Venetus A (Marciana 454 = 822), folio 125, recto
previous | next |
---|---|
msA 124v | msA 125v |
Iliad text (25 lines)
Iliad 9.688: ὡς ἔφατ’, εἰσὶ καὶ οἷδε τάδ’ εἰπέμεν. οἵ, μοι ἕποντο:
Commented on by msA 9.645, msA 9.646, msAil 9.654
Iliad 9.680: αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
Commented on by msA 9.641, msA 9.693bis
Iliad 9.668: Σκῦρον ἑλὼν αἰπεῖαν. Ἐνυῆος πτολίεθρον:
Commented on by msA 9.638, msAil 9.652, msAil 9.653
Iliad 9.687: χεῖρα ἑὴν ὑπερέσχε. τεθαρσήκασι δὲ λαοί:
Commented on by msAil 9.661
Iliad 9.664: τῷ δ’ ἄρα παρκατέλεκτο γυνὴ. τὴν Λεσβόθεν ἦγε.
Commented on by msA 9.637
Iliad 9.682: αὐτὸς δ’ ἠπείλησεν. ἅμ’ ἠοῖ φαινομένηφι
Commented on by msAint 9.650, msAil 9.658
Iliad 9.685: οἴκαδ’ ἀποπλείειν: ἐπεὶ οὐκέτι δήετε τέκμωρ
Commented on by msAint 9.651, msA 9.643, msAil 9.659, msAil 9.660
Iliad 9.686: Ἰ̈λίου αἰπεινῆς: μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
Commented on by msA 9.644, msAim 9.649
Iliad 9.677: Ἀτρείδη , κύδιστε: ἄναξ ἀνδρῶν Ἀγάμεμνον :
Iliad 9.676: Τὸν δ’ αῦτε προσέειπε πολύτλας. δῖος Ὀδυσσεύς :
Iliad 9.684: καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
Iliad 9.679: πιμπλάνεται μένεος. σὲ δ’ ἀναίνεται. ἠδὲ σὰ δῶρα:
Iliad 9.683: νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν ἀμφιελίσσας:
Iliad 9.667: Ἶ̈φις ἐΰζωνος. τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
Iliad 9.675: ἠ ἀπέειπε. χόλος δ’ έτ’ ἔχει μεγαλήτορα θυμόν:
Commented on by msAil 9.657
Iliad 9.673: εἰπ`’ άγε μ’, ὦ πολύαιν’ Ὀδυσεῦ . μέγα κῦδος Ἀχαιῶν .
Commented on by msA 9.639, msAil 9.656
Iliad 9.681: ὅππως κεν νῆάς τε σόῃς. καὶ λαὸν Ἀχαιῶν :
Commented on by msA 9.642, msAim 9.648
Iliad 9.669: Οἱ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρείδαο γένοντο:
Iliad 9.671: δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδόν. ἔκ τ’ ἐρέοντο:
Commented on by msAil 9.655
Iliad 9.678: κεῖνός γ’ οὐκ ἐθέλει, σβέσσαι χόλον. ἀλλ`’ έτι μᾶλλον
Commented on by msA 9.640
Iliad 9.672: πρῶτος δ’ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
Iliad 9.674: ῆ ρ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
Commented on by msAim 9.647
Iliad 9.665: Φόρβαντος θυγάτηρ. Διομήδη καλλιπάρῃος.
Iliad 9.666: Πάτροκλος δ’ ἑτέρωθεν ἐλέξατο: παρ δ’ άρα καὶ τῷ
Iliad 9.670: τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
Other texts (26 passages)
Scholia group: msA
msA 9.637: ‡τῷ δ’ ἄρα παρκατέλεκτο: ὅτι Ζηνοδοτος γράφει τῷ δε γυνὴ παρέλεκτο Κάειρ’ ἣν Λεσβόθεν ἦγε . πῶς δε δύναται ἡ Καρίνη Λεσβία εῖναι εἰ μη ἄρα ρἡτέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατώκουν ⁑
Comments on 9.664
msA 9.638: Σκῦρον ἑλών. ὅτι δια τούτων καὶ τὴν Σκῦρον πεπολιορκουμενην ὑπο Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. Σκῦρου δὲ ἐστι νῆσος καὶ πολις τῆς νῦν Φρυγίας πρότερον δὲ ηλικίας: μία δὲ τῶν Κυκλάδων ἣν οὐ πορθήσας. ἀλλ’ ειρηνικῶς καταλαβών ἐλαφυραγώγησεν ⁑
Comments on 9.668
msA 9.639: εἴπ’ ἄγε μ’: εν: ήτοι στικτέον κατ τὸ τελος τοῦ στίχου ἵνα ἀφ ετέρας ἀρχῆς ἀναγινώσκωμεν η ρ’ ἐθέλει νήεσσι καὶ ὁ λόγος ῃ πευστικός: ἆρα βούλεται βοηθεῖν . ἢ διασταλτέον ἐπι τὸ Ἀχαιῶν ἵνα ᾗ τοιοῦτος ὁ λόγος: ἄγε εἰπέ μοι, εἰ βούλεται βοηθῆσαι ⁑
Comments on 9.673
msA 9.640: σβέσαι χόλον: πυρώδης γὰρ ὁ θυμός ἐντεῦθεν δὲ καὶ ωρίσαντο οἱ φιλόσοφοι θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ⁑
Comments on 9.678
msA 9.641: αυτόν σε φράζεσθαι: ὁ Ασκαλωνίτης ορθοτονεῖ τὴν σὲ ἐπεί φησὶν ἀεὶ μετὰ τῆς επιταγματικῆς αἱ πρωτότυποι φιλοῦσιν ὀρθοτονεῖσθαι ἐχρῆν δὲ αὐτὸν ἐπι τοῦ πρώτου καὶ δευτέρου προσώπου ορίσασθαι, παραιτήσασθαι δὲ τινα Ὁμηρικὰ ἄλλως ἀνεγνωσμένα δι αιτίαν τινὰ: κελεύετέ μ’ αὐτὸν ἐλέσθαι , εἰ μή τις σ αὐτόν , ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ορθοτονούμεναι οὐχ αἱ μετὰ τὴν αὐτὸς. ἐγκλιτικῶς οὖν ἀναγνωστέον :
Comments on 9.680
msA 9.642: ὅππως κεν νῆάς τε σόῃς: ἐν τῇ ἑτέρα τῶν Ἀρισταρχ δια τοῦ α σαῲς τάχα παρὰ τὸ σαωσέμεν . καὶ ἠὲ σαωθῆναι χρῆται δὲ δὲ καὶ ἐκεῖνο. σῶον δ’ ἀνένευσεν : διχῶς οὖν ⁑
Comments on 9.681
msA 9.643: οἴκαδ’ ἀποπλείειν ὅτι ἀπέστροφε τὸν λόγον οὐ γὰρ εῖπε δήουσιν ἀλλὰ δήετε ⁑
Comments on 9.685
msA 9.644: Ἰλίου αἰπεινῆς, ἡ διπλῆ, ὅτι θηλυκῶς τὴν Ἴλιον ⁑
Comments on 9.686
msA 9.645: ὡς ἔφατ’, εἰσὶ καὶ οἵδε: ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ αὔριον ἢν ἐθέλῃσιν ὅτι καὶ νεώτεροι τοῖς νοήμασι καὶ τῇ συνθέσει πεζότεροι καὶ ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται:
Comments on 9.688
msA 9.646: ὡς ἔφατ’ στικτέον ἐπι τὸ ἔφατο . δύναται δὲ καὶ ὑποστίζεσθαι ἵν ᾗ ὁ λόγος ὡς εἶπεν καὶ οῦτοι μαρτυρήσουσιν: εἰ δὲ ἐπιτετήδευται ἡ ἀνάγνωσις οὐ θαυμαστὸν καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι:
Comments on 9.688
Scholia group: msAim
msAim 9.647: ἐν άλλω ἀμυνόμεναι
Comments on 9.674
msAim 9.648: Ἀρισταρχ σοώς καὶ σάῳς .
Comments on 9.681
msAim 9.649: οτ θηλυκῶς τὴν Ἴλιον ⁑
Comments on 9.686
Scholia group: msAint
msAint 9.650: οτ τὸ ηπήλησε νῦν κατα τὴν ἡμετέραν χρησιν :
Comments on 9.682
msAint 9.651: απο τοῦ διηγηματικοῦ ἐπι τὸ μιμητικον μετέβη:
Comments on 9.685
Scholia group: msAil
msAil 9.652: πο Φρυγίας
Comments on 9.668
msAil 9.653: ὑψηλήν
Comments on 9.668
msAil 9.654: υς Διονύσο
Comments on 9.688
msAil 9.655: ἀναστάντες
Comments on 9.671
msAil 9.656: πολλὺ ἐπαίνου άξιε
Comments on 9.673
msAil 9.657: ἀπηγόρευσε
Comments on 9.675
msAil 9.658: διωρίσατο εῖπεν:
Comments on 9.682
msAil 9.659: οὐρήσετε
Comments on 9.685
msAil 9.660: τέλος
Comments on 9.685
msAil 9.661: ὑπερασπίζει:
Comments on 9.687
Scholia group: msA
msA 9.697: συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέσεως: καὶ ἄλλως ἵνα μὴ δόξῃ ἀτιμάζειν τοὺς λόγους: τούτους δὲ τοὺ στίχους Ἀριστοφάνης ἠθέτει Ζηνόδοτος τὸν αὔριον μόνον. καὶ τὸ μῦθον ἀγασσάμενοι Ζηνόδοτος μὲν οὐ γράφει Ἀρίσταρχος δὲ ἀθετεῖ
Comments on 9.694
previous | next |
---|---|
msA 124v | msA 125v |