Venetus A (Marciana 454 = 822), folio 136, recto
previous | next |
---|---|
msA 135v | msA 136v |
Iliad text (25 lines)
Iliad 10.503: αὐτὰρ ὁ μερμήριξε μένων ὅ τι κύντατον έρδοι:
Commented on by msAext 10.4615
Iliad 10.504: ἢ ὅ γε δίφρον ἑλὼν, ὅθι ποικίλα τεύχε’ έκειτο:
Commented on by msA 10.4605
Iliad 10.505: ῥυμοῦ ἐξερύοι: ἦ ἐκφέροι ὑψόσ’ ἀείρᾱς:
Commented on by msA 10.4606, msAim 10.4613
Iliad 10.506: ἢ έτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο:
Iliad 10.507: ἕως ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα, τόφρα δ’ Ἀθήνη
Iliad 10.508: ἐγγύθεν ἱ̈σταμένη προσέφη Διομήδεα δῖον:
Iliad 10.509: νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
Iliad 10.510: νῆας επι γλαφυρὰς, μὴ καὶ πεφοβημένος ἔλθῃς
Commented on by msA 10.4607, msA 10.4608
Iliad 10.511: μή που τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος:
Iliad 10.512: ὡς φάθ’, ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης:
Iliad 10.513: καρπαλίμως δ’ ἵππων ἐπεβήσετο: κόψε δ’ Ὀδυσσεὺς .
Commented on by msAim 10.4614
Iliad 10.514: τόξῳ. τοὶ δ’ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν .
Iliad 10.515: οὐδ’ ἀλαοσκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων
Commented on by msA 10.4609, msAext 10.4616
Iliad 10.516: ὡς ἴ̈δ’ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν.
Iliad 10.517: τῇ κοτέων, Τρώων κατεδύσετο πουλὺν ὅμιλον:
Iliad 10.518: ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱ̈πποκόωντα :
Iliad 10.519: Ῥήσου ἀνεψιὸν ἐσθλόν: ὁ δ’ ἐξ ύπνου ἀνορούσας.
Iliad 10.520: ὡς ἴ̈δε χῶρον ἐρῆμον. ὅθ’ έστασαν ὠκέες ἵπποι.
Commented on by msA 10.4610
Iliad 10.521: ἄνδράς τ’, ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν.
Iliad 10.522: ᾤμωξέν τ’ ὰρ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον:
Commented on by msA 10.4611
Iliad 10.523: Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
Iliad 10.524: θυνόντων ἄμυδις. θηεῦντο δὲ μέρμερα ἔργα:
Iliad 10.525: ὅσσ’ ἄνδρες ῥέξαντες, ἔβαν κοίλας ἐπὶ νῆας:
Iliad 10.526: οἱ δ`’ ὅτε δή ῥ’ ΐκανον, ὅθι σκοπὸν Ἕκτορος ἔκταν.
Commented on by msA 10.4612
Iliad 10.527: ἔνθ’. Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος, ὠκέας ἵ̈ππους.
Other texts (14 passages)
Scholia group: msA
msA 10.4605: ‡ ἢ ὅ γε δίφρον ἑλω : ἦ ἐκφέρει ὑψοσ’ ἢ ἔτι τῶν πλεόνων: διαπορητικοὶ οἱ ὕστεροι δι ὃ περισπαστέον τὸν δεύτερον: τὸν δὲ πρῶτον καὶ τρίτον ἐγκλιτεον ⁑
Comments on 10.504
msA 10.4607: νῆας ἐπι γλαφυρὰς. τὸ ἡμιστίχιον. δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς επομένοις συντάττεσθαι διαστολῇ μόνον χαριζόμενον ἀπο τῶν ἑταίρων οἷς μὴ προσδίδοται ⁑
Comments on 10.510
msA 10.4608: πεφοβημένος: εἰς φυγεῖν τραπεὶίς διωκόμενος τοῦτέστι μετα φυγῆς παραγεγενημένος ⁑
Comments on 10.510
msA 10.4609: οὐδ’ ἀλαὸσσκοπιὴν: ὅτι Ζηνόδοτος γράφει ἀλαὸν σκοπιὴν , παροιμιακόν δέ ἐστι. οὐ τυφλὸς ἐσκοόπισεν , ἀλλα τοῦναντίον δεδορκώς: καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκεν σκοπιὴν τοὺς ὀφθαλμούς. συναπτέον δὲ τὸ διστίχιον μέχρι τοῦ ἕπουσαν ⁑
Comments on 10.515
msA 10.4610: ὡς ί̈δε χῶρον ἔρημόν: ὅτι Ζηνόδοτος τὸ ἐναλλὰξ τῷ τόπῳ τούτῳ τίθησιν ὁ δ’ εξ ύπνους ἀνορούσας ὥμοξεν τ ὰρ ἔπειτα : ὡς ί̈δε χωρον ερημον ἄνδρας τ’ ἀπαίροντας πρῶτα δὲ ἰ̈δόντα ἔδει κλαίειν ⁑
Comments on 10.520
msA 10.4611: ᾤμοξέν τ άρ’ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον: ἐμφατικῶς οὐ μ΄νον ᾤμωξεν ἀλλα καὶ φίλον καὶ εταῖρον ὠνόμα ⁑
Comments on 10.522
Scholia group: msAim
msAim 10.4614: ουτ Ἀρίσταρχος ἄλλοι δὲ ἐπεβήσατο ⁑
Comments on 10.513
Scholia group: msAext
msAext 10.4615: ριζε
Comments on 10.503
msAext 10.4616: ουδ’ αλαοσκοπιην
Comments on 10.515
Scholia group: msAil
msAil 10.4617: δεινότατον κάκιστον νῦν τὸ βέλτιον
Comments on 10.503@κύντατον
msAil 10.4618: ὑποστροφῆς
Comments on 10.509@νόστου
msAil 10.4619: νῦν ήκουσε
Comments on 10.512@ξυνέηκε
msAil 10.4630: κατάσκοπον
Comments on 10.526@σκοπὸν
msAil 10.4631: κατέσχε:
Comments on 10.527@ἔρυξε
previous | next |
---|---|
msA 135v | msA 136v |