Venetus A (Marciana 454 = 822), folio 131, verso
previous | next |
---|---|
msA 131r | msA 132r |
Iliad text (25 lines)
Iliad 10.277: χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς , ἠρᾶτο δ’ Ἀθήνῃ :
Commented on by msA 10.2536
Iliad 10.278: κλῦθί μοι αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
Iliad 10.279: ἐν πάντεσσι πόνοισι παρίστασαι. οὐδέ σε λήθω
Iliad 10.280: κινύμενος: νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη :
Iliad 10.281: δὸς δὲ πάλιν ἐπὶ νῆας. ἐϋκλεῖᾰς ἐφικέσθαι
Commented on by msA 10.2537
Iliad 10.282: ῥέξαντας μέγα ἔργον. ὅ κεν Τρώεσσι μελήσει:
Commented on by msAim 10.2545
Iliad 10.283: δεύτερος αὖτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης :
Iliad 10.284: κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη :
Iliad 10.285: σπεῖό μοι. ὡς ὅτε πατρὶ ἅμ’ ἕσπεο Τυδέϊ δίῳ
Iliad 10.286: ἐς Θήβας . ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ῄει:
Commented on by msA 10.2538
Iliad 10.287: τοὺς δ’ ὰρ ἐπ’ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιοὺς
Iliad 10.288: αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
Commented on by msA 10.2539
Iliad 10.289: κεῖσ’. ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα:
Iliad 10.290: σὺν σοὶ δῖα θεὰ: ὅτε, οἱ, πρόφρασσα παρέστης:
Commented on by msA 10.2540
Iliad 10.291: ὡς νῦν μοι ἐθέλουσα παρίστασο. καί με φύλασσε:
Commented on by msA 10.2541, msAext 10.2547, msAim 10.2546
Iliad 10.292: σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ῆνῐν, εὐρυμέτωπον.
Commented on by msA 10.2542
Iliad 10.293: ἀδμήτην. ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ:
Iliad 10.294: τήν τοι ἐγὼ ῥέξω. χρυσὸν κέρασιν περιχεύας:
Iliad 10.295: ὡς ἔφαν εὐχόμενοι. τῶν δ’ ἔκλυε Παλλὰς Ἀθήνη :
Iliad 10.296: οἱ δ’ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο:
Iliad 10.297: βάν ῥ’ ΐμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν.
Iliad 10.298: ἀμ φόνον. ἀν νέκυας. διά τ’ ἔντεα καὶ μέλαν αἷμα:
Commented on by msA 10.2543
Iliad 10.299: οὐδε μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
Commented on by msA 10.2544
Iliad 10.300: εὕδειν, ἀλλ`’ ἄμυδις κικλῄσκετο πάντας ἀρίστους:
Iliad 10.301: ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες:
Other texts (13 passages)
Scholia group: msA
msA 10.2536: ‡ χαῖρε δὲ τῷ ὄρνιθι δ’ Ὀδυσεὺς : ὅτι ἐπὶ τῷ ὄρνη̈θι καὶ ἐν καί τε σφι ῥ αίνομαι εἰσορόωσα ἐπ αυτῷ ⁑
Comments on 10.277
msA 10.2537: δὸς δὲ πάλιν ἐπι νηας: ὅτι τὸ πάλιν ἀντι τοῦ εἰς τοὐπίσω : καὶ ὅτι Ϊακὸν τὸ συστέλλειν, εὐκλειας καὶ δυσκλέα : οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ τοιαῦτα: εὐκλειας προπερισπασταὶον : ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατ’ ἐπένθεσιν τοῦ ϊ λέγει γὰρ, δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξους . οἱ δὲ ἐκτείνοντες ἄνευ λόγου ἐκτείνουσιν ⁑
Comments on 10.281
msA 10.2538: ἑς Θήβας ὅτε τε προ Αχαιῶν : τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς επομένοις σὺν τάττεσθαι, ἡ διπλῆ δέ ὅτι ἡ προ ἀντι τῆς ὑπερ
Comments on 10.286
msA 10.2540: ‡ πρόφρασα: ἐνόμισαν τινὲς εἶναι θηλυκὸν τὸ πρόφρασσα οὐκ έστι δὲ ἀληθὲς: Φιλόξενος γὰρ ἐν τῷ Περὶ μονοσυλλαβων φησὶν, ὅτι ἐστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ: καὶ ὡς παρα τὸ βήσω βῆσα καὶ βῆσσα . ἄξω ἄξα καὶ ἅμαξα πείσω πεῖσα τῷ δ’ ἂρ ἐν πείσῃ κραδίη μένε τετλη υἷα . οὕτω καὶ ἀπο τοῦ φρῶ φρήσω φρῆσα , κατα τροπὴν φράσσα καὶ πρόφρασσα : ἐστι δὲ τὸ φρῶ ὡς φησὶν ἀπο τοῦ προϊῶ πρῶ κατα συγκοπὴν. καὶ τροπῇ τοῦ π εἰς φ φρῶ , ἔστιν οὖν τὸ πρόφρασσα , παρα τὸ προϊέναι καὶ προθυμεῖσθαι μέμνηται Ὠρίων τούτων ἐν τῷ Περι ετυμολογιῶν :
Comments on 10.290
msA 10.2541: παρίστασο. οὕτως χωρὶς τοῦ ς παρίσταο αἱ Ἀριστάρχου : Ζηνόδοτος παρίσταο καὶ πόρε κῦδος : χωρὶς τοῦ ς καὶ αὐτός οὕτως δὲ καὶ αἱ πλείους εἶχον ⁑
Comments on 10.291
msA 10.2543: ἀμ φόνον ἀν νέκυας: ὅτι ἐντευθεν τὸ ἡμιστϊχιον μετενήνεκται εἰς τὸν ἐπι Πατρόκλῳ ἀγῶνα περι τῶν μονομαχούντων ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα . καὶ ὅτι πτῶσις ἐνήλλακται δι’ ἐντέων καὶ μέλανος αἵματος : καὶ πρὸς Ί̈στρον ὅτι οὐ γέγονεν νεκρῶν ἀναίρεσις. εἰ μὴ ἅπαξ ⁑
Comments on 10.298
msA 10.2544: οὐδε μὲν, οὐδὲ Τρῶας : ἡ διπλῆ ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ων ἔχει τάξις οὕτω καὶ τὰ πραγματα, οὐ γὰρ προεληλυθότων ήδη τον περὶ Ὀδυσσέα , καλεῖ τοὺς προβούλους ὁ Ἔκτωρ . ἀλλὰ καθ ὃν καιρὸν καὶ ὁ Ἀγαμεμνων οὕτω γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι δι ὃ καὶ δι ἀντιδιασταλτικῶς λέγει οὐδε μὴν οὐδὲ ὁ Ἕκτωρ εἴασε τοὺς Τρῶας εὗδεῖν ⁑
Comments on 10.299
Scholia group: msAim
msAim 10.2546: ουτ ἀρισταρχ ἄλλοι δὲ παρίστασο :
Comments on 10.291
Scholia group: msAext
msAext 10.2547: παρίσταο
Comments on 10.291
Scholia group: msAil
msAil 10.2548: ευ
Comments on 10.278@μοι
msAil 10.2553: ποτ Βοιωτίας
Comments on 10.287@Ἀσωπῷ
msAil 10.2554: τοῖς Θηβαίοις
Comments on 10.288@Καδμείοισιν
msAil 10.2555: ε
Comments on 10.289@κεῖσ’
previous | next |
---|---|
msA 131r | msA 132r |