Venetus A (Marciana 454 = 822), folio 133, recto

previousnext
msA 132vmsA 133v

Iliad text (25 lines)


Iliad 10.352: ἡμιόνων αἳ γάρ τε βοῶν προφερέστεραί εἰσιν


Iliad 10.353: ἑλκέμεναι, νειοῖο βαθείης πηκτὸν ἄροτρον.

Commented on by msAint 10.3558, msA 10.3540, msA 10.3541


Iliad 10.354: τὼ μὲν ἐπεδραμέτην: ὁ δ’ ὰρ έστη δοῦπον ἀκούσας.

Commented on by msAint 10.3559, msA 10.3542


Iliad 10.355: ἔλπετο γὰρ κατὰ θυμὸν. ἀποστρέψοντας ἑταίρους

Commented on by msA 10.3543


Iliad 10.356: ἐκ Τρώων ϊέναι. πάλιν. Ἕκτορος ὀτρύναντος:

Commented on by msAint 10.3560


Iliad 10.357: ἂλλ’ ὅτε δή ῥ’ ἄπεσαν δουρηνεκὲς. ἢ καὶ ἔλασσον.


Iliad 10.358: γνῶ ῥ’ ἄνδρας δηΐους. λαιψηρὰ δὲ γούνατ’ ἐνώμα


Iliad 10.359: φευγέμεναι. τοὶ δ’ αῖψα διώκειν ὡρμήθησαν:

Commented on by msAint 10.3561, msA 10.3544, msA 10.3545, msAim 10.3554


Iliad 10.360: ὡς δ’ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης:


Iliad 10.361: ἢ κεμάδ’: ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ

Commented on by msA 10.3546, msA 10.3547


Iliad 10.362: χῶρον ἀν ὑλήενθ’. ὁ δέ τε προθέῃσι μεμηκώς:

Commented on by msAint 10.3562


Iliad 10.363: ὡς τὸν Τυδείδης . ἠδ`’ ὁ πτολίπορθος Ὀδυσσεὺς


Iliad 10.364: λᾱοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί:

Commented on by msA 10.3548, msA 10.3549, msA 10.3550, msAim 10.3555


Iliad 10.365: ἂλλ’ ὅτε δὴ τάχ’ ἔμελλε μιγήσεσθαι φυλάκεσσι


Iliad 10.366: φεύγων ἐς νῆας. τότε δὴ μένος ἔμβαλ’ Ἀθήνη


Iliad 10.367: Τυδείδῃ . ἵ̈να μή τις Ἀχαιῶν χαλκοχιτώνων


Iliad 10.368: φθαίῃ ἐπευξάμενος βαλέειν. ὁ δὲ δεύτερος ἔλθῃ:

Commented on by msAint 10.3563


Iliad 10.369: δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης :


Iliad 10.370: ἠὲ μέν’. ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σε φημὶ


Iliad 10.371: δηρὸν ἐμῆς ἀπο χειρὸς ἀλύξειν αἰπὺν όλεθρον:


Iliad 10.372: ῆ ῥα: καὶ ἔγχος ἀφῆκεν. ἑκὼν δ’ ἡμάρτανε φωτός:

Commented on by msA 10.3551


Iliad 10.373: δεξιτερὸν δ’ ὑπὲρ ὦμον. ἐΰξου δουρὸς ἀκωκὴ

Commented on by msA 10.3552


Iliad 10.374: ἐν γαίῃ ἐπάγη: ὁ δ’ ὰρ ἔστη. τάρβησέν τε


Iliad 10.375: βαμβαίνων. ἄραβος δὲ διὰ στόμα γίγνετ’ ὀδόντων:

Commented on by msA 10.3553, msAim 10.3356


Iliad 10.376: χλωρὸς ὑπαὶ δείους. τὼ δ’ ἀσθμαίνοντε κιχήτην:

Commented on by msAim 10.3557


Other texts (21 passages)


Scholia group: msA

msA 10.3540: ‡ νειοῖο: νειός ἐστιν ἡ νεωστὶ ἡροτριασμένη γῆ:

Comments on 10.353


msA 10.3541: πηκτὸν ἄροτρον: τὸ τὸν γύην προσπεπηγότα ἔχον αὐτόγυον δὲ τὸ ἐξ αυτοῦ μονόξυλον καὶ Ἡσίοδος φησὶ δυὰ δὲ θέσθαι ἄροτρωπον ησάμενος κατοῖκον αὐτόγυιον καὶ πηκτόν ⁑

Comments on 10.353


msA 10.3543: ἔλπετο γὰρ κατα θυμὸν στικτέον. μετὰ τὸ ἐκ Τρώων ἔστι γὰρ ὁ λόγος ἤλπιζε γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν ὡς κελεύσαντος τοῦ Ἕκτορος εἰς τὰ οπίσω αὐτὸν ὑποστρέψαι: ἀποστρέψαντας γὰρ εἰς τοὐπίσω καλέσαντας ⁑

Comments on 10.355


msA 10.3546: ἦ κεμάδ’ ἠὲ λαγωὸν ἐπείγετον: ὅτι τῷ ἐπείγετον , ὁριστικῷ ἀντι ὑποτακτικοῦ τοῦ ἐπείγητον : ἐπιφέρει γὰρ προθέῃσι . γίνεται οὖν κατάλληλον ουτ ὡς δ’ ὅταν ἐπείγῳσιν: ὁ δὲ προθέῃσι μεμαῶς ⁑

Comments on 10.361


msA 10.3547: ἐμμενες: ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν. ἡ ἀριστία. ταῦτα γάρ ἐστι τὰ ζῷα φύσει μὲν ταχέα, ὑπεκλυόμενα δὲ, δια τὴν ἀσθένειαν: οἱ δε κῦνες τὸ ἐναντίον ⁑

Comments on 10.361


msA 10.3548: λαοῦ ἀποτμήξατε διώκετον, ὅτι τὸ διώκετον σημαίνει. διώκουσιν ἠ διώκετε οὐ τὸ διωκετην ὡς Ἐρατοσθένης ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν. ἀντι τοῦ ἐδίωκον ὃν τρόπον αἱ μὲν ἀλετρεύουσιν μύλης ἔπι ἀντι τοῦ ἠλέτρευον ⁑

Comments on 10.364


msA 10.3549: λαοῦ ἀποτμήξαντε, ὡς τὸ εἰδότε θήρης , οὐδὲ γὰρ εκεῖνοι κατ ουρᾶν διώκουσιν. ἀλλα περὶ τὰ πλευρὰ. ηὐτρεπισμένοι προς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων ⁑

Comments on 10.364


msA 10.3550: λαοῦ ἀποτμήξαντε διώκετην. τοῦ Τρωϊκοῦ λαοῦ χωρήσαντες αὐτοὺς ἐδιωκον: τρία δὲ ῥήματά ἐστι. παρα τῷ ποιητῇ τὸ τοῦ παρῳχημένου δυϊκὸν τρίτον εἰς ὃν λῆγον ἔχοντα παραλόγως. τοῦτο καὶ ἔγκατα καὶ μέλαν αἶμα λαφύσσετον. οὐκέτι μέντοι ἄντικρυς δυϊκῆς σημασίας ἀναθεώρησιν γὰρ ἔχει πληθυντικὴν παρατατικὴν. τὸ γὰρ διώκετον , ἀντι τοῦ ἐδίωκον κεῖται καὶ τὸ ἀνδράσιν ἡρώεσσι τετεύχετον ἀντι τοῦ ἔτυχον καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ λαφύσσετε ⁑

Comments on 10.364


msA 10.3551: ῆ ρα καὶ ἔγχος ἀφῆκεν, ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον οὕτως. καὶ βάλεν οὐδ’ ἀφάμαρτεν ἑκὼν δ’ ἡμάρτανε φωτὸς :καὶ λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν νάν σύνδεσμον: καὶ βάλεν οὐδ’ ἀφάμαρτεν ἂν ἑκὼν δ’ ἡμάρτανεν , ἀγνοοῦσι μέντοι ὅτι Ὅμηρος τὸ βαλεῖν ἐπι τοῦ ἐπιτυχεῖν τίθησιν ⁑

Comments on 10.372


msA 10.3553: βαμβαίνων: τρέμων καὶ κατα σφαλμοῦ τὴν πορείαν ποιούμενος. ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος οἱ δὲ εσχημάτισαν ἀπὸ του γινομένου. κατα τὸ στόμα ψόφου τοῦ συρρήσσων καὶ συγκρούων τοὺς ὁδόντας ἢ ἀσαφῆ φωνὴν προϊέμενος ἀπο τοῦ φόβου βαμβαλύζων ὅπερ ἡμεῖς φαμὲν ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις. οὐ γὰρ ἔγκειται τὸ βαίνειν ⁑

Comments on 10.375


Scholia group: msAim

msAim 10.3554: γράφεται καὶ τοι δ’ ῶκᾳ

Comments on 10.359


msAim 10.3555: οτ

Comments on 10.364


Scholia group: msAint

msAint 10.3558: οτ ἐλλει ἡ διὰ διανεοιο :

Comments on 10.353


msAint 10.3559: ἀρισταρχ ἐπεδραμέτην :

Comments on 10.354


msAint 10.3560: οτ πάλιν συναπτείν τῷ αποστρέψοντας ἵνα ῇ εἰς τοῦ πίσω ἀποστρέψοντας :

Comments on 10.356


msAint 10.3561: τὸ ὡρμήθησαν ϊακῶς :

Comments on 10.359


msAint 10.3563: καυχήσεται προλαβών:

Comments on 10.368


Scholia group: msAil

msAil 10.3564: δόρατος βολὴν ῆ μῆκος

Comments on 10.357@δουρηνεκές


msAil 10.3573: ῆχος τῶ οδόντων

Comments on 10.375@ἄραβος


msAil 10.3574: υπ φόβου

Comments on 10.376@ὑπαὶ-δείους


Scholia group: msAim

msAim 10.3356: οτ ονοματικος ὁ ποιητής ⁑

Comments on 10.375


previousnext
msA 132vmsA 133v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1