Venetus A (Marciana 454 = 822), folio 125, verso

previousnext
msA 125rmsA 126r

Iliad text (25 lines)


Iliad 9.692: αὔριον, ἢν ἐθέλῃσιν: ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει:


Iliad 9.693: Ὡς ἔφαθ’. οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ


Iliad 9.689: Αἴας καὶ κήρυκε δύω, πεπνυμένω ἄμφω:

Commented on by msAil 9.673


Iliad 9.690: Φοῖνιξ δ’ αὖθ’ ὁ γέρων κατελέξατο. ὡς γὰρ ἀνώγει.


Iliad 9.691: ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται


Iliad 9.698: μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα

Commented on by msAint 9.671, msA 9.663, msAim 9.669


Iliad 9.703: θυμὸς ἐνι στήθεσσιν ἀνώγῃ. καὶ θεὸς ὄρσῃ:


Iliad 9.695: δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν :

Commented on by msAil 9.674, msAil 9.675


Iliad 9.696: ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης :


Iliad 9.697: Ἀτρείδη . κύδιστε. ἄναξ ἀνδρῶν Ἀγάμεμνον .


Iliad 9.699: μυρία δῶρα διδοὺς. ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως:

Commented on by msAint 9.672, msA 9.664


Iliad 9.700: νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας:

Commented on by msA 9.665, msAil 9.676


Iliad 9.694: μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀγόρευσε:

Commented on by msAint 9.670, msA 9.697, msA 9.662, msAim 9.668


Iliad 9.701: ἀλλ’ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν, ί̈ῃσιν.


Iliad 9.702: ἦ κε μένῃ. τότε δ’ αὖτε μαχήσεται. ὁππότε κέν μιν


Iliad 9.704: ἂλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω. πειθώμεθα πάντες:


Iliad 9.705: νῦν μὲν κοιμήσασθε, τεταρπόμενοι φίλον ῆτορ

Commented on by msAil 9.677


Iliad 9.706: σίτου καὶ οἴνοιο. τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή:


Iliad 9.710: Ὡς ἔφαθ’. οἱ δ’ άρα πάντες ἐπῄνησαν βασιλῆες


Iliad 9.707: αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠὼς :


Iliad 9.708: καρπαλίμως προ νεῶν ἐχέμεν λαόν τε καὶ ἵ̈ππους


Iliad 9.709: ὀτρύνων: καὶ δ’ αὐτὸς ἐνι πρώτοισι μάχεσθαι:

Commented on by msA 9.666


Iliad 9.711: μῦθον ἀγασσάμενοι Διομήδεος ἱ̈πποδάμοιο:


Iliad 9.712: καὶ τότε δὴ σπείσαντες. ἔβαν κλισίην δὲ ἕκαστος.


Iliad 9.713: ἔνθα δὲ κοιμήσαντο. καὶ ὕπνου δῶρον ἕλοντο:

Commented on by msAil 9.678, msAil 9.679


Other texts (18 passages)


Scholia group: msA

msA 9.662: μῦθον ἀγασσάμενοι ὅτι ἐξ ἄλλων τόπων ἐστὶν ὁ στίχος, νῦν γὰρ οὐχ ἁρμόζει τότε γὰρ εἴωθεν ἐπιφωνεῖσθαι ὅτ ἂν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται, νῦν δὲ πῶς ἂν ἐπι Ὀδυσσέως λέγοιτο τοῦ μηνύοντος τὰ ὑπ’ Ἀχιλλέως εἰρημένα

Comments on 9.694


msA 9.663: μὴ ὄφελες: ἀντι τοῦ οὐκ ὅφελες : ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται ⁑

Comments on 9.698


msA 9.664: ‡μυρία δῶρα διδοὺς, ὁ δ’ ἀγήνωρ: ὅτι ἐνίοτε μὲν ἐπι ἐπαίνου ὁ Ἀγήνωρ ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν δὲ ἐπὶ ψόγου ὁ ἄγαν ὑβριστικὸς καὶ δια τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν ⁑

Comments on 9.699


msA 9.665: ἐνῆκας ἔν τισι τῶν ὑπομνημάτων δια τοῦ α ἀνῆκας καὶ ἐστιν Ὁμηρική πως ἡ γραφὴ συ δ’ επι τούτων ἀνῆκε ⁑

Comments on 9.700


msA 9.666: ὁτρύνων καὶ δ’ αὐτὸς ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατα τὸ σιωπώμενον. ὁ Ἀχιλλεὺς δι ὃ φησὶν οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμαις μαίνεται ἐγχείη : καὶ ὅτι τῷ ἀπαρεμφάτῳ ἀντι τοῦ προστακτικοῦ κέχρηται, καὶ ὅτι τῆ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει ⁑

Comments on 9.709


msA 9.667: ζητεῖται δια τι μετα τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Οδ οὐ λέγει. ῥητέον οὖν ὅτι ἐπεὶ αὐτῷ σκληρῶς ἀπεκρίνατο, λεκτέον δὲ καὶ προς τοὺς ζητοῦντας τίνος ἕνεκεν, ἄλλοι τινὲς οὐκ επρέσβευσαν, ἀλλ οὕτοι ὅτι καὶ αὐτοὶ εδόκουν ⁑

Comments on 9


Scholia group: msAim

msAim 9.668: γράφε καὶ φρασσάμενοι Ζηνόδοτος δὲ τὸν στιχον οὐκ έγραφεν: Ἀριστοφα δὲ ἡθέτει ⁑

Comments on 9.694


msAim 9.669: δια τοῦ δε ουτ οὕτως Ἀριστ μη δ’ ὄφελες:

Comments on 9.698


Scholia group: msAint

msAint 9.670: γράφεται ἀπέειπ

Comments on 9.694


msAint 9.671: οτ ταῦτα κατ τὸ σιωπώμενον ὁ Αχιλλεὺς ἀκηκοεν ⁑

Comments on 9.698


msAint 9.672: γράφεται καὶ αὕτως

Comments on 9.699


Scholia group: msAil

msAil 9.673: φρονιμοι

Comments on 9.689


msAil 9.674: ἐπι πολύ

Comments on 9.695


msAil 9.675: λυπούμενοι

Comments on 9.695


msAil 9.676: αὐθάδη νῦν ἐ ποίησας αὐτον πλέον καὶ ἐφυσίωσας ⁑

Comments on 9.700


msAil 9.677: κορέσθεντες ⁑

Comments on 9.705


msAil 9.678: περιφραστικω τὸν ὕπνον:

Comments on 9.713


msAil 9.679: τὴν ἀνάπαυσιν ⁑

Comments on 9.713


previousnext
msA 125rmsA 126r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1