Venetus A (Marciana 454 = 822), folio 12, recto

previousnext
msA 11vmsA 12v

Iliad text (26 lines)


Iliad 1.title: ἰλιάδος ἄλφα


Iliad 1.1: Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος

Commented on by msA 1.1, msA 1.2, msA 1.3, msA 1.4, msA 1.5, msAextra 1.25, msAim 1.17


Iliad 1.2: οὐλομένην: ἡ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν:

Commented on by msA 1.6, msA 1.7


Iliad 1.3: πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν

Commented on by msAil 1.322, msAil 1.323, msAim 1.18


Iliad 1.4: ἡρώων: αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

Commented on by msA 1.8, msAil 1.324


Iliad 1.5: οἰωνοῖσί τε πᾶσι: Διὸς δ’ ἐτελείετο βουλή:

Commented on by msA 1.9, msAil 1.325


Iliad 1.6: ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε

Commented on by msAil 1.326


Iliad 1.7: Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς :

Commented on by msA 1.12


Iliad 1.8: τίς τάρ σφωε θεῶν ἔριδι ξυνἕηκε μάχεσθαι:

Commented on by msAint 1.27, msAim 1.19


Iliad 1.9: Λητοῦς καὶ Διὸς υἱός: ὁ γὰρ βασιλῆϊ χολωθεὶς

Commented on by msA 1.13


Iliad 1.10: νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν: ὀλέκοντο δὲ λαοὶ.

Commented on by msAil 1.327


Iliad 1.11: οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

Commented on by msAim 1.20


Iliad 1.12: Ἀτρείδης : ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν :


Iliad 1.13: λυσόμενός τε θύγατρα: φέρον τ’ ἀπερείσι’ ἄποινα:


Iliad 1.14: στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος

Commented on by msA 1.14, msAil 1.328, msAim 1.21


Iliad 1.15: χρῡσέῳ ἀνὰ σκήπτρῳ: καὶ λίσσετο πάντας Ἀχαιούς :


Iliad 1.16: Ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν:

Commented on by msAim 1.22


Iliad 1.17: Ἀτρεῖδαί τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί:


Iliad 1.18: ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες


Iliad 1.19: ἐκπέρσαι Πριάμοιο πόλιν: εὖ δ’ οἴκαδ’ ϊκέσθαι:

Commented on by msA 1.15, msAim 1.23


Iliad 1.20: παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην: τὰδ’ ἄποινα δεχέσθαι.

Commented on by msAint 1.32


Iliad 1.21: ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα :

Commented on by msA 1.16, msAil 1.329


Iliad 1.22: Ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ .


Iliad 1.23: αἰδεῖσθαί θ’ ἱ̈ερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα:

Commented on by msAil 1.330


Iliad 1.24: ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ:

Commented on by msAext 1.26, msAil 1.331, msAim 1.24


Iliad 1.25: ἀλλα κακῶς ἀφίει: κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε:


Other texts (21 passages)


Scholia group: msA

msA 1.2: μῆνις παρὰ τὸ μένω μῆνις ὡς ἐνὸς ἦνις : οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα οὐκ ὀρθῶς.

Comments on 1.1


msA 1.3: ἄειδε ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι άδειαν ἠ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντι εὐκτικῶν: καὶ γὰρ Ἡσίοδός φησι: δεῦτε δὴ ἐννέπετε , καὶ Πίνδαρος : μαντεύο Μοῦσα , καὶ Ἀντίμαχος ὁ Κολοφώνιος. ἐννέπετε Κρονίανος Διὸς μεγάλοιο θύγατρες : δευτερον δὲ ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπιτάσσουσιν, ἀλλ’ ἑαυτοῖς⁑

Comments on 1.1


msA 1.4: θεά οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν: ἀμέλει καὶ ἐν Ὀδυσσεία : ἄνδρα μοι ἔννεπε Μοῦσα ⁑

Comments on 1.1


msA 1.5: Πηληϊάδεω Ἀχιλῆος οὕτως ἀναγνωστεον δια τοῦ ενὸς λ καὶ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος ὅ ἐστι λύπην ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν, οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς ὅλως γὰρ οὐ μετέσχε γάλακτος⁑

Comments on 1.1


msA 1.6: μυρία τινὲς θρηνητικά: παρὰ τὸ μύρεσθαι καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ήκουσαν, ἐφ οἷς μύριᾶσθαι καὶ τὸ κλαῦσαι, οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ φρόνησις μὲν γάρ ἐστιν ἡ πάντ εἴδησις: προαίρεσις δὲ ἀκριβῆς ἡ τῶν ἀμεινόνων πραξεων αἵρεσις⁑

Comments on 1.2


msA 1.7: Ἀχαιοῖς Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγόμενος Κρέουσαν τὴν Ἐρεχθεως θυγατέρα ἔσχεν εξ αυτῆς δύο παῖδας, ΄Ϊονα καὶ Ἀχαιόν : ὧν ὁ μὲν ΄Ϊων ᾤκησεν Ἀθήνας , ὁ δὲ Ἀχαιὸς φονον ἐμφύλιον δράσας, παρεγένετο εἰς Θεσσαλιαν καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτεταγμένους, ἀφ εαυτοῦ προσηγόρευσεν Ἀχαιούς, Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν ἀπο Ελληνος τοῦ Διός : πρῶτοι οῦν οὗτως ἐλέγοντο οἱ ἐν Θεσσαλία ἄνοι καὶ οὖτοι οὐ πάντες, ἀλλα μόνοι οἱ ἐν Ἑλλάδι τῇ πο ἔτειτα μεγάλα δυναστευθέντος τοῦ Ἕλληνος , καὶ τῶν τούτου παίδων ἀπ αυτοῦ πάντες ἐκλήθησαν Ἕλληνες⁑

Comments on 1.2


msA 1.8: ἡρώων αὐτοὺς δὲ ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ: γίνεται δὲ τὸ προοίμιον κόλον καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκεν τὸ αὐτοὺς δὲ ἐπί τινῶν σωμάτων: ἥρωας δὲ φασὶ κλνθῆναι. ἀπο τῆς ἀρετῆς , ἢ ἀπο τοῦ ἀέρος . ὡς φησιν Ἱσίοδος ἠέρα ἐσσαμενοι , ἢ ἀπο τῆς ἐράσεως τοῦτέστι τῆς μίξεως τῶν θεῶν: οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ συνερχόμενοι. ἐποίουν γένος τὸ τῶν ἡρώων. ἠ ἀπο τῆς ερας, έρα δὲ ἡ γῆ κατὰ διάλεκτον: ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γενος τῶν ἀνων ⁑

Comments on 1.4


msA 1.9: Διὸς δ’ ἐτελείετο βουλή τινὲς σὺν τῷ ϊ κατὰ δοτικὴν οἷον τῆ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο⁑

Comments on 1.5


msA 1.10: Διὸς δ’ ἐτελείετο βουλή⁑ ἐξ οῦ δὴ τὰ πρωτα Ἀρίσταρχος συνάπτει ἵνα μὴ παροῦσα τίς φαίνηται βουλῆ καθ’ Ἑλληνων, ἀλλ αφ οῦ χρόνου ἐγένετο ἡ μῆνις ἵνα μὴ τὰ παρα τοῖς νεωτέροις πλάσματα δεξώμεθα⁑

Comments on 1.5-1.6


msA 1.12: Ἀτρείδης τε ἄναξ Ἀγαμεμνων κατὰ μὲν Ὅμηρον Ἀτρέως τοῦ Πέλοπος : μητρὸς δὲ Αεροπ , κατὰ δὲ Ησίοδ Πλεισθένους , τὸ γενος Μυκηναιος , ὃς ήγαγε ναῦς εἰς ῎Ϊλιον : ἐκ πορθήσας δὲ τὴν Ἴλιον , καὶ ὑποστρέψας οἴκαδὲ ἀναιρειτ ὑπο Αἰγίσθου τοῦ Θυέστου δόλῳ ἐπι ευωχιας οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδημιας εμοιχευσε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνηστραν κατὰ δὲ τοὺς τραγικοὺς αὐτὴν τὴν Κλυταιμνήστραν ἀνελεῖν αὐτὸν χϊτῶνα μη έχοντα δίεκδυσιν τραχήλου: ἔσχεν δὲ εξ αυτῆς υν μὲν Ὀρεστην καὶ θυγατέρας τέσσαρας: Λοδί Χρυσοθ Ἰφιγένειαν καὶ Ἠλέκτραν ⁑

Comments on 1.7


msA 1.13: Λητοῦς καὶ Διὸς ὑιός Ζεὺς ερασθεὶς Λητοῦς τῆς Κόου θυγατρὸς ἑνὸς τῶν Τιτάνων καὶ Φοίβης ἔγκυον αὐτὴν ἐποίησεν: ἥτις δὲ καμηνιαίον χρόνου διαγενομένου παρεγένετο δια θαλάσσης εἰς Ἀστερίον τὴν νῆσον μίαν ουσαν τῶν Κυκλάδων εκεῖσε τὲ ἐλθουσαν καὶ ἀψαμενην δύο φυτῶν ελαιας καὶ φοίνικος διδύμους ἀποκυῆσαι: παίδας Ἄρτεμιν καὶ Ἀπόλλωνα καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον ὅτι ἐξ αδήλου βάσεως ἐρριζώθη⁑

Comments on 1.9


msA 1.15: εὖ δ’ οἴκαδ’ ϊκεσθ διὰ τί ὁ Χρύσης κατα τῶν οἰκείων ηὔχετο: λέγομεν ὅτι πρῶτον μὲν έδει κολακευειν τὸν τύραννον καὶ ταυτα λέγ άπερ ἐπεθύμεϊ δρσ δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα: ὄθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατ αὐτῶν:

Comments on 1.19


msA 1.16: ἁζόμενοι Διὸς υἱόν ἵνα μη δοκοῖεν ἔμπορον εἶναι τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δεξασθαι: δια δὲ τοῦ εκηβόλον εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεὶ αὐτούς⁑

Comments on 1.21


Scholia group: msAim

msAim 1.17: ὁ Κοτιαευς Ἀχιλῆος : δια το μέτρον ἓν γράφει καὶ γὰρ τὸ Κάμανδρος ἀντὶ Σκαμανδρος γράφεσθαι⁑

Comments on 1.1


msAim 1.18: οτι κακῶς τινὲς μεταγράφουσι πολλὰς δ’ ἰφθίμους κεφαλὰς ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ αγαθοὺς λέγῃ κεφαλάς ⁑

Comments on 1.3


msAim 1.19: ὅτι Ζηνόδοτος σφῶϊν ἔγραφεν⁑

Comments on 1.8


Scholia group: msAint

msAint 1.30: εἰ δὲ φιλοχρήματοι τὰ ἄποινα⁑

Comments on 1.13-1.14


msAint 1.31: εἰ δὲ οἰκτίρμονες τὸ γῆρας αἰδεσθήσονται

Comments on 1.13-1.14


msAint 1.32: δέχθαι ἄποινα ἀπαρέμφατον ἀντὶ προστ ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς ε διηπεῖτο μοίρας: Αργολικὴν Πυλικὴν Λακονικὴν Μεσσηνιακήν : ἰστεον δὲ ὅτι ἡ Πελοπόννησος τὸ αρχ Αιγιάλεια ἐκαλειτο απὸ Αιγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελείας τῆς Ωκεανοῦ . ὕστερον δὲ Απία πάλιν ἐκλήθη ἀπὸ Ἄπιδος τοῦ Φορωνέως παιδός. εἰθ ούτως Ἄργος ἀπο Άργου τοῦ πανόπτου: τελευταῖον δὲ πάντων Πελοπόννος ἀπο τοῦ κρατησαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πελοπα ⁑

Comments on 1.20


Scholia group: msAil

msAil 1.330: απαρεται αντι προστατικος

Comments on 1.23


msAil 1.331: δασύνεται

Comments on 1.24


previousnext
msA 11vmsA 12v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1