Venetus A (Marciana 454 = 822), folio 12, verso

previousnext
msA 12rmsA 13r

Iliad text (25 lines)


Iliad 1.26: μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω

Commented on by msA 1.33, msAil 1.274, msAim 1.45


Iliad 1.27: ἠ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰ̈όντα:

Commented on by msAil 1.275, msAil 1.276, msAil 1.277


Iliad 1.28: μὴ νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο:

Commented on by msA 1.34, msA 1.36


Iliad 1.29: τὴνδ’ ἐγὼ οὐ λύσω: πρίν μιν καὶ γηρας ἔπεισιν.


Iliad 1.30: ἡμετέρῳ ἐνι οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης

Commented on by msAint 1.55, msAil 1.278


Iliad 1.31: ἱ̈στὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιοωσαν.


Iliad 1.32: ἀλλ’ ἴ̈θι μή μ’ ἐρέθιζε σαώτερος ὥς κε, νέηαι.

Commented on by msAil 1.279, msAim 1.47


Iliad 1.33: ὡς έφατ’. ἔδδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ


Iliad 1.34: βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης:

Commented on by msAil 1.280, msAil 1.281, msAim 1.48


Iliad 1.35: πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὁ γεραιὸς

Commented on by msAil 1.282, msAil 1.283


Iliad 1.36: Ἀπόλλωνι ἄνακτι. τὸν ἠΰκομος τέκε Λητώ :

Commented on by msAil 1.284, msAim 1.49


Iliad 1.37: κλῦθί μευ ἀργυρότοξ’ ὃς Χρύσην ἀμφιβέβηκας

Commented on by msAil 1.285, msAil 1.286, msAim 1.50


Iliad 1.38: κίλλάν τε ζαθέην Τενέδοιό τε ῗφι ἀνάσσεις.

Commented on by msA 1.37, msA 1.38, msAil 1.287, msAil 1.288


Iliad 1.39: Σμινθεῦ : εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα.

Commented on by msAint 1.56, msA 1.39, msA 1.40, msA 1.41


Iliad 1.40: ἢ εἰ δή ποτέ τοι κατα πίονα μηρί’ ἔκηα

Commented on by msAil 1.289


Iliad 1.41: ταύρων ἢδ’ αἰγῶν. τό δε μοι κρήηνον ἐέλδωρ:

Commented on by msAint 1.57, msAil 1.290, msAim 1.51


Iliad 1.42: τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν:

Commented on by msA 1.42, msAil 1.291, msAim 1.52


Iliad 1.43: ὡς έφατ’ εὐχόμενος: τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων .


Iliad 1.44: βῆ δε κατ Οὐλύμποιο καρήνων χοώμενος κῆρ.

Commented on by msAint 1.58, msAil 1.292


Iliad 1.45: τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην:

Commented on by msAil 1.293


Iliad 1.46: ἔκλαγξαν δ’ άρ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο

Commented on by msAil 1.294


Iliad 1.47: αὐτοῦ κινηθέντος: ὃ δ’ ἤϊε νυκτὶ ἐοικώς:


Iliad 1.48: ἕζετ’ ἔπειτ’ ἀπάνευθε, νεῶν: μετὰ δ’ ἰ̈ὸν έηκε:


Iliad 1.49: δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο:

Commented on by msAint 1.59, msAil 1.295


Iliad 1.50: οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς:

Commented on by msAint 1.60, msA 1.43, msAextra 1.44, msAil 1.296, msAim 1.54


Other texts (45 passages)


Scholia group: msA

msA 1.33: μή σε γερον κοίλῃσι μετὰ σπουδῆς ὁ Αγαμέμνων ἀπελαύνει τὸν Χρυσην εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας, καὶ οὐ τοῦτο δὲ λέγει ὅτι γηράσασαν αὐτὴν, τότε ἀποδώσει: ἀλλ’ ὅτι προτερον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται⁑

Comments on 1.26


msA 1.34: μη νύ τοι οὐ χραίσμη κατ ολίγων αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα: ἔστι γάρ ὥς που τὸ περι αυτοῦ ἐπιγράφον γράμμα δηλοῦν: βασι γὰρ ἀγαθὸς κρατερός τ’ αἰχμητής : δι ὅ παρα μὲν τῶν ὑπηκόων ὑβρίζεται: τοῖς δε πολεμίοις λίαν ἐστιν ἀπηνής ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμαχου παισίν.

Comments on 1.28


msA 1.35: τὴν δ’ ἐγὼ οὐ λύσω ἀθετοῦνται ὅτι ἀναλύουσι τὴν ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν ἡσμένισε γὰρ καὶ ὁ Χρυσης εἰπούσης αὐτῆς τῷ βασιλεῖ: ἀπρεπὲς δὲ καὶ τὸ τὸν Αγαμεμνονα τοιαῦτα λέγειν⁑

Comments on 1.29-1.31


msA 1.36: μη νυ τοι οὐ χραίσμη ἀναιρεῖ τὴν ἐλπίδα καὶ ἔστι νείποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε ἢ ὡς πορθούμενον περιεῖδε πάντως καὶ φονεὑόμενον⁑

Comments on 1.28


msA 1.37: Κιλλαν τε ζαθεην Πέλοψ ὁ Ταντάλου κάτω μισθὸν παιδικῆς ώρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμάστους συν τῷ οχήματι ἔσπευσεν εἰς Πίσαν τῆς Λέσβου ἐπὶ τὸν Ἰπποδαμείας γαμον τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν γενομένῳ δὲ αὐτῷ πὲρι Λέσβον , Κίλλος ἡνίοχος τελευτᾷ τὸν βίον ὃς καὶ καθ υπνον επιστὰς τῷ Πέλοπι σφόδρα ὁδυνηρῶς ἐπ αυτῷ ἔχοντι ἀπωδύρετο τὲ τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περι κηδείας ἡξίου διὅπερ ἀναστὰς ἐξερυπαρου τὸ εἴδωλον δια πυρὸς, εἰθ’ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλλου ἱρίον επ αυτὸ ἐγείρας καὶ πρὸς τῷ ῑρίῳ αὐτοῦ ἐδείματο ἰερὸν Κιλλέου Ἀπόλλωνος προσαγορευσας δια τὸ αιφνιδίως τὸν Κίλλον ἀποθανειν, οὐ μὴν ἀλλα καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν: ὁ μέντοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον, ἡ ἰστορία παρα Θεοπόμπω ⁑

Comments on 1.38


msA 1.38: Τενέδοιό τε καὶ τῆς Τενέδου : ἡ δὲ Τενεδος ἐστι νῆσος προ τῆς Τροίας κειμε οὔπω δὲ πρότερον τοῦτο εἶχεν ονο : καὶ γὰρ οὐδε Κύκνω τοῦ Ποσειδῶνος Τέννης ἢν καὶ Λευκοθέα : Λευκόφρυν δὲ αὐτὴν οἱ πρὶν ὠνόμαζον: ἐπειδὴ δὲ ἄρα τῷ Κυκνῳ ἐγεννηθη ὁ Τεννης καὶ ἡ Λευκοθέα ἡ μὲν μήτηρ αὐτῶν οὐκέτι ῆν: ἐπέγημεν δ’ ὁ Κύκνος Φυλονόμην ἠ ὡς έννιοι Πολύβοιαν , ἡ Φυλονόμη καὶ γὰρ εἰς ανδρας ετελει ἤδη ὁ Τεννης ἐρασθεῖσα αὐτοῦ λόγους περὶ συνουσιας ηνέγκατο πρὸς αὐτόν: τοῦ δὲ πρὼς τὴν φύσιν δικαιως, τηρήσαντ’ κατηγορήσατο πρὸς τὸν πατέρα αὐτοῦ ὅτι ἐθἑλήκοι αὐτὴν βιασασθαι: ὁ δὲ πιστευσας τῇ κατηγορίᾳ συλλαβὼν τὸν παῖδα ἐνέβαλεν εἰς λάρνακα καὶ ἔρριψεν εἰς τὴν ὑποκειμενην θάλασσαν, ὃν δια σωφροσύνην καὶ δια τὸ εῖναι οἱωνὸν ἔσωσεν ὁ Ποσειδῶν : τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυϊ νήσῳ ἐποίησεν ἢν θεασάμενοι καὶ ἀφελόντες τὸ ἐπίθημα μαθόντες τὲ τὸ γεγονὸς, οὐ μόνον ἑαυτὸν βασιλέα κατεστήσαντο, ἀλλὰ καὶ ἀπ αυτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν⁑

Comments on 1.38


msA 1.39: Σμινθεῦ ἐπίθετον Ἀπόλλωνος : Σμίνθος γὰρ τόπος τῆς Τρῳαδος ἐν ᾧ ϊερὸν Ἀπόλλωνος ἀπο αἰτιας τῆσδε ἐν Χρυσῃ πόλει τῆς Μυσίας Κρίνις τίς ἱερεὺς τοῦ κεῖθι Ἀπόλλωνος τούτου ὀργισθεὶς ὁ θεὸς ἔπεμψε τοῖς αγροῖς μυιας οἵτινες τοὺς καρποὺς ἐλυμαίνοντο: βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι προς Όρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο: παρ ῷ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο τὸ κακὸν ἀπαλλάξειν: καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς, διεφθειρεν ἀπαλλασόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνιαν αὐτοῦ δηλῶσαι τῷ Κρίνιδι . οὗ γενομένου ὁ Κρίνις ἱερὸν ἱδρύσατο τῷ θεῷ Σμινθέα αὐτὸν προσαγορεύσας, επειδὴ κατὰ τὴν εγχωριον αυτῶν διάλεκτον οἱ μυες «σμίνθιοι» καλοῦνται ἡ ἱστορια παρὰ Πολεμωνι ⁑

Comments on 1.39


msA 1.40: ἄλλοι δε ουτ ὅτι Κρῆτες ἀποικιαν στέλλοντες χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος ὅπου αὐτοῖς ἐναντιωθῶσι γιγενεῖς: ἔλεγεν δὲ περὶ μυῶν ἐκεῖ κτίσαι τὴν πόλιν: οἱ δὲ ἀπέλαισαν τοὺς ἀποικους: ἐλθόντες δὲ εἰς τὸν Ἐλλήσποντον , καὶ τῆς νυκτὸς επιγενομε μύες ἔκοψαν αυτῶν τοὺς τελαμῶνας τῶν όπλων: πρω δὲ ἀνασταντες καὶ θεασαμενοι του σοφισάμενοι τὲ καθ εαυτοὺς ἔκτισαν εκεῖ πο ἥτινα ἐκάλεσαν Σμινθίαν : οἱ γὰρ Κρῆτες τοὺς μύας σμίνθους καλοῦσιν ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος , δια τὸ ὑπερασπίζειν αὐτῆς⁑

Comments on 1.39


msA 1.41: ἔρεψα παρὰ τὸ ἐρέφω ὅθεν καὶ Ειραφιώτης ὁ Διονυσος λέγεται: ἐστέφετο γὰρ κισσῷ ἢ ἀπο τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός ἢ παρα τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι: ἢ παρα τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι⁑

Comments on 1.39


msA 1.42: Δαναοι Ἕλληνες οὕτως: Βῆλος ὁ Ἀγήνορος μὲν ἀδε υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης αφ ἧς ἡ χωρα ὠνόμασται Λιβύη βασιλεύων Αἰγυπτίων γαμεῖ Ἀγχινόην τὴν Νήλου θυγατέρα καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι Αἴγυπτος καὶ Δαναὸς καὶ Δαναὸν μὲν Βηλου Λιβύῃ κατοικίζει Αἴγυπτον δὲ ἐν Αραβιᾳ : ὃς καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφ εαυτοῦ ωνόμα Αἴγύπτον : γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν μ παιδες: Δαναῷ δὲ θυγατέρες ν . στασιασάντων δὲ αὐτῶν πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αιγύπτου παῖδας δεδοικὼς, καθὅτι καὶ ἐκ χρησμοῦ ἠκηκόει ὅτι φονευθήσεται ὑφ ενὸς αυτῶν καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ ναῦν πρῶτος κατεσκεύασεν τὴν κλιθεισαν ὡς ἀπο τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόντωρον εν ῆ τὰς κόρας ἐνθεμενος ἔφυγεν: προσχὼν δὲ Ρόδῳ τὸ τῆς Λινδιας Ἀθηνᾶς ἀγαλμα ῾ϊδρύσατο ἐντευθεν δὲ ῆκεν εἰς Ἄργος καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ελλάνωρ ὁ τότε βασιλευων: αὐτὸς δὲ κρατησας τῆς χώρας αφ εαυτοῦ τοὺς ενοικουντας Δαναοὺς ῶνόμασεν ἱστορεῖ Ἀπολλόδωρος εν β ⁑

Comments on 1.42


msA 1.43: οὐρῆας μὲν πρῶτον οὐρῆες λέγονται δια τὸ ἄγονον καὶ ούρια ωὰ καλοῦμεν: εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπο νόσων, σύμμικτος γὰρ, ἡ φύσις αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸν φθεῖραι δεῖται ἀνάγκης οὑδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη: οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρα τῇ ὀσφρήσει χρώμενοι: ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς ὅτι ἀσθενεστερά ἐστι τὰ τοι αῦτα σώματα τῶν ἐναντίως ἐχόντων ἁραιότερα ὄντα εὐπαθέστερά εισιν⁑

Comments on 1.50


Scholia group: msAim

msAim 1.45: ὅτι αντι του κιχείοιμι ⁑

Comments on 1.26


msAim 1.47: ὅτι τὸ σαώτερος ἀντι ἁπλοῦ ⁑

Comments on 1.32


msAim 1.48: ὅτι Ζηνόδοτος δια τοῦ χ ⁑

Comments on 1.34


msAim 1.50: ὅτι κατα μεταφορὰν ἐκ τῶ τετραποδων ὑπερμαχεῖς:

Comments on 1.37


msAim 1.51: ὅτι περιττὸς ὁ δὲ συνηθ αὐτῶ⁑

Comments on 1.41


msAim 1.52: ὅτι Ζηνοδοτος τίσειεν

Comments on 1.42


msAim 1.53: ὅτι Ζηνοδοτος ἀμφοτέρους ἡθέτηκεν οὐ καλῶς⁑

Comments on 1.46-1.47


msAim 1.54: ὅτι οὐκ ορθῶς τινὲς ουρήας τοὺς φυλακας ἀντιδιαστέλλει γὰρ διὰ του αὐτοῖσι

Comments on 1.50


Scholia group: msAint

msAint 1.55: καθ’ ἑαυτὸ τοῦτο προφερομεθα καὶ γὰρ εμφαντικότερον⁑

Comments on 1.30


msAint 1.56: ὅτι παρέλκει ἡ ἐπι⁑

Comments on 1.39


msAint 1.57: Ἀρισταρχος δύο μέρη λόγου τὸ τὸ δέ μοι Ἡρωδιανὸς ἔν

Comments on 1.41


msAint 1.58: ὅτι ορος ὁ Ολυμπος τα γὰρ καρηνα ἐπι όρους⁑

Comments on 1.44


msAint 1.59: Αριστάρχος ο τόνος παρα τὴν βιαν ⁑

Comments on 1.49


msAint 1.60: ‡ φιλανος ὦν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῶα ἀναιρεῖ ἵνα δια τούτων εἰς δεος ἀγαγὼν τοὺς Ἑλλ ἐπι τὸ εὐσεβεῖν παρασκευάσῃ ἥ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργετέραν ἔχουσιν: οἱ μεν γαρ κύνες ἀπο τῆς ὀσφρήσεως τῶν ἰχνῶν εν αισθήσει τῶν θηρίων γίνονται: αἱ δε ἡμίονοι πολλακ ἀπολειφθεῖσαι τινων ἀπο τῆς ὀσφρήσεως καὶ τας ὁδους ἀνευρισκουσι⁑

Comments on 1.50


Scholia group: msAil

msAil 1.274: βαθείαις

Comments on 1.26


msAil 1.275: εν τῶ παροντι καιρω

Comments on 1.27


msAil 1.276: ἐν μερος λογου

Comments on 1.27


msAil 1.277: χροντίζοντα βραδύνοντα⁑

Comments on 1.27


msAil 1.279: ὅπως ἂν ἐπανέθῃς⁑

Comments on 1.32


msAil 1.280: ἀποκοπη

Comments on 1.34


msAil 1.281: ὀνοματοποιία

Comments on 1.34


msAil 1.282: πλεῖστα

Comments on 1.35


msAil 1.283: ηὔχετο⁑

Comments on 1.35


msAil 1.284: παραεβολη⁑

Comments on 1.36


msAil 1.285: λαμψακινων

Comments on 1.37


msAil 1.286: πολις Τρωϊκη ⁑

Comments on 1.37


msAil 1.287: πολίχνιον τῆς Τρωάδος

Comments on 1.38


msAil 1.288: νησος προ τῆς Τροίας

Comments on 1.38


msAil 1.289: λιπαρα

Comments on 1.40


msAil 1.291: τιμωρίαν δοῖεν

Comments on 1.42


msAil 1.292: ἐξοχῶ ἀκροτηρίων

Comments on 1.44


msAil 1.293: κοινή ἐστιν οὐκ έκοτασις⁑

Comments on 1.45


msAil 1.294: ποιὸν ῆχον απετελεσαν⁑

Comments on 1.46


Scholia group: msAextra

msAextra 1.44: δια τι απο τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸς, ήρξατο: ἀπὸ τῶν Ἑλληνων, δὲ οὖ οὐδε απ αλλου ζωου τινὸς καὶ οἱ μὲν ρητορι λύοντές φασιν ὅτι φιλανθ ὀν τὸ θεὶον εβουλετο παιδευσαι τοὺς Ελληνας: καὶ μη παντάπασιν απολέσαι καὶ δια τοῦτο προτερον ἀπο τοιουτων ζωων ήρξατο μετανοιαν τοῖς αμαρτησασι διδους: οἱ δὲ αληθέστερον καὶ φιλοσοφώτερον λέγοντες, φασιν ὅτι απας μὲν λοιμὸς ἀπο ἐκφλογώσεως γίνεται γῆθεν ἀναφερομενος ἐξ αναθυμιάσεως: διὸ καὶ τὸν Ἀπόλλωνὰ φασιν αἴτιον ειναι τῆς τοιαυτης ασθενείας: ἐπεὶ ὁ αυτὸς εἶναι λέγεται τῷ ἡλιω καταφλεγοντι τὴν γῆν ἐκ δὲ τῆς γῆς γιγνομενης τῆς νόσου ἀναγκαῖον τοὺς καίνας πρώτους εἰσθεῖσθαι τῆς βλαβης ὅτι τε καὶ υἰσθητικῶτερα ἐισὶ τὰ αλογα ζωα: φύσει τῶν ανθρωπων και ὅτι κατω νευουσι προς τῆ γῇ καὶ ἀνιχνεύουσι: τοὺς δε ημιονους οὐ δια τό, κατω νεύειν αλλα τὸ εκ διαφόρων σωματων ειληχέναι τὴν γένεσιν παντελῶς γὰρ εὐδιαφθαρτον τὸ τοιοῦτο τῆς δεκάτης δὲ ἡμέρας γεγενεῖσθαι φανερὸν εὐλόγως κατ αυτὸν δὲ τὸν ποιητὴν τὸ θεώρημα δεῖ λύειν τῆ δεκάτῃ φαίνεται τὸ νοσῶδες τοῦ αέρος ἐν ταύτη πάντως καθϊσταμενου, ὥσπερ καὶ αὐτὸς ὁ ποιητὴς δεδήλωκεν Αχιλλεὺς γὰρ Χειρωνος ὧν μαθητης καὶ τὴν ιατρικὴν τεχνην, σοφο : ἐκ τῆς καταστάσεως τοῦ αέρος μαθῶν τὸ γαρ τῆς: Ήρας ὄνομα. παρα τὸν αερα πεποίητας ἐπεὶ τινος ένεκα Νεστωρ ἢ Ὀδυσσευς ἢ Μενελαος ουδενος ελαττον των Ελληνων φροντιζοντες ου ζητοῦσιν ἀλλὴ ὁ Ἀχιλλεῦς ⁑

Comments on 1.50


previousnext
msA 12rmsA 13r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1