Venetus A (Marciana 454 = 822), folio 138, verso
previous | next |
---|---|
msA 138r | msA 139r |
Iliad text (25 lines)
Iliad 11.51: φθὰν δὲ μέγ’ ἱ̈ππήων. ἐπι τάφρῳ κοσμηθέντες:
Commented on by msA 11.27, msA 11.28, msAim 11.4
Iliad 11.52: ἱ̈ππῆες δ’ ὀλίγον μετεκίαθον: ἐν δὲ κυδοιμὸν
Commented on by msAim 11.5
Iliad 11.53: ῶρσε κακὸν Κρονίδης : κατὰ δ’ ὑψόθεν ῆκεν ἐέρσας
Commented on by msA 11.29
Iliad 11.54: αἵματι μυδαλέας ἐξ αιθέρος: οὕνεκ’ ἔμελλε
Commented on by msA 11.30, msAim 11.6
Iliad 11.55: πολλὰς ἰ̈φθίμους κεφαλὰς Ἄϊδι προϊάψειν:
Commented on by msAint 11.6, msA 11.31
Iliad 11.56: δ’ αῦθ’ ἑτέρωθεν ἐπι θρωσμῷ πεδίοιο
Commented on by msAim 11.7
Iliad 11.57: Ἕκτορά τ’ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντ .
Iliad 11.58: Αἰνείαν θ’. ὃς θεὸς ὣς τίετο δήμῳ.
Iliad 11.59: τρεῖς τ’ Ἀντηνορίδας , Πόλυβον . καὶ Ἀγήνορα δῖον.
Iliad 11.60: ἠΐθεόν τ’ Ἀκάμαντ ‘ ἐπιείκελον ἀθανάτοισιν:
Iliad 11.61: Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα πάντοσ’ ἐΐσην:
Iliad 11.62: οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται ούλιος ἀστὴρ
Commented on by msA 11.32
Iliad 11.63: παμφαίνων, τοτὲ δ’ αῦτις ἔδυ νέφεα σκιόεντα:
Commented on by msAext 11.3
Iliad 11.64: ὣς Ἕκτωρ : ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν:
Iliad 11.65: ἄλλοτε δ’ ἐν πυμάτοισι κελεύων: πᾶς δ’ άρα χαλκῷ
Commented on by msA 11.33
Iliad 11.66: λάμφ’. ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο:
Iliad 11.67: οἳ δ’ ὥς τ’ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
Iliad 11.68: ὄγμον ἐλαύνωσιν. ἀνδρὸς μάκαρος κατ άρουραν.
Commented on by msA 11.34
Iliad 11.69: πυρῶν ἢ κριθῶν; τὰ δὲ δράγματα ταρφέα πίπτει.
Commented on by msA 11.35
Iliad 11.70: ὡς καὶ ἐπ’ ἀλλήλοισι θορόντες
Iliad 11.71: δῄουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο:
Commented on by msA 11.36
Iliad 11.72: ἴσας δ’ ὑσμίνη: κεφαλὰς ἔχεν: οἳ δὲ λύκοι ὡς
Commented on by msA 11.37, msAim 11.8
Iliad 11.73: θῦνον, Ἔρις δ’ ὰρ ἔχαιρε πολύστονος εἰσορόωσα:
Iliad 11.74: οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν:
Iliad 11.75: οἳ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί: ἀλλὰ ἕκηλοι
Other texts (21 passages)
Scholia group: msAext
msAext 11.3: τό πλ’
Comments on 11.63
Scholia group: msAint
msAint 11.6: ουτ αριστ κεφαλὰς ενθαδ :
Comments on 11.55
Scholia group: msAil
msAil 11.30: ἔσχατος
Comments on 11.65@ἐν-πυμάτοισι
msAil 11.31: αστραπή
Comments on 11.66@στεροπὴ
msAil 11.33: συνεχ πυκνα:
Comments on 11.69@ταρφέα
msAil 11.34: διέκοπτον
Comments on 11.71@δῄουν
msAil 11.35: εξίσουτω αὐτοῖς ἡ μαχ
Comments on 11.72@ἴσας-ὑσμίνη
msAil 11.36: εμμανῶς ώρμων
Comments on 11.73@θῦνον
msAil 11.2001: α
Comments on 11.73@ὰρ
Scholia group: msAim
msAim 11.4: φθαν δὲ: προς τὸ δοκοῦν μάχεσθαι εἰ γὰρ μεγάλως ἔφθασαν πῶς οἱ ἱππεῖς με το εκιον αὐτῶν: λέγει δὲ φθαν δὲ μέγα χρονικῶς ἀντι τοῦ πολλῶ χρόνῳ προέλαβον ὀλίγον δὲ μετεκίαθον τοπικῶς οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετ αυτοὺς έκιον ⁑
Comments on 11.51
msAim 11.6: ἕως τοῦ αιθερος στικτέον καὶ τοῖς ἄνω συναπτέον αὐτο: ⁑
Comments on 11.54
msAim 11.7: ὅτι κοινον τὸ ἐπι τούτων τὸ ἐθορήσσοντο ⁑
Comments on 11.56
msAim 11.8: ουτ Ἀρίσταρχ : ἡ ὑσμίνη τὰς κεφαλὰς ἴ̈σας εἶχεν ἰσοκεφαων ἢν αὐτοῖς ἡ μάχη ἄλλοι δὲ ϊσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον ⁑
Comments on 11.72
Scholia group: msA
msA 11.31: πολλὰς ἰφθίμους: ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλὰς, οὐδὲν κωλύει περιφραστικῶς ἀπο μέρους τῶν όλων σημαινομένων κατα δὲ , οὐκ ἐνδέχεται. ἐπιφερομένου τοῦ αὐτοὺς δὲ ἑλώρια ⁑
Comments on 11.55
msA 11.33: ἄλλοτε δ’ ἐν πυμάτοισι. σημειοῦνται τινες ὅτι τοῦτο ἀντι τοῦ ὅλως ⁑
Comments on 11.65
msA 11.34: ὄγμον, ὡς ὄλβον: τὰ γὰρ εἰς ὸς λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπο τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἠ πλείονα βαρύνεσθαι θέλει, οἶον ὄκνος ὄμβρος όρρος ὅσσος . ὄρθος ὄρφευς οὕτως καὶ ὄγμος : ἡ διπλῆ δὲ. ὅτι τὸ ἐλαύνωσι. τύπτωσι καὶ τίθησιν ἐπι τῆς χειρὸς πληγῆς τὸ ἐλάσσαι ⁑
Comments on 11.68
msA 11.35: ταρφέα, ὡς ὀξέα. νῦν γὰρ ἐπιθετικὸν τὸ τοιοῦτον ⁑
Comments on 11.69
msA 11.36: δῄουν οὐδ’ ἕτεροι ὅτι φόβον τὴν φυγὴν ὃν δε ἡμεῖς φόβον δέος λέγει ⁑
Comments on 11.71
msA 11.37: ἴ̈σας δ’ ὑσμίνῃ. ὅτι Ἀρίσταρχος ὑσμίνη γράφει χωρὶς τοῦ ϊ φησὶ γάρ ἥ τε τῶν Ἑλλ ὑσμίνη καὶ βαρβάρων ἰσοκέφαλος ἦν, οἶον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν τε Ἑλλήνων καὶ τῶν Τρώων ⁑
Comments on 11.72
msA 11.38: οἱ δ’ ἄλλοι οὔ σφιν, προς τὴν εξῆς ἀθέτησιν οὐ γὰρ ῆσαν ἐπι τοῦ αὐτοῦ πάντες οἱ θεοί τὸ δὲ πάρεσαν θεοὶ. τρίτη ἀπο τέλους ἡ οξεῖα ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο, ⁑
Comments on 11.75
msA 11.39: ἕκηλοι δασύνεται: τὸ γὰρ ε προ τοῦ κ δασύνεσθαι θέλει. ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἡ ἀπὸ προθέσεως ⁑
Comments on 11.75
previous | next |
---|---|
msA 138r | msA 139r |