Venetus A (Marciana 454 = 822), folio 13, recto

previousnext
msA 12vmsA 13v

Iliad text (25 lines)


Iliad 1.51: αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς

Commented on by msA 1.61, msA 1.62, msAil 1.208, msAil 1.209, msAil 1.210, msAim 1.82


Iliad 1.52: βάλλ’: αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.

Commented on by msA 1.63, msA 1.81, msAil 1.211


Iliad 1.53: ἐννῆμαρ μὲν ἀνα στρατὸν ᾤχετο κῆλα θεοῖο:

Commented on by msA 1.64, msAil 1.212


Iliad 1.54: τῇ δεκάτῃ δ’ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς :

Commented on by msAil 1.213


Iliad 1.55: τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη :


Iliad 1.56: κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήισκοντας ὁρᾶτο.

Commented on by msAint 1.88, msAil 1.214, msAim 1.83


Iliad 1.57: οἱ δ’ ἐπεὶ οὖν ἤγερθεν: ὁμηγερέες τ’ ἐγένοντο,


Iliad 1.58: τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς :

Commented on by msAint 1.89, msA 1.65


Iliad 1.59: Ἀτρείδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω:

Commented on by msA 1.66, msA 1.67, msA 1.68, msAil 1.215, msAil 1.216, msAil 1.217, msAim 1.84


Iliad 1.60: ἂψ ἀπονοστήσειν: εἴ κεν θάνατόν γε φύγοιμεν.

Commented on by msAint 1.90


Iliad 1.61: εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς :

Commented on by msAil 1.218


Iliad 1.62: ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱ̈ερῆα

Commented on by msA 1.69, msA 1.72, msAil 1.219


Iliad 1.63: ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν,

Commented on by msA 1.73, msAil 1.220


Iliad 1.64: ὅς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπολλων .

Commented on by msAil 1.221


Iliad 1.65: εἴ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται ἢδ’ ἑκατόμβης:

Commented on by msAint 1.91, msA 1.74, msAil 1.222, msAim 1.85


Iliad 1.66: αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων

Commented on by msA 1.75, msAil 1.223


Iliad 1.67: βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.

Commented on by msA 1.76, msAil 1.224


Iliad 1.68: Ἤτοι ὅ γ’ ὡς εἰπὼν κατ’ ἄρ ἕζετο: τοῖσι δ’ ἀνέστη

Commented on by msA 1.77


Iliad 1.69: Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος:

Commented on by msA 1.78, msAil 1.225, msAil 1.226, msAil 1.227


Iliad 1.70: ὃς ᾔδη τά τ’ εόντα: τά τ’ ἐσσόμενα: πρό τ’ ἐόντα:

Commented on by msAil 1.228, msAil 1.229, msAil 1.230


Iliad 1.71: καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν Ἴ̈λιον εἴσω

Commented on by msA 1.79, msAil 1.231, msAil 1.232, msAim 1.86


Iliad 1.72: ἣν διὰ μαντοσύνην: τήν οἱ πόρε Φοῖβος Ἀπόλλων :

Commented on by msAil 1.233


Iliad 1.73: ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν:

Commented on by msAint 1.92, msAil 1.234, msAim 1.87


Iliad 1.74: ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι

Commented on by msA 1.80


Iliad 1.75: μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος:

Commented on by msAil 1.235


Other texts (46 passages)


Scholia group: msA

msA 1.61: αὐτὰρ ἐπειτ αυτοῖσι βελος διαφέρει ὁ αὐτὰρ τοῦ δὲ ὅτι ὁ μὲν προτάσσεται: ὁ δὲ ὑποτάσσεται: ὁ μὲν αὐτὰρ προτάσσεται: ὁ δὲ δὲ ὑποτασσεται:

Comments on 1.51


msA 1.63: θαμειαί πῶς φησίν ὁ ποιητὴς ἐναντία ἑαυτῶ λέγει προεἰπὼν γὰρ αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν : νῦν επάγει αἰεὶ δὲ πυραὶ νεκύων . ἐροῦμεν δὲ ὅτι ὁ λοιμὸς ηῦξε: τὴν μῆνιν ἡ μῆνις δὲ τὰς μετα ταῦτα μάχας: καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο: οἱ δὲ ἀπο τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο⁑

Comments on 1.52


msA 1.65: τοῖσι δ ἀνιστάμενος τὸ γὰρ παλαιὸν κὰν βασιλεὺς ἢν κἂν ἄλλης οἵασδήποτε τύχης λαμπρᾶς ἐδημηγόρει δὲ, ὀρθῶς ἵστατο⁑

Comments on 1.58


msA 1.66: παλιμπλαγχθεντας εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα εάν περ δεῖ ὅλως τὸν θάνατον ὑπεκφύγοιμεν οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθ τῆς μετοχ ἀλλα συντεθειται δια τὸ ὰψ ἀπονοστήσειν ⁑

Comments on 1.59


msA 1.68: Ἀτρείδη νὺν ἄμμε⁑ μετα τὸ Ἀτρείδη δεῖ στίζειν ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσιν⁑

Comments on 1.59


msA 1.69: ἀλλ άγε δη τινα μαντιν ἡ διπλῆ ὅτι μάντις γενικῶς ἱερεὺς δὲ καὶ οἱωνοπ εἰδικῶς εἴδη μάντεων: Ζηνοδ δὲ ἡθέτηκεν αὐτὸν μήποτε δὲ ὀνειροκριτην ὑπείληφεν οὐκ ορθῶς.

Comments on 1.62


msA 1.70: μεχρι τοῦ ἐρείομεν διασταλτεον εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπολον ἵνα γενικὸν μὲν ἢ τὸ μάντιν: εἴδη δὲ τὰ επιφερόμενα: οὕτως Ἡρωδιανός : καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει⁑

Comments on 1.62-1.63


msA 1.71: ἔστι γενος τι ἡ μαντικη διαιπουμένον εἰς εἴδη τρία εἰς οιωνοσκοπιαν: εις αεροσκοπ καὶ τὴν δια τὴν τῶν ονειρατων⁑

Comments on 1.62-1.63


msA 1.72: Ἡρῳδιανὸς τελειαν δίδωσι καὶ κοινὸν τὸ μαντιν : ὁ δὲ Πορφύριος τὸν δὴ οιωνὸν σημειων ἠ τεράτων μαντευόμενον: ὀνειροπολον δὲ τὸν ὀνειροκριτην⁑

Comments on 1.62


msA 1.73: καὶ γάρ τ’ ὄναρ τοῦ τι ἐστιν συναλιφὴ καὶ γὰρ τι ὄναρ οὐ γὰρ παντα λέγει ἀληθῆ ἐπεὶ φησὶν οὐ πάντας εἰναι τοὺς ὀνείρους ἀληθεῖς: οἱ μεν γὰρ κεράεσσι τετεύχαται: αἱ δὲ λέφαντι ⁑

Comments on 1.63


msA 1.74: εἴ ταρ οὕτως ὀξεῖα εἰς τὸν εἶ τὸ γὰρ ταρ ἐστιν ἐγκλιτικὸς συνδ επιφερόμενος καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ : οὐ γάρ ἐστιν ὁ τὲ σύνδεσμος ἐπεφέρετο γὰρ ἂν ἐτερος τε ⁑

Comments on 1.65


msA 1.75: αἱ κέν πως ἀρνῶν κνίσης Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς κατα γενικὴν πτῶσιν ἄνευ τοῦ ϊ ⁑

Comments on 1.66


msA 1.76: ἡμῖν ἀπο λοιγὸν ἀμύναι τὸ ἑξῆς ἐστιν ἀπαμῦναι δι ὃ φυλάττει τὸν ἴδιον τόνον: ὄταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχη προς τὸ επιφερόμενον τὸν ἴδιον τόνον φυλάσσει άτε δὴ ἐπέχουσα τὴν τάξιν: εἰς δε τὸ αἴ κεν περισσὸς ὁ κεν ἵνα ᾖ ἀντι τοῦ εἴ πως ⁑

Comments on 1.67


msA 1.77: ἤ τοι ὅ γ’ ὡς εἰπῶν ὅτι Ζηνοδ γράφει ἐκαθέζετο : οὐκ εᾶ δὲ ἑλληνίζειν τὸν Όμηρον ὥσπερ γὰρ ουδ λέγει ἐκατεβαινεν: οὕτως οὐδε ἐκαθέζετο⁑

Comments on 1.68


msA 1.78: Κάλχας Θεστοριδ ὅτι Ζηνοδοτ γράφει μάντις Θεστορίδης . οὐ δύναται δὲ τῷ γένει τὸ εἶδος ἅμα συγκατατίθεσθαι⁑

Comments on 1.69


msA 1.80: ὦ Ἀχιλεῦ κέλεαί με⁑ καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος ὑπο Ἀχιλλέως καὶ τῷ πλήθει. ὡς δέει τοῦ βασιλέως μη προειπών⁑

Comments on 1.74


msA 1.81: ‡αἰεὶ δὲ πυραὶ νεκύων τὸ παλαιὸν τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο δια τὸ ἀπέριττα γίνεσθαι εἰθ’ οὕτως ἐθάπτετο ὑπὸ γῆν, ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρα τοῖς Ἕλλη πρῶτος φησὶν ουτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου δι ανάγκην ὑπο Ηρακλέους : συναγαγόντος γὰρ φασὶ στρατίαν ἐπι Ϊλιον Ἡρακλέους δια τὸ Λαομέδοντα παρα σύνταξιν ποιῆασι Ἡρακλει σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην καὶ μη δοῦναι τοὺς ἵππους οὕς ὑποσχόμενος ἦν αὐτῶ ὑπερ τῆς τοσαύτης εὐεργεσίας ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον: Λικύμνιον φασὶ τὸν πρα Ἀργείου φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱον ὀνόματι Οιωνὸν αποστείλας εἰς Λακεδαίμονα μεθ’ Ἡρακλέους ἀπέβαλεν οὐ βούλεσθαι προΐεσθαι τοῦτ’ ἕως Ηρακλῆς όμωσεν ἀπάξειν παλιν αὐτόν τότε δ’ οὖν συμπερούσης τῷ Ἀργείω τῆς τοῦ βίου τελευτῆς διαπορηθεὶς ὁ Ηρακλῆς πῶς ἄν ἐπιτελέσοι τὸν όρκον έκαυσεν αὐτὸν καὶ πρῶτον φασὶ τοῦτον τοιαὔτης ἐπιμελείας τυχεῖν⁑

Comments on 1.52


Scholia group: msAim

msAim 1.82: ὅτι μεταφορικῶς ἀπὸ τῆς πευκης

Comments on 1.51


msAim 1.83: ὅτι Ζηνόδοτος ορητο γράφει ἀγνωεῖ δε ὅτι Δωρικὸν γινεται⁑

Comments on 1.56


msAim 1.84: προς τὴν τῶν νεωτέρων ἱστορίαν ὅτι ἐνθεν τὴν κατὰ Μυσίαν ϊστοριαν ἔπλασαν⁑

Comments on 1.59


msAim 1.85: ὅτι ελλειπει ἡ περι περι

Comments on 1.65


msAim 1.86: ἀντι τῆς εις προθ ⁑

Comments on 1.71


msAim 1.87: ὅτι Ζηνοδοτος γράφει ός μιν αμειβόμενος ἔπεα πτερόεντα προσηυδα ⁑

Comments on 1.73


Scholia group: msAint

msAint 1.88: εὐλόγως ἐφρoντιζε τῶν Ἑλλη ἡ Ἥρα ὅτι τὸ Άργος όλον ἱερὸν αὐτῆς: ἄλλως τε καὶ ἦν ὑβρισθεῖα ὑπὸ Ἀλεξάνδρου : ὡς καὶ ἡ Ἀθηνᾶ ἐν τη τοῦ μήλου κρίσει ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλλ ἵνα γένωνται τοῖς Τρωσὶν όλεθρος⁑

Comments on 1.56


msAint 1.89: δια τὸν μετά ⁑

Comments on 1.58


msAint 1.90: ὅτι Ζηνοδοτος οι κεν γράφει οὐ καλῶς: καλὴ γὰρ ἡ απόγνωσις τῆς σωτηρίας⁑

Comments on 1.60


msAint 1.91: ἑκατόμβης ἠ τῆς ἀπο εκατῶν βοῶν ἠ ἀπὸ ρ βημάτων ὅ εστ κέ ζώων⁑

Comments on 1.65


msAint 1.92: οὕτως δια τοῦ ἑνὸς σ ⁑

Comments on 1.73


Scholia group: msAil

msAil 1.208: τοῖς Ἑλλησι

Comments on 1.51


msAil 1.209: πικρόν

Comments on 1.51


msAil 1.210: επιπέμπων:

Comments on 1.51


msAil 1.211: ἐτίτρωσε

Comments on 1.52


msAil 1.212: νῦν τὰ βέλη ὅτι δὲ καὶ σημειω

Comments on 1.53


msAil 1.213: λη ημέρᾳ

Comments on 1.54


msAil 1.214: ἐφρον

Comments on 1.56


msAil 1.215: Αιολικόν

Comments on 1.59


msAil 1.216: εις τοὐπίσω πλανηθεντας

Comments on 1.59


msAil 1.217: ὑπολα

Comments on 1.59


msAil 1.218: αντὶ καὶ γάρ

Comments on 1.61


msAil 1.219: ἠ θύτην

Comments on 1.62


msAil 1.230: τὰ προγεγονοτα⁑

Comments on 1.70


msAil 1.231: νεῶν

Comments on 1.71


msAil 1.232: ἡγεμῶν ἐγένετο⁑

Comments on 1.71


msAil 1.233: ἰδίαν

Comments on 1.72


msAil 1.234: εν αυτοῖς εἶπεν

Comments on 1.73


msAil 1.235: τοξότου

Comments on 1.75


previousnext
msA 12vmsA 13v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1