Venetus A (Marciana 454 = 822), folio 136, verso
previous | next |
---|---|
msA 136r | msA 137r |
Iliad text (25 lines)
Iliad 10.528: Τυδείδης δὲ χαμᾶζε θορὼν, ἔναρα βροτόεντα
Commented on by msA 10.4632, msAim 10.4637
Iliad 10.529: ἐν χείρεσσ’ Ὀδυσῆϊ τίθει: ἐπεβήσετο δ’ ἵ̈ππων:
Commented on by msAim 10.4638
Iliad 10.530: μάστιξεν δ’ ἵ̈ππους, τὼ δ’ οὐκ ἄκοντε πετέσθην:
Commented on by msAim 10.4639
Iliad 10.532: Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε. φώνησέν τε:
Commented on by msA 10.4633
Iliad 10.533: ὦ φίλοι: Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες:
Iliad 10.534: ψεύσομαι. ἢ έτυμόν τοι ἐρέω, κέλεται δέ με θυμός:
Commented on by msAext 10.4646, msAim 10.4640
Iliad 10.535: ἵ̈ππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει:
Iliad 10.536: αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης :
Iliad 10.537: ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵ̈ππους:
Iliad 10.538: ἂλλ’ αἰνῶς δείδοικα κατα φρένα μή τι πάθωσιν
Commented on by msAim 10.4641
Iliad 10.539: Ἀργείων οἱ ἄριστοι ὑπο Τρώων ὀρυμαγδοῦ:
Commented on by msAim 10.4642
Iliad 10.540: οὔ πω πᾶν εἴρητο ἔπος. ὅτ’ ἂρ ἤλυθον αὐτοί:
Iliad 10.541: καί ῥ’ οἱ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
Iliad 10.542: δεξιῇ ἠσπάζοντο: ἔπεσσί τε μειλιχίοισι:
Iliad 10.543: πρῶτος δ’ ἐξερέεινε Γερήνιος ἱ̈ππότα Νέστωρ :
Iliad 10.544: εἰπ’ άγε μ’ ὦ πολύαιν’ Ὀδυσεῦ . μέγα κῦδος Ἀχαιῶν .
Iliad 10.545: ὅππως τοῦσδ’ ἵ̈ππους λάβετον. καταδύντες ὅμιλον
Commented on by msA 10.4634, msA 10.4635, msAim 10.4643
Iliad 10.546: Τρώων . ἤ τί σφωε, πόρεν θεὸς ἀντιβολήσας:
Commented on by msA 10.4636, msAim 10.4644
Iliad 10.547: αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο:
Commented on by msAint 10.4645
Iliad 10.548: αἰεὶ μὲν Τρώεσσ’ ἐπιμίσγομαι, οὐδε τί φημὶ
Iliad 10.549: μιμνάζειν παρα νηυσὶ. γέρων περ ἐὼν πολεμιστὴς.
Iliad 10.550: ἂλλ’ οὔ πω τοίους ἵππους ἴ̈δον οὐδ’ ἐνόησα:
Iliad 10.551: ἀλλά τιν’ ὔμμ’ ὀίω δόμεναι θεὸν ἀντιάσαντα:
Iliad 10.552: ἀμφοτέρω γάρ σφῶϊ φιλεῖ, νεφεληγερέτα Ζεὺς .
Commented on by msAext 10.4647
Iliad 10.553: κούρη τ’ αἰγιόχοιο Διὸς , γλαυκῶπις Ἀθήνη :
Other texts (11 passages)
Scholia group: msA
msA 10.4633: Νέστωρ δὲ πρῶτος, πρῶτος ὁ Νέστωρ κτῦπον ἄϊε ὅτι αὐτὸς γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας ὑπερ αυτῶν αγωνιᾶ, μονον ουχὶ καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦσαν ⁑
Comments on 10.532
msA 10.4634: ‡ ὅπως τοὺς δ’ ἵππους λάβετον, χαρίέντας διαστέλλουσι βραχὺ ἐπι τὸ λάβετον ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται καταδύντες ὅμιλον Τρώων , οὕτως καὶ Τήλεφος ἐν τῷ η τοῦ Γραμματικοῦ ἀξιοῖ: εἰ γὰρ μὴ οὕτως φησίν ἀναγνῶμεν ἐπιταραχθήσεται ἡ διάνοια ⁑
Comments on 10.545
msA 10.4635: ἡ διπλῆ δὲ ὅτι Ζηνοδ γράφει λαβέτην . ἔστι δὲ τοῦτο, τρίτου προσώπου, ἀντι τοῦ ἔλαβον λέγει δὲ νῦν πρὸς αὐτοὺς ⁑
Comments on 10.545
msA 10.4636: Τρώων ἥ τί σφῶε πόρε: τὸ ῥῆμα ἀπο τοῦ π ἄρχεται: καὶ ἡ σφὼε τρίτου προσώπου ἐγκλιτικη ἐστι σημαίνουσα τὸ αὐτούς τίς τάρ σφῶε θεῶν . ἀλλά σφωε δόλος καὶ δεσμος ὥστε οὐκ οῖδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφῶ : εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστι καὶ σημαίνει τὸ ὑμεῖς ῆ ὑμᾶς , σφῶ δὲ μάλ’ ἠθέλετον ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παραφυλάξαντες, ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ εἰ μή σφω Αἴαντε διέκριναν ἵνα τὸ διηνεκὲς φυλαχθῇ: ἡ διπλῆ δὲ. ὅτι Ζηνόδοτος , γράφει σφῶϊ τοῦτο δὲ τίθεται ἀντι τοῦ ὑμεῖς ῆ ὑμᾶς ὧν οὐδέτερον ἁρμόζει. τὸ δε σφῶε ἔστι γὰρ αὐτοὺς τοὺς δύο ⁑
Comments on 10.546
Scholia group: msAim
msAim 10.4640: τὸ εἰπεῖν τὴν άφηξιν Οδυσσέως καὶ Διομηδ
Comments on 10.534
msAim 10.4641: Ἀρίσταρχος δείδοικα μετα φρεσὶ :
Comments on 10.538
msAim 10.4643: βραχὺ διασταλτέον μετα τὸ λάβετον ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται:
Comments on 10.545
msAim 10.4644: οὕτως σφῶε δια τοῦ ε καὶ πόρεν Ϊακως . ουτ καὶ Ἀρίσταρχ καὶ Ἡρωδιανος ⁑
Comments on 10.546
Scholia group: msAint
msAint 10.4645: καθ εαυτὸν τὸν στιχ προενεκτέον λειπ δὲ τὸ εἰσὶ ⁑
Comments on 10.547
Scholia group: msAext
msAext 10.4646: ἢ ἕτυμον ερέω
Comments on 10.534
msAext 10.4647: γὰρ σφῶϊ
Comments on 10.552
previous | next |
---|---|
msA 136r | msA 137r |