Venetus A (Marciana 454 = 822), folio 130, verso

previousnext
msA 130rmsA 131r

Iliad text (25 lines)


Iliad 10.227: ὡς ἔφαθ’. οἱ δ’ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι:


Iliad 10.228: ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος :


Iliad 10.229: ἤθελε Μηριόνης : μάλα δ’ ἤθελε, Νέστορος υἱός:


Iliad 10.230: ἤθελε δ’ Ἀτρείδης δουρὶκλειτὸς Μενέλαος :


Iliad 10.231: ἤθελε δ’ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον

Commented on by msA 10.2014


Iliad 10.232: Τρώων , αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.


Iliad 10.233: τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :


Iliad 10.234: Τυδείδη Διόμηδες . ἐμῷ κεχαρισμένε θυμῷ:


Iliad 10.235: τὸν μεν δὴ ἕταρόν γ’ αἱρήσεαι ὅν κ’ ἐθέλῃσθα,


Iliad 10.236: φαινομένων τὸν ἄριστον. ἐπεὶ μεμάασί γε πολλοί:


Iliad 10.237: μὴδὲ σύ γ’ αἰδόμενος σῇσι φρεσὶ. τὸν μὲν ἀρείω


Iliad 10.238: καλλείπειν: σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων:


Iliad 10.239: ἐς γενεὴν ὁρόων. μηδ`’ εἰ βασιλεύτερός ἐστιν:


Iliad 10.240: ὡς ἔφατ’: ἔδδεισεν δὲ περὶ ξανθῷ Μενελά̄ῳ :

Commented on by msA 10.2015


Iliad 10.241: τοῖς δ’ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης :


Iliad 10.242: εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέσθαι.

Commented on by msA 10.2016, msA 10.2017


Iliad 10.243: πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην.


Iliad 10.244: οὗ περὶ μὲν πρόφρων κραδίη: καὶ θυμὸς ἀγήνωρ

Commented on by msA 10.2018


Iliad 10.245: ἐν πάντεσσι πόνοισι: φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη :


Iliad 10.246: τούτου γ’ εσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο

Commented on by msA 10.2019


Iliad 10.247: ἄμφω, νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι:

Commented on by msA 10.2020


Iliad 10.248: Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς :


Iliad 10.249: Τυδείδη : μήτ ἄρ με, μάλ’ αἴνεε μήτε τί, νείκει:

Commented on by msA 10.2021


Iliad 10.250: εἰδόσι γάρ τοι ταῦτα μετ’ Ἀργείοις ἀγορεύεις:


Iliad 10.251: ἂλλ’ ἴ̈ομεν; μάλα γὰρ νὺξ ἄνεται: ἐγγύθι δ’ ἠώς:


Other texts (11 passages)


Scholia group: msA

msA 10.2015: ὡς ἔφαθ’ ἔδδεισεν δὲ: ἀθετεῖται ὅτι περισσος ὁ στίχος καὶ παρέλκων καὶ μὴ ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν: ἡ δὲ διπλῆ ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώπου ἀραφωνεῖ ὡς καὶ τὸ νήπιος. οὐδ’ ἂρ ἔμελλε κακὰς ὑπο κήρας ἀλύξας : οὐδὲ ἐν τῇ: Ζηνοδότου δε ἦν ⁑

Comments on 10.240


msA 10.2016: κελευετέ μ’ αὐτὸν ἐλέσθαι : Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν αὐτῷ ῥήματι τελεικόν. καὶ δοκεῖ ὀρθοτονεῖν ὡς εἰ καὶ συνθέτως ἐλέγετο ἐμαυτον, καὶ τοῦτό γε ἐχρῆν εἶναι. ἀεὶ γὰρ αἱ τοῦ πρωτ προσώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτὸς ὀρθοτονοῦνται: ὁ μέντοι Ἀσκαλωνίτης καὶ Ἀρίσταρχος ἐγκλητικῶς ἀνεγνώκασιν. ἐπι τὸν τε σύνδεσμον ποιοῦντες τὴν ὀξεῖαν ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ἑμαυτὸν ἑλέσθαι ⁑

Comments on 10.242


msA 10.2017: εἰ μεν δὴ ἕταρον γε: ὅτι ἕταρον νῦν οὐ φίλον . ἀλλὰ συνεργὸν λέγει: ἡ δὲ ἀναφορὰ προς τὸ ἑταρίσσαιτὸ ἀντὶ του συνεργὸν λάβοι :

Comments on 10.242


msA 10.2018: οὗ περὶ μὲν πρόφρων : ἀληθῶς ὁ ἐν τοῖς κινδύνοις ἕπαινος χρήσιμος παρωσάμενος πᾶσαν αἰδῶ καὶ ἀμέλειαν ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται. οὐ δι ἀνδρείαν φησας αὐτὸν δέχεσθαι ἀλλα δια φρόνησιν ⁑

Comments on 10.244


msA 10.2019: τούτου γ’ ἑσπομένοιο. δύναται καὶ σπομένοιο ὡς φησὶν ὁ Ἀσκαλωνίτης . καὶ ὅμοιόν ἐστι τοῦ ὁ δε σπώμενος περὶ δουρί εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ εῖ δε σὺ ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἐσπόμεθ’ ἀνάγκῃ πᾶσα κατ αυτὸν δασύνειν καὶ τὴν μετοχὴν καὶ ἀπο τοῦ ε ἄρχεσθαι ⁑

Comments on 10.246


Scholia group: msAil

msAil 10.2008: εταῖρον καὶ συνεργὸν ἐπιλέξαι ὸν ἂν θελης

Comments on 10.235@ἕταρόν-αἱρήσεαι


msAil 10.2009: ακόλουθ παραλαβεῖν

Comments on 10.238@ὀπάσσεαι


msAil 10.2010: εἰς τὴν εὐγένειαν ἀφορῶν:

Comments on 10.239@ἐς-ὁρόων


msAil 10.2011: καὶ ἐκ τοῦ φανεροῦ

Comments on 10.246@καὶ-πυρὸς


msAil 10.2013: ψέγε

Comments on 10.249@νείκει


msAil 10.2014: ανύεται τελειουτ

Comments on 10.251@ἄνεται


previousnext
msA 130rmsA 131r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1