Venetus A (Marciana 454 = 822), folio 132, verso
previous | next |
---|---|
msA 132r | msA 133r |
Iliad text (25 lines)
Iliad 10.327: βουλὰς βουλεύειν. ἢ φευγέμεν ἠὲ μάχεσθαι:
Iliad 10.328: ὡς φάθ’. ὁ δ’ ἐν χερσὶ σκῆπτρον λάβε. καί οἱ ὄμοσσεν:
Iliad 10.329: ἴ̈στω νῦν Ζεὺς ἀυτὸς ἐρίγδουπος πόσις Ἥρης :
Commented on by msA 10.3500
Iliad 10.330: μὴ μὲν τοῖς ἵ̈πποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
Commented on by msA 10.3501, msAext 10.3524
Iliad 10.331: Τρώων : ἀλλὰ σὲ φημὶ διαμπερὲς ἀγλαϊεῖσθαι:
Iliad 10.332: ὡς φάτο: καί ῥ’ ἐπίορκον ἐπώμοσε, τὸ̀`ν δ’ ὀρόθυνεν:
Commented on by msA 10.3502, msAext 10.3525, msAim 10.3515
Iliad 10.333: ἀυτίκα δ’ ἀμφ’’ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα:
Iliad 10.334: ἕσσατο δ’ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο:
Commented on by msA 10.3507
Iliad 10.335: κρατὶ δ’ ἐπὶ, κτιδέην κυνέην: ἕλε δ’ ὀξὺν ἄκοντα:
Commented on by msA 10.3503, msA 10.3504, msA 10.3505, msA 10.3506
Iliad 10.336: βῆ δ’ ϊέναι ἐπὶ νῆας ἀπο στρατοῦ: οὐδ` ἀρ ἔμελλεν
Commented on by msAext 10.3526, msAim 10.3516
Iliad 10.337: ἐλθὼν ἐκ νηῶν ὰψ, Ἕκτορι μῦθον ἀποίσειν:
Iliad 10.338: ἂλλ’ ὅτε δή ρ’ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον.
Commented on by msA 10.3508
Iliad 10.339: βῆ ῥ’ ἀν ὁδὸν μεμαὼς: τὸν δὲ φράσατο προσϊόντα
Commented on by msAext 10.3527
Iliad 10.340: διογενὴς Ὀδυσεὺς . Διομήδεα δὲ προσέειπεν:
Iliad 10.341: οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνὴρ:
Commented on by msAim 10.3517
Iliad 10.342: οὐκ οἶδ’: ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν.
Iliad 10.343: ἤ τινα συλήσων νεκύων κατατεθνειώτων:
Commented on by msAint 10.3520, msA 10.3509
Iliad 10.344: ἂλλ’ ἐῶμέν μιν πρῶτα παρ’ ὲξελθεῖν πεδίοιο
Iliad 10.345: τυτθὸν: ἔπειτα δέ κ’ ἀυτὸν ἐπαΐξαντες ἕλοιμεν
Iliad 10.346: καρπαλίμως. εἰ δ’ ἄμμε παραφθαίῃσι πόδεσσιν.
Commented on by msAint 10.3521
Iliad 10.347: ἀιεί μιν ποτὶ νῆας ἀπὸ στρατόφιν προτιειλεῖν
Commented on by msAint 10.3522, msAim 10.3518
Iliad 10.348: ἔγχεϊ ἐπαΐσσων. μή πως προτὶ ἄστυ ἀλύξῃ:
Commented on by msAext 10.3528
Iliad 10.349: ὡς ἄρα φωνήσαντε. πὰρ’ ὲξ ὁδοῦ ἐν νεκύεσσι
Commented on by msAint 10.3523, msA 10.3510, msAext 10.3529, msAim 10.3519
Iliad 10.350: κλινθήτην: ὁ δ’ ὰρ ὦκα παρέδραμεν ἀφραδίῃσιν:
Commented on by msA 10.3511
Iliad 10.351: ἂλλ’ ὅτε δή ῥ ἀπέην ὅσσόν τ’ ἐπὶ οῦρα πέλονται
Commented on by msA 10.3512, msA 10.3513, msA 10.3514
Other texts (25 passages)
Scholia group: msA
msA 10.3500: ‡ἵ̈στω: ἐπιστάσθω γινωσκέτω μαρτυρείτῳ: ἵστωρ γὰρ ὁ μάρτυς: ἵστορα δ’ Ατρείδην Ἀγαμέμνονα ⁑
Comments on 10.329
msA 10.3501: μη μὲν τοῖς ἵπποισιν: ὅτι καὶ νῦν τοῖς , ἀντι τούτοις τοῖς ἵπποις ὥστε: ἔξωθεν προσλαμβάνειν δέον το τοῖς ἄρθρον ⁑
Comments on 10.330
msA 10.3503: κράτὶ δ’ ἐπι κτιδέην: ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵνα γένηται ἐπὶ κρατὶ οὐχ ὑγιῶς μέσος γὰρ πέπτωκεν ὁ δε . τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατα τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχήν: ἐπεὶ ἐν ἑτέροις φησὶ τοῦ δ’ ἀπο μὲν κτιδέην ⁑
Comments on 10.335
msA 10.3504: κρατὶ δ’ ἐπι κτιδέην: ὅτι νῦν μὲν ἀμφίβολον πότερον κτιδέην ἠ συναλιφὴν ἐκδεκτέον ϊκτιδέην . δια μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει τοῦ δ’ ἀπο μὲν κτιδέην κυνέην ⁑
Comments on 10.335
msA 10.3505: κρατὶ δ’ ἐπι κτιδέην: ἀπο τοῦ κ ἡ ἀρχὴ ἐπεὶ καὶ ἐν ἑτέροις κτιδέην τοῦτο δὲ καὶ κατα ἀφαίρεσιν τοῦ ϊ λέγεται παρα τῷ ποιητῇ ἴκτις γάρ ἐστί ὡς Νίκανδρος ἴκτιδος ἥτ’ ὄρνησιν. τὸ γὰρ μονοσύλλαβον, οὐ δύναται κατ έκτασιν. οὔτε κατα συστολὴν λέγεσθαι: οὐ γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφιδος ταῦτα γὰρ ὑπερ μίαν συλλαβὴν, οὔτε συστέλλεσθαι: ἀρκεῖ γὰρ τὸ τισ ⁑
Comments on 10.335
msA 10.3506: κτιδέη, ἡ ἐξίκτιδος δέρματος πεποιημένῃ ί̈κτις δὲ ἐστι ζῷον ὀρνιθοφάγον καὶ πανοῦργον μείζων μὲν γαλῆς: παραπλήσιον δὲ καὶ δασύτερον οἱ δὲ τὴν αγρίαν γαλὴν εῖπον ⁑
Comments on 10.335
msA 10.3507: πολιοῖο λύκοιο: λεύκοῦ λύκου διὰ τὴν τῆς χρόας ἰδιότητα. καὶ γὰρ Πελιαν ἐντευθεν φησὶν ὠνομᾶσθαι Τυρὼ γὰρ ἡ Σαλαμωνεα , γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος παρὰ τοῖς Ἐνιπέως τοῦ ποταμοῦ ῥειθροις κατελιπε τὸν μὲν οὖν ἕτερον κύων ἀφαιρεσθέντων αὐτῆς τῶν πόνων παρέχουσα θηλὴν ἔτρεφεν τὸν δὲ ἕτερον ἵππος κατα τὸ μετωπον ἐπάτησεν, ἐπελθόντες οὖν οἱ ἱπποφόρβοι, ἀνελόμενοι τὲ τὰ παιδία ἔτρεφον καὶ ὠνόμασαν τὸ μὲν ἐπεὶ ἐκ συνδρομὴς αἱματος ἐπελιώθη Πελίαν , τὸν δ’ ἕτερον ἐπεὶ κύων κατηλέησε Νηλέα ⁑
Comments on 10.334
msA 10.3508: ἀλλ ὅτε δή ρ’ ἵππων τε ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων λέγει ἐν μὲν οὖν τῇ πυκνότερον τὴν μάχην, ὅμιλον καλεῖ, ἐν δὲ τὸ ἄθροισμα ⁑
Comments on 10.338
msA 10.3509: ἤ τινα συλήσων νεκύων: ὁ ἀστερίσκος ὅτι ἐνταῦθα καλῶς ὁ στίχος τέτακται: μετα ταῦτα δὲ οὐκέτι, λεγόμενος πρὸς Δόλωνα
Comments on 10.343
msA 10.3510: ὡς ἄρα φωνησαντε παρὲξ οδοῦ: ουτ Ἀρίσταρχ καὶ θαυμαστὸν οὐδέν εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὡς ἄρα φωνήσαντε . σύνηθες γὰρ αὐτῲ τὸ τοιοῦτο ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόντος μόνου τοίω: γάρ τοι νῶϊ θεῶν, ἐπιταρρόθῳ εἰμὲν Ζηνὸς ἐπαινήσαντες. ἐπιφέρει τὼ μὲν ὰρ ὡς εἰπόντε μετ αθανάτους ἀπεβήτην : ἐν μέντοί τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο: ὡς έφατ’ οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Διὁμήδης . ἐλθόντες δ’ εκάτερθε, παρἓξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην ⁑
Comments on 10.349
msA 10.3514: ὅσσον τ’ ἐπὶί οῦρα: ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα, οῦρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει ⁑
Comments on 10.351
Scholia group: msAim
msAim 10.3515: ουτ οὕτως δια τοῦ ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχου ⁑
Comments on 10.332
msAim 10.3516: γράφεται ποτὶ νῆας
Comments on 10.336
msAim 10.3517: ἀρισταρχ οὗτος τις ὡμολόγουν καὶ αἱ πλείους ⁑
Comments on 10.341
msAim 10.3518: ἀρισταρχ ἐπι νῆας ⁑
Comments on 10.347
msAim 10.3519: διασταλτέον ἐπι τὸ φωνησαντε ⁑
Comments on 10.349
Scholia group: msAil
msAil 10.3530: μέχρι τέλους
Comments on 10.331@διαμπερές
msAil 10.3531: προέτρεψε:
Comments on 10.332@ορόθυνεν
msAil 10.3533: ει
Comments on 10.342@ἢ
msAil 10.3534: παρὰ αρά μοι
Comments on 10.346@παραφθαίῃσι
msAil 10.3535: σύγκλειε:
Comments on 10.347@προτιειλεῖν
msAil 10.3536: εκ φύγη:
Comments on 10.348@ἀλύξῃ
msAil 10.3537: εκρύβησαν:
Comments on 10.350@κλινθήτην
msAil 10.3538: ανοίαις
Comments on 10.350@ἀφραδίῃσιν
msAil 10.3539: ὀριὰ ορμήματα:
Comments on 10.351@οῦρα
previous | next |
---|---|
msA 132r | msA 133r |