Venetus A (Marciana 454 = 822), folio 123, recto
previous | next |
---|---|
msA 122v | msA 123v |
Iliad text (25 lines)
Iliad 9.586: οἵ, οἱ, κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων:
Commented on by msA 9.554, msAil 9.574
Iliad 9.587: ἀλλ`’ οὐδ’ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον:
Iliad 9.578: ἔνθά μιν ἤνωγον. τέμενος περικαλλὲς ἑλέσθαι
Commented on by msAim 9.562
Iliad 9.588: πρίν γ’ ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο: τοὶ δ’ ἐπὶ πύργων
Commented on by msAil 9.575
Iliad 9.584: πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μηρ
Commented on by msA 9.553, msAim 9.563
Iliad 9.567: πόλλ`’ ἀχέουσ’ ἠρᾶτο κασιγνήτοιο φόνοιο:
Commented on by msAint 9.565, msA 9.542, msAim 9.558
Iliad 9.575: Αἰτωλῶν : πέμπον δὲ θεῶν ἱ̈ερῆας ἀρίστους
Commented on by msA 9.548
Iliad 9.582: οὐδοῦ ἒπ’ ἐμβεβαὼς ὑψηρεφέος θαλάμοιο,
Commented on by msA 9.555
Iliad 9.571: παιδὶ δόμεν θάνατον: τῆς δ’ ἠεροφοῖτις Ἐρῑνὺς
Commented on by msA 9.545, msA 9.693, msA 9.546, msAil 9.570, msAim 9.560
Iliad 9.583: σείων κολλητὰς σανίδας: γουνούμενος υἱόν:
Commented on by msA 9.552
Iliad 9.568: πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοίᾱ
Commented on by msA 9.543, msA 9.547, msAim 9.559
Iliad 9.572: ἔκλυεν ἐξ Ερέβεσφιν . ἀμείλιχον ῆτορ ἔχουσα:
Commented on by msAil 9.571, msAil 9.572
Iliad 9.569: κικλήσκουσ’ Ἀΐδην καὶ ἐπαινὴν. Περσεφόνειαν :
Commented on by msA 9.544, msAil 9.568
Iliad 9.570: πρόχνυ καθεζομένη: δεύοντο δὲ δάκρυσι κόλποι.
Commented on by msAil 9.569
Iliad 9.573: τῶν δὲ τάχ’ ἀμφι πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει:
Commented on by msAint 9.566
Iliad 9.574: πύ´ργων βαλλομένων: τὸν δὲ λίσσοντο γέροντες:
Commented on by msAim 9.561
Iliad 9.585: ἐλλίσσονθ’. ὁ δὲ μᾶλλον ἀναίνετο. πολλὰ δ’ ἑταῖροι,
Iliad 9.564: κλαῖ’: ὅ τε μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων :
Commented on by msAint 9.564, msAil 9.567, msAim 9.556
Iliad 9.566: ἐξ ἀρέων μητρὸς κεχολωμένος. ἥ ῥα θεοῖσι
Iliad 9.576: ἐξελθεῖν καὶ ἀμῦναι: ὑποσχόμενοι μέγα δῶρον:
Commented on by msA 9.549
Iliad 9.577: ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς.
Iliad 9.565: τῇ ὅ γε παρκατέλεκτο: χόλον θυμαλγέα πέσσων.
Commented on by msAim 9.557
Iliad 9.579: πεντηκοντόγυον: τὸ μὲν ἥμισυ οἰνοπέδοιο.
Commented on by msA 9.550
Iliad 9.580: ἥμισυ δὲ ψιλὴν άροσιν πεδίοιο ταμέσθαι:
Commented on by msA 9.551, msAil 9.573
Iliad 9.581: πολλὰ δέ μιν. λιτάνευε γέρων ἱ̈ππηλάτα Οἰνεὺς
Other texts (34 passages)
Scholia group: msA
msA 9.542: ‡κασιγνήτοιο φόνοιο, ὡς Ἀδμήτοιο : τινὲς δὲ προπερισπῶσιν ὡς λευκοῖο ἵνα γένηται κασιγνητικοῦ: ἡ γὰρ Ἀλθαία φησὶν οὐχ ἕνα εῖχεν ἀδελφὸν: δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἐνικὸν ἰσοδυναμεῖν τοῦ κασιγνητικοῦ, ἀδελφοὶ δὲ Ἀλθαίας Ί̈φικλος Πολυφάντης Φάνης Εὐρύπυλος Πλήξιππος ⁑
Comments on 9.567
msA 9.543: πολλὰ δὲ καὶ γαὶαν: ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρουον ⁑
Comments on 9.568
msA 9.544: κικλήσκουσ’ Ἀΐδην : ὅτι ἐπικαλεῖται μὲν τὸν Άδην καὶ τὴν Περσεφόνην ὑπακούουσι δὲ αἱ Ερινύες ὡς ὑπηρέτιδες ⁑
Comments on 9.569
msA 9.545: παιδὶ δόμεν θάνατον τῆς δ’ ἱεροφοῖτις Ἐρινύς : ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπακούουσι καὶ οὐ μάχεται τὸ κικλήσκουσ’ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν :ἠεροφοῖτις δὲ ἡ ἐν τῷ σκότῳ φοιτῶσα αἱ πυναὶ γὰρ ἀπροοράτως ἄρχονται:
Comments on 9.571
msA 9.546: Ἐρινύς, παρ το ἐν τῇ έρα ναίειν καὶ οἰκεῖν ὅ ἐστι τῇ γῇ καταχθονία γὰρ ἡ δαίμων: ἠ οἰονεῖ ἀρανύς τις οὖσα ἡ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελοῦσα ⁑
Comments on 9.571
msA 9.547: χερσὶν αλοία ταῖς χερσὶν ἔπληττεν ὅθεν καὶ πατραλοίας ὁ τὸν πρα τύπτῶν εὔχονται δὲ οἱ ήρωες: τοῖς μὲν οὐνίοις θεοῖς, ἄνω τας χείρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος . τοῖς δὲ θαλασσιοις πολλὰ δὲ μρι φίλη ἡρήσατο χείρας ὁρεγνῦς εἰς θάλασσαν δῆλον ὅτι τοῖς κατχθονίοις δὲ κόπτοντες τὴν γῆν ὡς ἐνθάδε φησίν ⁑
Comments on 9.568
msA 9.548: Αἰτωλῶν : ὅτι ἐντεῦθεν Σοφοκλῆς ἐν τῷ Μελεάγρῳ τὸν χωρὸν ἀπο ϊερέων παρήγαγεν:
Comments on 9.575
msA 9.549: ἐξελθεῖν καὶ ἀμῦναι: βραχ διασταλτ ἐπι τὸ ἀμῦναι : στικτέον δὲ κατα τὸ τέλος τοῦ στίχου: ἀπο αλλης δὲ ἀρχῆς ὁππόθι πιότατον καὶ ὑποστικτέον ἐπι τὸ εραννῆς :
Comments on 9.576
msA 9.550: πεντηκοντόγυον: πεντήκοντα πλέθρων: γύη γὰρ μέτρον γῆς οἱ δὲ πεντήκοντα ζευγῶν ⁑
Comments on 9.579
msA 9.551: ἥμισυ δε ψιλην. δια τοῦ ς ψιλῆς γῆς οὕτως αἱ Ἀριστάρχου . δῆλον δὲ ὅτι ἐλλείπει ἡ ης ἵν’ ᾖ εἰς ἄροσιν ⁑
Comments on 9.580
msA 9.552: σείων: πράως κινῶν δια τὸ γῆρας, ἡ δια τὸ ἐπικίνδυνον ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος κολλητὰς δὲ σανίδας , περιφραστικῶς τὰς θύρας ἀπὸ τοῦ καλῶς συνηρμόσθαι ⁑
Comments on 9.583
msA 9.553: πολλὰ δὲ τόν δε κασίγνηται κατα τὸ θηλυκὸν κασίγνηται αἱ Ἀριστάρχου ἔχει δὲ λόγον καὶ ἡ δια τοῦ ο , κατα γὰρ Ὅμηρον πλείους εἰσὶν ἀδελφοὶ, τῷ Μελεάγρῳ οὐ γαρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ ὰρ ἔτ’ αὐτὸς ἔη θάνε δὲ ξανθὸς Μελέαγρος . καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς ἀδελφὰς ἀκουστέον Γὸργην καὶ Δηϊάνειραν ⁑
Comments on 9.584
msA 9.554: οἵ οἱ κεδνότατοι: ὅτι σωφρονέστατοι. ὁ δε Σιμωνίδης κεδνοὺς τοὺς φίλους ⁑
Comments on 9.586
msA 9.555: οὐδοῦ ἐπ’ ἐμβεβαώς: εἴτε ἓν μέρος λόγου ἐπεμβεβαῶς , ὡς ἐμμεμαώς εἴτε τῇ ὀδοῦ γενικῇ συνάπτεται. οὐ δύναται ἀναστρέφεσθαι συνείληπται γάρ ⁑
Comments on 9.582
Scholia group: msAim
msAim 9.556: γράφεται ανήρπα
Comments on 9.564
msAim 9.557: πεπαίνων παρηγορῶν συνέχων:
Comments on 9.565
msAim 9.558: οτ ελλείπει ἡ περὶ δύναται δὲ καὶ ενος καὶ πλειόνων ἀδελφῶν
Comments on 9.567
msAim 9.559: ταῖς χερσίν ἔπλοτυταν
Comments on 9.568
msAim 9.560: γράφεται καὶ ἱεροφοιτος ἡ δια τοῦ σκότους ερχομένου:
Comments on 9.571
msAim 9.561: ουτ Αρισταρχ ἐλίσσοντο δι ενος λ
Comments on 9.574
msAim 9.562: οτ συντελικως ελέσθαι:
Comments on 9.578
msAim 9.563: ουτ κασίγνηται θηλυκως: ἔχει δὲ λόγον καὶ ἡ δια τοῦ ο ⁑
Comments on 9.584
Scholia group: msAint
msAint 9.564: Αρισταρχ κλαιε ὅ μιν ὅτι αυτήν:
Comments on 9.564
msAint 9.565: ουτ Ἄρισταρχ τοῦ αδελφικοῦ
Comments on 9.567
msAint 9.566: δοῦπος πα τὸ δέος ἐμποιεῖν ⁑
Comments on 9.573
Scholia group: msAil
msAil 9.567: ουτ Ζηνοδ χρονικως
Comments on 9.564
msAil 9.568: φοβερὰν
Comments on 9.569
msAil 9.569: εκγόντα
Comments on 9.570
msAil 9.570: ἀόρατος
Comments on 9.571
msAil 9.571: ἐκ τοῦ σκότους
Comments on 9.572
msAil 9.572: απεινὸς σκηλος
Comments on 9.572
msAil 9.573: τήν άδενδρον χωραν:
Comments on 9.580
msAil 9.574: πρὸς φιλέστατοι:
Comments on 9.586
msAil 9.575: συχνῶς ὲπιμελῶς:
Comments on 9.588
previous | next |
---|---|
msA 122v | msA 123v |