἡ περι περι Καλυδῶνος ⁑
Comments on 9.531
msA 9.504: μέμνημαι τόδε ἔργον: ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπιπέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι οἱ δὲ Κουρῆτες τοῖς Τρωσίν : ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῶ νῦν μὲν, δεήσεσι μὴ πειθομένων, δι ἀνάγκην δὲ ἴσως βοηθήσοντι δια τὰς ναῦς ⁑
Comments on 9.527
msA 9.505: ἢ λάθετ’, ἐλάθετο ἐκὼν παρεπέμψατο οὐκ ενόησεν οὐκ έλαβεν εἰς νοῦν, ἡ διπλῆ δὲ ὅτι Ζηνόδοτος γράφει ἐκλάθετ’ οὐδ’ ἐνόησεν , ὥστε τὸ αὐτὸ δεῖ λογίζεσθαι, οὐκ ενόησεν δὲ ὅτι διαφέρει: τὸ μὲν γὰρ ἐλάθετο ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ ενόησεν . οὐδὲ τὴν ἀρχὴν κατ νοῦν ἔσχεν ⁑
Comments on 9.537
msA 9.506: ἄλλως ἢ λάθετ’ ἢ οὐκ ενόησεν . ἤτοι ἐννοήσας θῦσαι ἐπελάθετο, ἢ οὐδε ὅλως ἐπελάθετο ⁑
Comments on 9.537
Scholia group: msAim
msAim 9.507: λ φέρειν
Comments on 9.515
msAim 9.508: οτ νέον νεωστί:
Comments on 9.527
Scholia group: msAint
msAint 9.509: εὐθὺς δηλον ὅτι περισπωμενως τὸ δὲ ζάφελος ὄνομα βαρύνεται
Comments on 9.516
msAint 9.510: επ δε τῆς προτερας οργῆς οὐ μέμψεως ἄξιος ⁑
Comments on 9.523XXXX
msAint 9.511: μη δε τὴν ἐνθάδε ἄφηξιν :
Comments on 9.523
msAint 9.512: ἑορτὴ ἐπι τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι τῶν καρπῶν ⁑
Comments on 9.534
Scholia group: msAil
msAil 9.513: δώροις πείθωμενοι
Comments on 9.526
msAil 9.514: καὶ λόγοις ὁμοίως πειθόμε
Comments on 9.526
msAil 9.515: ἐφόνευον
Comments on 9.530
msAil 9.516: αὐτῆ
Comments on 9.534
msAil 9.517: ἐπετέλεσας
Comments on 9.535
msAil 9.518: ἔρξε
Comments on 9.535
previous | next |
---|---|
msA 121v | msA 122v |