Venetus A (Marciana 454 = 822), folio 126, recto
previous | next |
---|---|
msA 125v | msA 126v |
Iliad text (25 lines)
Iliad 10.1: Ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
Iliad 10.2: εὗδον παννύχιοι. μαλακῷ δεδμημένοι ὕπνῳ:
Iliad 10.3: ἀλλ’ οὐκ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν
Iliad 10.4: ὕπνος ἔχε γλυκερὸς. πολλὰ φρεσὶν ὁρμαίνοντα:
Iliad 10.5: ὡς δ’ ὅτ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο.
Commented on by msA 10.4
Iliad 10.6: τεύχων ἠ πολὺν ὄμβρον. ἀθέσφατον. ἠὲ χάλαζαν.
Commented on by msAint 10.32, msA 10.5
Iliad 10.7: ἢ νιφετὸν. ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρᾱς.
Iliad 10.8: ἠέ πόθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο.
Commented on by msA 10.8
Iliad 10.9: ὡς πυκὶν’ ἐν στήθεσσιν ἀνεστενάχιζ’ Ἀγαμέμνων
Iliad 10.10: νειόθεν ἐκ κραδίης. τρομέοντο δέ οἱ φρένες ἐντός
Iliad 10.11: ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν.
Iliad 10.12: θαύμαζεν πυρὰ πολλὰ. τὰ καίετο Ϊλιόθι πρὸ.
Commented on by msA 10.11
Iliad 10.13: αὐλῶν. συρίγγων τ’ ἐνοπὴν. ὅμαδόν τ’ ἀνθρώπων:
Commented on by msAint 10.33, msA 10.12
Iliad 10.14: αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴ̈δοι καὶ λαὸν Ἀχαιῶν :
Iliad 10.15: πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτᾱς
Iliad 10.16: ὑψόθ’ ἐόντι Διῒ : μέγα δ’ ἔστενε κυδάλιμον κῆρ:
Iliad 10.17: ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:
Commented on by msA 10.13
Iliad 10.18: Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν.
Commented on by msA 10.14
Iliad 10.19: εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο.
Commented on by msA 10.15, msAim 10.34
Iliad 10.20: ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο:
Iliad 10.21: ὀρθωθεὶς δ’ ἔνδυνε περι στήθεσσι χιτῶνα:
Iliad 10.22: ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδῑλα:
Iliad 10.23: ἀμφι δ’ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
Commented on by msA 10.16
Iliad 10.24: αἴθωνος, μεγάλοιο. ποδηνεκὲς. εἵλετο δ’ ἔγχος:
Iliad 10.25: ὡς δ’ αύτως Μενέλᾱον ἔχε τρόμος. οὐδὲ γὰρ αὖτῷ
Other texts (21 passages)
Scholia group: msA
msA 10.1: αὔτη ἡ ραψωδία, ἐπιγράφεται νυκτεγερσία , ἐπαναστάντας τοὺς πρώτους τῶν Ἑλληνων κατασκόπους πέμψαι γνώμνῃ Νέστορος Διομήδη καὶ Ὀδυσσέα ⁑
Comments on 10
msA 10.3: παραιτητέον τοὺς γράφοντας ὦν ἐστι καὶ Ζηνόδοτος ὤλλοι μὲν : ὴ καὶ τοὺς oπως οὖν βουλομένους δασύνειν: ἔστι γὰρ ὁ ποιητὴς παραλειπτικὸς τῶν ἄρθρων ⁑
Comments on 10.1
msA 10.4: ὡς δ’ ὅτ ἂν ἀστράπτῃ, ὅτι παραβάλλει τὸν στεναγμὸν ὡς δ’ ὅτ ἄν οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν καθ έκαστα δὲ οὐκ ἐπεξείργασται. δι ὅτι οὐκ ἐστι πρὸς ἅπαντας ἡ εικών ⁑
Comments on 10.5
msA 10.5: τεῦχον ἢ πολὺν ὄμβρον, τῶ πολὺν ἐπήνεγκεν τὸ ἀθέσφατον αὐξήσεως χάριν: ἔνιοι δὲ στίζοντες μετα τὸν ὄμβρον ἀπο ἄλλης ἀρχῆς ἀναγινώσκουσιν ἵν ᾗ πολὴν χάλαζαν : βέλτιον δὲ τὸ ἀθέσφατον καὶ μη δύο καθ ἑνὸς κεῖσθαι ἐπιθτ ⁑
Comments on 10.6
msA 10.6: ἠ νιφετὸν: ὅτι ὑγιῶς χρώμενοι, νείφειν μὲν λέγουσι. τὸ χιονίζειν ὄμβρον δὲ τὸν ὑετόν χάλαζαν δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ δι ὃ νῦν διαστέλλει ἕκαστον ⁑
Comments on 10.7
msA 10.7: ἐπάλυνεν, ἐλεύκανεν, ὡς πάλη κατασπασθεῖσα οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου ⁑
Comments on 10.7
msA 10.8: πολέμοιο μέγα στόμα: ἥτοι μεταφορικῶς τὴν ἀρχὴν τοῦ πολέμου. ἡ περιφραστικῶς ὅλον αὐτον. δι ὅτι πάντων δαπανητικός ⁑
Comments on 10.8
msA 10.9: νειόθεν ἐκ κραδίης, εκ τῶν εσωτατῶν λογισμῶν. ἔνδον γὰρ ἐν τοῖς επιλογισμοῖς τα δεινά ορῶν καθ εαυτῶν στένει. ἐντευθεν κινηθεὶς Φιλότιμος , ἐν καρδίᾳ τὸ ἡγεμονικoν ἔθετο: ὅθεν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει. δῆλον ὅτι ὁ νοῦς εκεῖθεν ήρτηται ⁑
Comments on 10.10
msA 10.10: τρομέοντο: ὅτι Ζηνόδοτ γράφει φοβέοντο : τὸν δὲ φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετα φυγῆς δειλίασιν: ἐλέγχεται δὲ ὁ Ζηνόδοτος ἁμαρτάνων ἐκ τοῦ ὡς δ’ αὕτως Μενέλαον ἔχε τρόμος ⁑
Comments on 10.10
msA 10.11: θαύμαζεν πυρα πο : πῶς φησὶν Ἀγαμέμνων ἐντὸς τοῦ τείχους ὑπάρχων ἐθαυμαζεν τὰς πυρὰς τὴν ἀρχὴν μὴ δὲ βλέπων αὐτὰς, δια τοῦ τείχους. καὶ ῥητεον ὅτι ὡς βασιλεὺς ὑψηλότάτην εἶχε σκηνὴν ἵν ευχερῶς θεωρεῖν δύναται πάντα ⁑
Comments on 10.12
msA 10.13: ἧδε δέ οἱ κατ θυμὸν, τὸ προητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται μη ἀποφάσκοντος τοῖς δεινοῖς ⁑
Comments on 10.17
msA 10.14: Νέστορ’ ἐπὶ πρῶτον, ὅτι καὶ ἐν τοῖς κακοῖς δεῖ καταφεύγειν εἰς σοφίαν: Παμφιλος δὲ τὴν ἐπὶ αναστρέφει, : πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθ φυλάττοντας ἀναγινώσκειν, ἐπι πρῶτον Νέστορα ουτ Ἀσκαλωνίτης ⁑
Comments on 10.18
msA 10.15: σύν μῆτιν: εἰσὶν οἳ ἀνέγνωσαν καθ ἓν μερος λο ὡς εὔμητιν κακῶς. δύο γάρ ἐστι με λόγου σὺν καὶ μήτιν τὸ δὲ ἐξ ἐστι συντέμοισι συντεκτῆναι τὸ μῆτιν ⁑
Comments on 10.19
msA 10.16: ἀμφί δ’ ἔπειτ δαφοινον: ὅτι επι τῷ χειτῶνι λεοντῆν τέθεικεν ἀντι τοῦ ἀσπίδες , δι ὃ καὶ ἑξῆς λέγει τόν δ’ εὕρ’ ἀμφ ὥμοισι τιθήμενον ἔντεα καλά . ἔντεα δὲ ἀπο τοῦ ἐντὸς ἔχειν τὸν ἄνδρα καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλ’ ἕνεκα φυλακῆς οἱ δὲ λεοντῆν ⁑
Comments on 10.23
msA 10.17: ὡς αὕτως Μενέλαον : κατα τὸν αυτὸν καιρὸν τῷ Ἀγαμέμνονι . ἀλλ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτεραν τάξιν τοῦ λο ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων ἀκριβῶς διεξέρχεται: τοὺς δὲ επι τοῦ Μενελάου ἐπι κεφαλαίου λέγει. ἡ διπλῇ δέ ὅτι ἀνταποδοτικόν ἐστὶ τοῦ ανω γράφειν, τρομέοντο δέ οι: ἡ δὲ ἀναφο πρὸς Ζηνόδοτ ⁑
Comments on 10.25
Scholia group: msAim
msAim 10.34: τὸ εξῆς εστι συν αυτῷ τεκτήναιτο μῆτιν ⁑
Comments on 10.19
Scholia group: msAint
msAint 10.33: βραχὺ διασταλτέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν :
Comments on 10.13
Scholia group: msAil
msAil 10.19: πάντων τῶν Ἑλλήνων
Comments on 10.1@Παναχαιῶν
msAil 10.30: λ τὸ αποδυρόμενος
Comments on 10.16@ὑψόθ’-διῒ
msAil 10.31: συμβουλήν
Comments on 10.19@μῆτιν
msAil 10.35: φοβερὸν κατπληκτικὸν ἡ τὼ ἐκ δαφοινοῦ καὶ καταπληκτικοῦ λέοντος ⁑
Comments on 10.23@δαφοινὸν
previous | next |
---|---|
msA 125v | msA 126v |