Venetus A (Marciana 454 = 822), folio 123, verso
previous | next |
---|---|
msA 123r | msA 124r |
Iliad text (25 lines)
Iliad 9.601: ἐνταῦθα τρέψειε φίλος: χαλεπὸν δέ κεν εἴη
Commented on by msAil 9.594, msAim 9.584
Iliad 9.602: νηυσὶν καιομένῃσιν ἀμυνέμεν: ἀλλ’ ἐπι δώροις
Commented on by msAext 9.589, msAim 9.585
Iliad 9.603: ἔρχεο: ἶ̈σον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί :
Iliad 9.613: Ἀτρείδῃ ἥρωϊ φέρων χάριν: οὐδέ τί σε χρὴ
Iliad 9.612: μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων.
Commented on by msA 9.582, msAim 9.587
Iliad 9.600: ἀλλὰ σὺ, μή μοι ταῦτα νόει φρεσί: μὴ δέ σε δαίμων
Iliad 9.604: εἰ δέ κ’ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς.
Iliad 9.609: ἥ μ’ ἕξει παρα νηυσὶ κορωνίσιν. εἰς ὅ κ’ ἀϋτμὴ
Commented on by msAint 9.588, msAil 9.595
Iliad 9.610: ἐν στήθεσσι μένῃ: καί μοι φίλα γούνατ’ ὀρῴρῃ.
Iliad 9.611: ἄλλο δέ τοι ἐρέω: σὺ δ’ ἐνι φρεσὶ βάλλεο σῇσι.
Iliad 9.592: κήδε’. ὅσ’ ἀνθρώποισι πέλει. τῶν ἄστυ ἁλώῃ:
Commented on by msAil 9.591, msAil 9.592
Iliad 9.593: ἄνδρας μὲν κτείνουσι. πόλιν δέ τε πῦρ ἀμαθύνει:
Commented on by msA 9.577, msAil 9.593
Iliad 9.599: πολλά τε καὶ χαρίεντα: κακὸν δ’ ἤμυνε καὶ αὕτως:
Iliad 9.606: Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :
Iliad 9.608: χρεὼ τιμῆς: φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ.
Iliad 9.591: λίσσετ’ ὀδυρομένη: καί οἱ κατέλεξεν ἅπαντα
Iliad 9.598: εἴξᾱς ᾧ θυμῷ: τῷ δ’ οὐκέτι δῶρ’ ἐτέλεσσαν
Commented on by msA 9.578
Iliad 9.589: βαῖνον Κουρῆτες . καὶ ἐνέπρηθον μέγα ἄστυ.
Commented on by msAil 9.590
Iliad 9.605: οὐκ’ έθ’ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών:
Iliad 9.607: Φοῖνιξ . ἄττα: γεραιὲ. διοτρεφὲς: οὔ τι με ταύτης
Commented on by msAim 9.586
Iliad 9.590: καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
Commented on by msA 9.576
Iliad 9.595: τοῦ δ’ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ έργα:
Iliad 9.596: βῆ δ’ ϊέναι: χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα:
Iliad 9.597: ὡς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
Iliad 9.594: τέκνα δέ τ’ ἄλλοι ἄγουσι. βαθυζώνους τε γυναῖκας:
Commented on by msAim 9.583
Other texts (21 passages)
Scholia group: msA
msA 9.576: ‡καὶ τότε δὴ Μελέαγρον , καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ μόνη πείθεσθαι, ἢ ὅτι ὁ καιρὸς ἢν ὁ πείθων οὐχ ὁ ὄνειρος ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον. οὐ γὰρ ἐρωτικοῖς ἐχρήσατο ῥήμασι καὶ πεφθέντος τοῦ θυμοῦ παρακαλεῖ ⁑
Comments on 9.590
msA 9.577: ἄνδρας μὲν κτείνουσι πόλιν δέ τε πῦρ ἀμαθύνει: ὅτι ἄμαθον ποιεῖ, οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν: ὁ δὲ Αισχυ επὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε περι τοῦ Ἀκταίωνος λέγων κύνες διημάθυνον ἄνδρα δεσπότην ⁑
Comments on 9.593
msA 9.578: ‡εἴξας ᾧ θυμῷ. ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλα τῇ ἐπιθυμίᾳ ὑποχωρήσας ἀντι τοῦ οὐκ αντιταξάμενος ⁑
Comments on 9.598
msA 9.579: οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι: ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς ἵν’ ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντι τοῦ τιμῆς μεθέξεις. καὶ ὁ Ἀχιλλεὺς ἀποκρινόμενός φησιν, οὔ τι με ταύτης χρεὼ τιμῆς ἀντι τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος τιμήν καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις ⁑
Comments on 9.605
msA 9.580: τιμῆς ἔσεαι: τιμηθήση ἠ τίμιος ἔση τινες τὸ τιμῆς δια τοῦ ϊ γράφουσιν ἀπο γὰρ τοῦ τιμήεις: οὕτως καὶ τὴν αἱτιατικὴν εἶπεν καὶ χρυσὸν τιμῆντα καίτοι λογος ἐστιν ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῆ τελευταίᾳ δύο ἔχουσα φωνήεντα, ταῦτα ἐκφωνεῖ χωρὶς τοῦ Θρᾶξ : οὐκ επείσθη δὲ ἡ παράδοσις Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ϊ οὐχ υγιῶς δὲ γενικὴν ἐκδεχεται λειπούσης φράσεως τιμῆς γάρ φησίν ἄξιος ἔσῃ: ὁ δε Χαῖρις βοηθῶν αὐτῷ φησιν ὅτι ἐπιφέρει οὔ τι με ταύτης χρεῶ τιμῆς ⁑
Comments on 9.605
msA 9.581: ἀλαλκων: ὀξυτονητέον: δευτέρου γὰρ ἀορίστου ἐστίν ὡς ἀγαγών καὶ ἀγαγεῖν οὕτως καὶ ἀλαλκών καὶ ἀλαλκεῖν ⁑
Comments on 9.605
msA 9.582: ὀδυρόμενος καὶ ἀχεύων: ὅτι Ζηνόδοτος γράφει ὀδυρόμενος κινυρίζων οἷον θρηνῶν: ἔστιν δὲ οὐχ Ὁμηρικὸν καὶ παρα τὸ πρόσωπον. Ἀρίσταρχος δὲ μή μοι σύγχει θυμὸν ἐνι στήθεσσι ⁑
Comments on 9.612
Scholia group: msAim
msAim 9.583: οτ Ζηνόδοτ γράφεται τέκνα δὲ δηιοι άγουσι ⁑
Comments on 9.594
msAim 9.584: γράφεται κάκιον
Comments on 9.601
msAim 9.585: Ἀρισταρχ ἐπι δώρων ὅ εστ μετ δώρων ⁑
Comments on 9.602
msAim 9.586: οτ τὸ ἄττα πρὸς φώνησίς ἐστι πρὸς τροφέα ἀμετάφραστος ⁑
Comments on 9.607
msAim 9.587: Ἀρισταρχ ενι στηθεσσιν ἀχεύων ⁑
Comments on 9.612
Scholia group: msAint
msAint 9.588: ἀπόμαχ δηλοντ
Comments on 9.609
Scholia group: msAext
msAext 9.589: αλλι επι δώρων
Comments on 9.602
Scholia group: msAil
msAil 9.590: έκαιον:
Comments on 9.589
msAil 9.591: κακὰ
Comments on 9.592
msAil 9.592: πορθηθείη
Comments on 9.592
msAil 9.593: κατ μικρον δαπανᾶ
Comments on 9.593
msAil 9.594: Ἀττικως φίλος
Comments on 9.601
msAil 9.595: ζωη
Comments on 9.609
Scholia group: msAext
msAext 9.695: σλῴν
Comments on 9.
previous | next |
---|---|
msA 123r | msA 124r |