Venetus A (Marciana 454 = 822), folio 13, verso
previous | next |
---|---|
msA 13r | msA 14r |
Iliad text (25 lines)
Iliad 1.76: τοὶ γὰρ ἐγὼν ἐρέω: σὺ δὲ σύνθεο: καί μοι όμοσσον
Commented on by msAil 1.100, msAil 1.143
Iliad 1.77: ὴ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν:
Commented on by msAil 1.144, msAil 1.145
Iliad 1.78: ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν: ὃς μέγα πάντων
Iliad 1.79: Ἀργείων κρατέει: καί οἱ πείθονται Ἀχαιοί :
Commented on by msAil 1.146
Iliad 1.80: κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ:
Commented on by msA 1.94, msAim 1.109
Iliad 1.81: εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ:
Commented on by msA 1.95
Iliad 1.82: ἀλλάτε καὶ μετόπισθεν ἔχει κότον: ὄφρα τελέσσῃ
Commented on by msAil 1.147
Iliad 1.83: ἐν στήθεσσιν, ἑοῖσι: σὺ δὲ φράσαι εἴ με σαώσεις:
Commented on by msAim 1.110
Iliad 1.84: τονδ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :
Iliad 1.85: θαρσήσας μάλα, εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα:
Commented on by msA 1.96, msA 1.97, msAil 1.148, msAim 1.111
Iliad 1.86: οὐ, μὰ, γὰρ, Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν
Commented on by msA 1.98, msA 1.99, msAil 1.149, msAil 1.150
Iliad 1.87: εὐχόμενος, Δαναοῖσι θεοπροπίας ἀναφαίνεις
Iliad 1.88: οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπι χθονὶ δερκομένοιο.
Commented on by msA 1.100, msAil 1.151
Iliad 1.89: σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
Iliad 1.90: συμπάντων Δαναῶν . οὐδ ἢν Ἀγαμέμνονα εἴπῃς
Commented on by msA 1.101, msAil 1.153
Iliad 1.91: ὃς νῦν πολλὸν ἄριστος ἐνι σρτατῷ εὔχεται εἶναι:
Commented on by msAint 1.113, msAil 1.154
Iliad 1.92: καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων:
Iliad 1.93: οὔτὰρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης,
Commented on by msA 1.102
Iliad 1.94: ἀλλ’ ἕνεκ’ ἀρητῆρος, ὃν ἠτίμης’ Ἀγαμέμνων :
Iliad 1.95: οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα.
Commented on by msAil 1.155
Iliad 1.96: τούνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος, ἠδ’ ἔτι δώσει:
Commented on by msA 1.103
Iliad 1.97: οὐδ’ ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει.
Commented on by msAint 1.115, msA 1.104, msAil 1.156
Iliad 1.98: πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
Commented on by msA 1.105
Iliad 1.99: ἀπριάτην: ἀνάποινον: ἄγειν θ’ ἱερὴν ἑκατόμβην
Commented on by msA 1.106, msA 1.107, msAil 1.157
Iliad 1.100: ἐς Χρύσην : τότε κέν μιν ἱ̈λασσάμενοι πεπίθοιμεν:
Commented on by msA 1.108
Other texts (30 passages)
Scholia group: msA
msA 1.93: ἠ μέν μοι πρόφρων ἐπι μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατα τὴν ἄρχουσαν κεῖται γὰρ ἀντι τοῦ ἠμὴν ὅπερ ἐστιν ορκικὸν επίρρη ὅπερ ὁ ποιητὴς ἀεὶ δια τοῦ ε προφερεται: ἡμὲν τοὺς ἵππους τὲ καὶ ἄρματα ἠμὲν εμοὶ δώσειν τὸ δὲ ἡ γᾶρ ὀΐομαι περισπωμένη τάσει ἀναγνωστέον διαβεβαιωτικὸς γὰρ ὁ συνδ ⁑
Comments on 1.77-1.78
msA 1.95: καταπέψη ἡ μεταφορα ἀπὸ τῶν ἐν τῆ γαστρὶ πλείω χρόνῳ κατεχομένων σιτίων δια τὴν πέψιν τὴν ἐν αυτῆ γινομενην⁑
Comments on 1.81
msA 1.96: θαρσήσας μάλα εἰπέ τρια εισὶ τὰ ἐν τῇ κοινῇ οξυνόμενα ἐλθέ ευρέ ειπέ ἰδιως δὲ καὶ μακρᾷ παραλήγονται Ἀττικοὶ δὲ καὶ ἐπι τῶν βραχυκαταλήκτων ὀξύνουσῑ τὸ εἰδέ καὶ λάβε :
Comments on 1.85
msA 1.97: ὅτι οῖσθα χω τοῦ σ οὕτως γὰρ λέγει δια παντὸς οἶσθα: τί ἠ τοι ταυτα οἶσθα γέρον ⁑
Comments on 1.85
msA 1.98: οὐ μα γὰρ Ἀπόλλω ὅτι Ζηνοδοτος χωρὶς τοῦ ν Καλχα τὰ δὲ εἰς λήγοντα δια τοῦ ντ κλινόμενα επι τῆς γενικῆς ἔχει τὴν κλητ ⁑ εἰς ν Θόαν Ἀίαν ⁑
Comments on 1.86
msA 1.101: οὐδ ἣν Ἀγαμέμνο ὁ τρόπος ὑπερβολη ὃ δεδηὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς ⁑
Comments on 1.90
msA 1.102: οὔταρ ὅ γ’ εὐχωλῆς οὕτως οξείαν ἐπ τὴν οὔ : ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος εγκλιτικός ὡς καὶ ἐπι τοῦ εἴ ταρ ὅ γ’ εὐχωλῆς : οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός εἰ γὰρ ἢν επεφέρετο: ἂν πάλιν ὁ τέ μετὰ ἀποφασεως, οὔθ’ εκατόμβης: οὕτως γὰρ ἔστιν εὑρεσθαι τὸν τέ σύνδεσμον μετα τῆς οὔ ἀποφάσεως: ἔνθα μὲν, οὔτε ἄναξ ἐπιδευής, οὔτε τι ποιμήν ⁑
Comments on 1.93
msA 1.104: οὐδ’ ὅ γε πρὶν λοιμοῖο λέξεις ἐκ τῶν προς Κωμανόν . τὸ μὲν ἀεικέα λοιγόν όλεθρον ἀπεοικοτα λέγειν: τοῦτο δὲ ἐστιν ἀπεχθῆ: ἀπριάτην δὲ σαφὲς ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταυτὸν τῷ νῦν λεγομένῳ δωρεάν καὶ ἡ Μασσααλιωτικὴ δὲ καὶ ἡ Ριανοῦ τὸν αὐτὸν ἔχει τρόπον: ἔοικεν οὖν, ἡ ἑτέρα Ζηνοδότου εἶναι ἡ οὐδ’ ὅγε πρὶν λοιμοῖο βαρείας χείρας ἀφέξει ⁑
Comments on 1.97
msA 1.105: ἐλικώπιδα μελανόφθαλμον ἀφ οὗ εὐπρεπῆ ὡς Καλλίμαχος ὕδωρ μέλαν Αἰσήποι , καὶ Αἴσηπον ἔχεις ἑλικώτατον ὕδωρ , ἢ τὴν οὐκ ἀτενῆ τὴν θέαν: ἠ τὴν ἀξιοθέατον προς ὴν πάντες ἐλίσσουσι τὴν θέαν⁑
Comments on 1.98
msA 1.106: ἀπριάτην ἀνάποινον ὅτι οὐ κατα προσηγορίαν τὴν ἀπριάτην λέγει ἀλλ’ ἀντι τοῦ ἀπρατῆ καὶ παράλληλον τὸ ἀνάποινον: τὸ γὰρ αὐτὸ δι αμφοτέρων δηλοῦται: διασταλταιον δὲ βραχὺ ἀπριάτην: ἀνάποινον στικτέον δὲ ἐς Χρύσην : ἐπεὶ κοινὸν κατα πάντων τὸ πριν τὸ ἀπριάτην. ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος ἀντι τοῦ ἀπριαδην⁑
Comments on 1.99
msA 1.108: ἐς Χρύσην τότε κέν μιν ὅτι Ζηνόδοτος γράφει αἴ κεν μιν γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν⁑
Comments on 1.100
Scholia group: msAim
msAim 1.109: ὅτι Ζηνόδοτος χωρὶς γράφει τὰ δε τοιαυτα ἐν σύγκριτα εχει ἐπι της ευ τὸ ν ⁑
Comments on 1.80
msAim 1.110: ὅτι Ζηνόδοτος γράφει φράσον : μᾶλλον δὲ τὸ φράσαι ἀρμόζει⁑
Comments on 1.83
msAim 1.111: διασταλτέον ἐπι το μα ⁑
Comments on 1.85
msAim 1.112: ὅτι ελλείπει τὸ περι καὶ περισσον τὸ ἐπιμέμφεται κατεκερμάτισεν δὲ τὸν Αγαμέμνονος λόγον εἰς διαβολήν⁑
Comments on 1.93-1.95
Scholia group: msAint
msAint 1.113: Ἀχαιῶν οὐκ ενι στρατῷ αι Αριστάρχου ὁμοιως ἡ Σωσιγένους καὶ Ἀριστοφάνους : καὶ ἡ Ζηνοδότου ⁑
Comments on 1.91
msAint 1.114: βραχὺ διασταλτεον ἐπι τὸ εκατομβης καὶ αρητῆρος . κοινὸν δὲ τὸ ἕνεκα ουτε ευχωλῆς ουτε ἑκατόμβης ἕνεκα: ἀλλ αρητηρος ἕνεκα μεμφεται⁑
Comments on 1.93-1.94
msAint 1.115: Δαναοῖσιν ἀεικέα λοιγὸν απώσει οὕτως αι Αριστάρχου ⁑
Comments on 1.97
Scholia group: msAil
msAil 1.100: Αιολίς
Comments on 1.76
msAil 1.143: Αιολικον
Comments on 1.76
msAil 1.144: ορκικον ἐπίρρημα
Comments on 1.77
msAil 1.145: προθύμως
Comments on 1.77
msAil 1.149: ὄμνυμι γάρ σοι
Comments on 1.86
msAil 1.150: ᾥτινι σὺ ὦ κάχαν⁑
Comments on 1.86
msAil 1.151: ὁρῶντος ἢ ὁρωμένου
Comments on 1.88
msAil 1.153: ὑπερβολη⁑
Comments on 1.90
msAil 1.154: κατα πολύ
Comments on 1.91
msAil 1.155: οὐκ απελύτρωσε
Comments on 1.95
msAil 1.156: παύσει
Comments on 1.97
msAil 1.157: παράλιψις
Comments on 1.99
previous | next |
---|---|
msA 13r | msA 14r |