Venetus A (Marciana 454 = 822), folio 122, verso
previous | next |
---|---|
msA 122r | msA 123r |
Iliad text (25 lines)
Iliad 9.559: τῶν τότε. καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
Iliad 9.554: οἰδάνει ἐν στήθεσσι, νόον πύκα περ φρονεόντων:
Commented on by msAil 9.536, msAim 9.530
Iliad 9.555: ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ.
Commented on by msAil 9.537
Iliad 9.558: Ἴ̈̈̈δεώ θ’. ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν
Commented on by msAil 9.539
Iliad 9.560: Φοίβου Ἀπόλλωνος : καλλισφύρου εἵνεκα νύμφης:
Iliad 9.539: ὦρσεν ἐπὶ χλούνην σῦν ἄγριον ἀργιόδοντα:
Commented on by msAint 9.532, msA 9.519, msAil 9.628
Iliad 9.561: τὴν δὲ τότ’ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
Iliad 9.562: Ἀλκυόνην καλέεσκον ἐπώνυμον: οὕνεκ’ άρ’ αὐτῆς
Commented on by msA 9.527, msA 9.528, msAil 9.540, msAim 9.531
Iliad 9.544: πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρᾱς
Iliad 9.553: ἀλλ`’ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος. ὅς τε καὶ ἄλλων
Iliad 9.556: κεῖτο παρα μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ .
Commented on by msA 9.526
Iliad 9.557: κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνί̄νης
Commented on by msAint 9.533, msAil 9.538
Iliad 9.563: μήτηρ: ἁλκυόνος πολυπενθέος οῖτον ἔχουσα
Commented on by msAil 9.541
Iliad 9.551: τόφρα δὲ Κουρήτεσσι κακῶς, ἦν. οὐδ’ ἐδύναντο
Commented on by msA 9.525
Iliad 9.552: τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες:
Iliad 9.550: ὄφρα μὲν οὖν Μελέαγρος ἄρηϊφίλος πολέμιζε.
Iliad 9.549: Κουρήτων τὲ μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων:
Iliad 9.542: αὐτῇσιν ῥίζῃσι: καὶ αὐτοῖς ἄνθεσι μήλων:
Commented on by msA 9.521
Iliad 9.543: τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος .
Iliad 9.548: ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι
Commented on by msA 9.524
Iliad 9.541: πολλὰ δ’ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ:
Iliad 9.545: καὶ κύνας. οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι.
Commented on by msAext 9.534
Iliad 9.546: τόσσος ἔην. πολλοὺς δὲ πυρῆς ἐπέβησ’ ἀλεγεινῆς:
Iliad 9.547: ἡ δ`’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν.
Iliad 9.540: ὃς κακὰ πολλ`’ έρδεσκεν. ἔθων Οἰνῆος ἀλωήν:
Commented on by msA 9.520, msAil 9.535, msAil 9.629, msAil 9.630, msAim 9.529
Other texts (23 passages)
Scholia group: msA
msA 9.519: ‡ ὦρσεν ἐπι: οἱ μὲν ἀναστρέφουσιν ἵν ᾗ ἐπῶρσεν οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλοὴν ἐνεκλιναν ἵνα γένηται τὸ ἑξῆς ἐπι τὴν χλούνην: οἱ μὲν τὸν ἐν τομίαν, κνώμενοι γὰρ πρὸς ταφῶ τὰ παρατρίβονται καὶ ἀγρίοτεροι γίγνονται, οἱ δὲ τὸν οἱ μὲν τὸν ἐντομίαν: κνώμενοι γὰρ πρὸς τὰ οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα: τὸν γὰρ οἰκοτραφη σίαλόν φησιν : οἱ δὲ τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά: ἄλλοι δὲ τὸν ἐπι Χλούνῃ χωρίῳ οὕτω καλουμένῳ ἐνδιατρίβοντα ⁑
Comments on 9.539
msA 9.520: ὃς κακὰ πολλὰ, Ἀμμώνιος ἐν τῷ Περὶ τῶν ὑπο Πλάτωνος μετενηνεγμένων ἐξ Ομήρου δια τοῦ ξ προφέρεται ἔρεξεν . ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περι καρποὺς ἡμαρτηκότι. ψιλῶς τὸ ἔθων καθ ὅτι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλιφῆς ἥ ἑ μάλιστ’ εἴωθε καὶ ἄλλως τὸ ε προ τοῦ θ οὐ δασύνεται εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ ς σέθεν έθεν τὴν γὰρ ὑπό τινων φερομένην ἔδον παραιτητέον ⁑
Comments on 9.540
msA 9.521: ἄνθεσι μήλων ὅτι μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοὶ οὐχ ὡς ἡμεῖς ἰδικῶς καὶ ὅτι εἴωθεν ἡ σὺν προθ ἐλλείπειν ⁑
Comments on 9.542
msA 9.522: τόσσος ἔην: ὅτι ἐκ τοῦ παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι δια πυρὸς ἔθαπτον ⁑
Comments on 9.546
msA 9.523: πυρῆς ἐπιβῆσ’ ἀντι τοῦ ἀποκτηνας καθῆναι ἐποίησεν ⁑
Comments on 9.546
msA 9.524: ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι, ὡς καὶ τῆς κεφαλῆς τῷ δέρματι προσεχομένης ταῦτα δὲ συνέκειτο δοθῆναι ἀρίστια τὸ πρῶτον βαλόντι τὸν σῦν: λαβὼν δὲ αὐτὰ ὁ Μελέαγρος , ἐδωρήσατο Ἀταλαντι τῇ Ϊάσου Ἀρκάδι τὸ γένος: λοχήσαντες δὲ αὐτὴν οἱ μή Τρωες τοῦ Μελεάγρου ἀφείλαντο τὰ γέρα τῆς κόρης, ἐφ ᾧ οργισθεὶς ὁ Μελέαγρος διεχρήσατο αὐτούς. λυπηθεῖσα ἐπι τοῖς ἀδελφοῖς, Ἀλθαία ἡ τοῦ Μελέαγρου μηρ , κατέφλεξε τὸν ὑπο μοιρῶν αὐτῇ δοθέντα δαλὸν. ὄν τινα συνεκτικὸν τῆς Μελεαγρου ζωῆς. ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος ⁑
Comments on 9.548
msA 9.525: οὐδε δύναντο ἐν τῇ Ἀριστοφάνους , οὐδ’ ἐθέλεσκον καὶ ἔστιν Ὁμηρικόν οὐδ’ ἔθελε προρέειν : οἱ δάνει ἐν στήθεσσι οἰδαίνεσθαι ποιεῖ ὡς μελάνει . καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πάθος οἶδεν ἀλλὰ περὶ γίνεσθαι παραινεῖ καὶ ἡμᾶς μὲν αυτῆς ἐκτρέπει: Ἀχιλλεῖ δὲ συγγινώσκει ⁑
Comments on 9.551
msA 9.526: καλῇ Κλεοπάτρῃ Κλεοπάτρα Ἴδα καὶ Μαρπήσσης τῆς Εὐήνου θυγάτηρ γυνὴ δὲ Μελεάγρου
Comments on 9.556
msA 9.527: Ἀλκυόνην καλέεσκον ἐπώνυμον Κῆϋξ ὁ Φωσφόρου τοῦ ἀστερος, γήμας Ἀλκύονην τὴν Αἰόλου μεγά φρονήσας ἐφ ἑαυτῷ. θεὸς ἐβουλευετο νομίζεσθαι, δι ὅ περ ἥ τε γαμετηον δια παντὸς εκάλει Διά αὐτον κακεῖνος Ἥραν τὴν γυναῖκα, Ζεὺς δὲ ἀγανακτήσας, μετέβαλαν αὐτοὺς εἰς ὄρνεα χωρὶς ἀλλήλων βιοῦντα ἐκλήθη δὲ ἡμεν Ἀλκυόνη ὁ δὲ Κήυξ παρα δὲ τοῖς αἱγιαλοῖς τῆς Ἀλκυόνης τικτούσης συμβαίνει, ἐπελθόντα τὰ κύματα τὰδε ἔγγονα αυτης κατασύρειν: Ζεὺς δὲ θεασάμενος αὐτὴν κλαίουσαν κατελεήσας, ἐπέταξε τοῖς ἀνέμοις. καθ ὸν ἂν καιρὸν ἡ Ἀλκυόνη παρα τὸ ἐν αλὶ κύειν: οἱ οὖν γονεῖς ἀπο τῶν αὐτοῖς συμβεβηκότων τὴν Κλεοπάτραν : οὕτω ἑκάλουν ὡς Μέγαπένθην καὶ Εὐρυσάκη Ὀδυσσέα καὶ Νεοπτόλεμον . οὔπω γὰρ εἰδόθ’ ὁμοιΐου πτολέμοιο ἔκλαιεν οὖν τὸν ἄνδρα Ί̈δαν ὅτι αὐτην ἀνήρπασεν Ἀπόλλων ἠ ἡ μηρ Ἀλθαία ⁑
Comments on 9.562
msA 9.528: ἐπώνυμον: ἀντι τοῦ φερώνυμον καὶ ἀποσυμβεβηκότος οἰκείως κείμενον τὴν Κλεοπάτραν οὖν φησὶ παρωνύμως καὶ Ἀλκυόνην ἑκάλουν δια τὸ τὴν μρά Μάρπησσαν δίκην Ἀλκυόνος κλαῦσαι ὅτε ἀφῃρεῖτο αὐτὴν ὁ Ἀπόλλων ⁑
Comments on 9.562
Scholia group: msAim
msAim 9.529: οτ ἄλλα ἐπ άλλοις ένιοι δὲ πρόρριζα:
Comments on 9.540
msAim 9.530: οτ αντ οἰδάνειν ποιεῖ όμοιον τῷ πάντας μέν ρ’ έλπει αντ ελπίζειν ποιεῖ ⁑
Comments on 9.554
msAim 9.531: οτ οὐ τὴν Μάρπησαν αλλα τὴν Κλεοπάτραν ⁑
Comments on 9.562
Scholia group: msAint
msAint 9.532: οτ οἱ Γλωσσογραφοι τὸ έθ ἀποδιδόασιν βλάπτων ἔστι δὲ ἐξ έθους επιφοιτῶν ⁑
Comments on 9.539
msAint 9.533: τῆς ενὶ μυ θυγχηρος ⁑
Comments on 9.557
Scholia group: msAext
msAext 9.534: γὰρ κ’ ἐδα
Comments on 9.545
Scholia group: msAil
msAil 9.535: εξ έθους κατα τρέχων καὶ βλάπτων
Comments on 9.540
msAil 9.536: εῖς ύψος αίρεσθαι ποιεῖ ⁑
Comments on 9.554
msAil 9.537: μηρ Μελεάγρου
Comments on 9.555
msAil 9.538: Άρεως παῖς:
Comments on 9.557
msAil 9.539: τοῦ ϊδοῦ
Comments on 9.558
msAil 9.540: αντι τοῦ φερώνυμον ⁑
Comments on 9.562
msAil 9.541: συμφορας
Comments on 9.563
previous | next |
---|---|
msA 122r | msA 123r |