Venetus A (Marciana 454 = 822), folio 139, recto

previousnext
msA 138vmsA 139v

Iliad text (25 lines)


Iliad 11.76: σφοῖσιν ἐνι μεγάροισι καθείατο: ᾗχι ἑκάστῳ

Commented on by msAint 11.7, msAext 11.4, msAim 11.3001


Iliad 11.77: δώματα καλὰ τέτυκτο κατα πτύχας Οὐλύμποιο :


Iliad 11.78: πάντες: δ’ ᾐτιόωντο κελαινεφέα Κρονίωνα .

Commented on by msA 11.40


Iliad 11.79: οὕνεκ’ ἄρα ἐβούλετο κῦδος ὀρέξαι:


Iliad 11.80: τῶν μὲν ὰρ οὐκ αλέγιζε πατήρ: δὲ νόσφι λιασθεὶς:


Iliad 11.81: τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων.

Commented on by msA 11.41


Iliad 11.82: εἰσορόων τε πόλιν. καὶ νῆας .


Iliad 11.83: χαλκοῦ τε στεροπήν. ὀλλύντάς τ’. ὀλλυμένους τε:


Iliad 11.84: ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱ̈ερὸν ἦμαρ.


Iliad 11.85: τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο. πῖπτε δὲ λαός:

Commented on by msAext 11.5


Iliad 11.86: ῆμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπον

Commented on by msA 11.42, msA 11.43


Iliad 11.87: οὔρεος ἐν βήσσῃσιν: ἐπεί τ’ ἐκορέσσατο χεῖρας.


Iliad 11.88: τάμνων δένδρεα μακρὰ: ἅδος τέ μιν ί̈κετο θυμὸν.

Commented on by msA 11.44


Iliad 11.89: σίτου τὲ γλυκεροῖο περι φρένας ί̈μερος αἱρεῖ.


Iliad 11.90: τῆμος, σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας

Commented on by msAim 11.9


Iliad 11.91: κεκλόμενοι ἑτάροισι κατὰ στίχας: ἐν δ’ Ἀγαμέμνων

Commented on by msAim 11.10


Iliad 11.92: πρῶτος ὄρουσ’. ἕλε δ’ ἄνδρα Βιήνορα ποιμένα λαῶν.

Commented on by msAim 11.11


Iliad 11.93: αὐτὸν. ἔπειτα δ’ ἑταῖρον Ὀϊλῆα πλήξιππον:

Commented on by msA 11.45


Iliad 11.94: ἤτοι ὅ γ’ ἐξ ἵππων κατεπάλμενος. ἀντίος ἔστη:

Commented on by msA 11.46


Iliad 11.95: τὸν δ’ ἰ̈θὺς μεμαῶτα. μετώπιον ὀξέϊ δουρὶ


Iliad 11.96: νύξ’: οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια:

Commented on by msAim 11.3002


Iliad 11.97: ἀλλὰ δι’ αὐτῆς ἦλθε καὶ ὀστέου: ἐγκέφαλος δὲ

Commented on by msA 11.47


Iliad 11.98: ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαῶτα:

Commented on by msA 11.48


Iliad 11.99: καὶ τοὺς μὲν λίπεν αὖθι, ἄναξ ἀνδρῶν Ἀγαμέμνων .


Iliad 11.100: στήθεσι παμφαίνοντας: ἐπεὶ περίδυσε χιτῶνας:

Commented on by msA 11.49


Other texts (19 passages)


Scholia group: msAext

msAext 11.4: οῖσιν

Comments on 11.76


msAext 11.5: πῖπτε

Comments on 11.85


Scholia group: msAint

msAint 11.7: γράφεται οῖσιν

Comments on 11.76


Scholia group: msAil

msAil 11.40: λαμπηδόνα

Comments on 11.83@στεροπήν


msAil 11.43: κελεύοντες:

Comments on 11.91@κεκλόμενοι


msAil 11.45: τὸ μεταξὺ τῶν ώτων τὸ μεσόφρυον

Comments on 11.95@μετώπιον


msAil 11.47: αντέσχε

Comments on 11.96@σχέθε


msAil 11.49: ἐνεπέφυρτο ⁑

Comments on 11.98@πεπάλακτο


msAil 11.50: ἀφίλατο ⁑

Comments on 11.100@περίδυσε


Scholia group: msAim

msAim 11.9: τὰς οἰκείας

Comments on 11.90


msAim 11.10: γράφεται εκ δ’ Ἀγαμέμνων :

Comments on 11.91


msAim 11.11: Αρισταρχ Βιάνωρα

Comments on 11.92


Scholia group: msA

msA 11.41: τῶν ἄλλων ἀπάνευθε, βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστίχιον συντάττειν ἵνα μὴ νόσφι καὶ ἀπάνευθε ἐν ταὐτῷ κέῃται ⁑

Comments on 11.81


msA 11.43: δεῖπνον: ὅτι Ζηνόδοτ γράφει δόρπον οὐ λέγει δὲ δεῖπνον τὴν εσπερινὴν τροφὴν νῦν ἀλλα δεῖπνον καλεῖ ὃ ἡμεῖς ἄριστον καθ ἣν ώραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται ἥγουν ὁ ὑλοτόμος ὁ ξυλοτόμος δρῦν γὰρ ἐκάλουν οἱ παλαιοι ἀπο τοῦ ἀρχαιοτέρου πᾶν δένδρον ⁑

Comments on 11.86


msA 11.44: ἅδος τέ μιν: δασυντέον, τὸ γὰρ α προ τοῦ δ ὃν καὶ μὴ έχον στερητικὴν ἔννοιαν ῆ κρᾶσιν τινὰ δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως. κατα κράσιν ἀδαής, ἀδρανής ἀδευκής, μὴ ουτ δὲ ἔχον ἁδρός ἀδινός Ἀδριας δι ὃ καὶ τὸ Ἅδωνις κρεῖττον ἐστι δασύνειν ἵνα καὶ παρα τῷ αἴδειν τῇ δαίμονι ἐτυμολογηθ ⁑

Comments on 11.88


msA 11.45: αὐτὸν δ’ ἔπειτα δ’ ἑταῖρον: ὅτι τὸ ἔπειτ ἀντι τοῦ μετα ταῦτα πρὸς τὸ αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας ⁑

Comments on 11.93


msA 11.46: ‡ ἤτοι ὅ γ’ ἐξ ἵππων: κατεπάλμενος ἀντιος ἔστη ⁑ ὅτι δύο προθέσεις παρ εἴληφεν κατα ἀπο τῆς ἑτέρας ἀρκούσης: Ζηνοδ δὲ ἀντίον καὶ Ἀριστοφάνης ⁑

Comments on 11.94


msA 11.48: πεπάλακτο: διεβρέχετο ὡς τὸ παλάσσετο δ’ αἵματι θώρηξ καὶ λύθρῳ παλάσσετο δὲ χεῖρας . φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος. σφιγγομένου γὰρ τοῦ δόρατος, ἀπο τοῦ ὀστέου ἔξω εἴργεται προελθεῖν τὸ αἷμα. ἔσω δὲ ἐπισυνάγεται καθάπερ ἐπι τῶν πληγέντων λίθῳ ὅτ ἂν συντριβῇ μὲν τὰ ὀστᾷ μη διαιρεθῆ δὲ ἡ ἐπιφάνεια ἐντὸς χεῖται τὸ αἷμα τῆς ἕξω φορᾶς εἰργόμενον:

Comments on 11.98


msA 11.49: στήθεσσι παμφαίνοντας ἐπειδὴ φησὶ τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο: γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. ἡ διπλῆ δὲ ὅτι ἔν τισι γράφεται ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα : ἔσονται δὲ αὐτοὶ οἱ νεκροι τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο ἀλλα τοὺς ἐπι τοῖς στήθεσι παμφαίνοντας χιτῶνας ⁑

Comments on 11.100


previousnext
msA 138vmsA 139v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1