Venetus A (Marciana 454 = 822), folio 124, recto
previous | next |
---|---|
msA 123v | msA 124v |
Iliad text (25 lines)
Iliad 9.638: οἴης: νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ’ ἀρίστας:
Commented on by msA 9.601
Iliad 9.637: θυμὸν ἐνι στήθεσσι θεοὶ θέσαν: εἵνεκα κούρης
Iliad 9.636: ποινὴν δεξαμένῳ: σοὶ δ’ ἄλληκτόν τε κακόν τε
Iliad 9.635: τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
Iliad 9.632: νηλής: καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
Commented on by msA 9.600, msAil 9.612, msAil 9.613, msAim 9.603
Iliad 9.633: ποινὴν. ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος:
Commented on by msAil 9.614, msAim 9.615
Iliad 9.634: καί ῥ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας:
Iliad 9.631: τῆς: ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων:
Commented on by msAil 9.611
Iliad 9.628: οἵ που νῦν έαται ποτιδέγμενοι: αὐτὰρ Ἀχιλλεὺς
Iliad 9.629: ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν.
Iliad 9.630: σχέτλιος,: οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
Iliad 9.627: χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα:
Iliad 9.623: ἀντίθεος Τελαμωνιάδης μετα μῦθον ἔειπε:
Iliad 9.624: διογενὲς: Λαερτιάδη : πολυμήχαν’ Ὀδυσσεῦ :
Iliad 9.625: ἴ̈ομεν: οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
Commented on by msAil 9.609
Iliad 9.626: τῇδέ γ’ ὁδῷ κρανέεσθαι: ἀπαγγεῖλαι δὲ τάχιστα
Commented on by msAil 9.610
Iliad 9.619: φρασσόμεθ’. ἦ κε, νεώμεθ’ ἐφ’ ἡμέτερ’, ἠ ὲ μένωμεν:
Commented on by msAint 9.604
Iliad 9.620: Η̃: καὶ Πατρόκλῳ ὅ γ’ ἐπ’ ὀφρύσι, νεῦσε σιωπῇ
Iliad 9.621: Φοίνικι στορέσαι πυκινὸν λέχος: ὄφρα τάχιστα
Commented on by msAil 9.607, msAim 9.602
Iliad 9.622: ἐκ κλισίης. νόστοιο μεδοίατο: τοῖσι δ’ ὰρ’ Αἴᾱς
Commented on by msA 9.599, msAil 9.608
Iliad 9.617: οὗτοι δ’ ἀγγελέουσι: σὺ δ’ αὐτόθι λέξεο μίμνων
Commented on by msA 9.598
Iliad 9.618: εὐνῇ ἐνι μαλακῇ: ἅμα δ’ ἠοῖ φαινομένηφι
Iliad 9.616: ἶ̈σον ἐμοὶ βασίλευε: καὶ ήμισυ μείρεο τιμῆς:
Commented on by msA 9.597, msAil 9.606
Iliad 9.615: καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κέ με κήδῃ:
Commented on by msAil 9.605
Iliad 9.614: τὸν φιλέειν: ἵνα μή μοι ἀπέχθηαι φιλέοντι:
Commented on by msA 9.596
Other texts (20 passages)
Scholia group: msA
msA 9.596: ἵνα μή μοι: ὁ Ἀσκαλωνίτης ἀναγινώσκει ἵνα μὴ μοὶ τὰς δύο βαρυτόνως οἷον ἵνα μὴ ἐμοὶ κατ ορθὴν τάσιν συγκριτικὴ γάρ ἐστι φησὶν ὡς πρὸς τὸν Ἀγαμέμνονα καὶ ὑγιῶς φησὶν, ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω ἐπὶ τὴν μη τὴν ὀξείαν τιθεῖσα ὁμοίως τῷ μή μοι οἶνον ἄειρε τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε , ἀλλ αποβεβλῆσθαι καὶ ὁμοία ἐστὶν ἡ πλάνη τὸ ἤ μ αν ἄειρε η εγω σε καὶ τὸ τάχα δή με διαρραίσουσι καὶ αὐτὸν εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι ἀλλα τὸ μὴ ὁρᾶσθαι κατ αρχὴν τὸ ε οὕτως ἀνέγνωσαν τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς προτοτύποις ἐχρὴν δὲ αὐτοὺς ἐπιγνῶναι. ὅτι κράσις δύναται ἐπακολουθεῖν καὶ οὕτως ῥῶσαι τὴν ὑγιεῖ, ἀνάγνωσιν ⁑
Comments on 9.614
msA 9.597: ἴσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο ὅτι τὸ μείρεο ἀντι τοῦ μερίζῳ προς Ζηνοδοτ μεταγράφοντα ὁππότε μειρόμενος μέγα δ’ ἔστενεν ἀντι τοῦ μέγ’ ἐγήθεεν ἵν’ ᾖ στερισκόμενος τῆς στρατείας οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντι τοῦ στερίσκεσθαι ἀλλ’ ἀντι τοῦ μερίζεσθαι ⁑
Comments on 9.616
msA 9.598: οὔτοι δ’ ἀγγελέουσι: δια τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς . ὅτι γνοῦς παρα κεκλῆσθαι αὐτὸν ὑπο Αγαμέμνονος τῇ πρεσβείαι ἐφοβήθη μὴ μετα μείζονος δεήσεως, πάλιν ἐκ πεμφθῆ. καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξει οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν ὅτι ὡς τροφέα αὐτὸν κατεχ ⁑
Comments on 9.617
msA 9.599: ἐκ κλισίης νόστοιο: ὅτι νόστοιο μεδοίατο λέγει νόστου ἐπιμελοῖντο πάλιν τῆς ἀφ’ ὁδοῦ μνείαν λάβοιεν οἱ περι τὸν οδ ⁑
Comments on 9.622
msA 9.600: νηλής: ὅτι παρεῖται πρόθεσις καὶ πτῶσις ἐνήλλακται ἀντι τοῦ καὶ μέν τίς τε παρὰ κασιγνήτου φονέως: καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος ⁑
Comments on 9.632
msA 9.601: οἴης νῦν δέ τοι ἑπτὰ: ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων ἕξ ἀτὰρ ἑβδομάτη Βρισηΐδαo χωρὶς γάρ εἰσιν αἱ ἑπτά ⁑
Comments on 9.638
Scholia group: msAim
msAim 9.602: τὸ ὄφρα νῦν ἀντι τοῦ ἵνα κειται ⁑
Comments on 9.621
msAim 9.603: Ἀρίσταρχος δια τοῦ γε καὶ μέν τις γε κασιγνήτοιο δὲ κασιγνητικοῦ
Comments on 9.632
Scholia group: msAint
msAint 9.604: οτ οὐδὲν ἐστιν μαχόμενον. ἀλλ’ αἱδεσθεῖς παραπέπεισται ⁑
Comments on 9.619
Scholia group: msAil
msAil 9.605: λυπεῖν βλάπτειν
Comments on 9.615
msAil 9.606: μερίζου
Comments on 9.616
msAil 9.607: πυκνον ἰ̈μάτιον
Comments on 9.621
msAil 9.608: φροντίσῳ
Comments on 9.622
msAil 9.609: τὸ τέλος τοῦ λόγου
Comments on 9.625
msAil 9.610: τελειω θήσεσθαι
Comments on 9.626
msAil 9.611: ᾔ τινι αὐτὸν
Comments on 9.631
msAil 9.612: ἀνηλεής
Comments on 9.632
msAil 9.613: φονοῖο
Comments on 9.632
msAil 9.614: τεθνῃῶτος
Comments on 9.633
Scholia group: msAim
msAim 9.615: δια τοῦ η αἱ Αρισταρχ :
Comments on 9.633
previous | next |
---|---|
msA 123v | msA 124v |