Venetus A (Marciana 454 = 822), folio 140, verso

previousnext
msA 140rmsA 141r

Iliad text (25 lines)


Iliad 11.151: ἱ̈ππεῖς δ’ ἱ̈ππῆας. ὑπο δέ σφισιν ῶρτο κονίη


Iliad 11.152: ἐκ πεδίου. τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵ̈ππων.

Commented on by msA 11.72


Iliad 11.153: χαλκῷ δηϊόωντες: ἀτὰρ κρείων Ἀγαμέμνων .

Commented on by msA 11.74


Iliad 11.154: αἰὲν ἀποκτείνων ἕπετ’ Ἀργείοισι κελεύων:


Iliad 11.155: ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ.

Commented on by msA 11.73


Iliad 11.156: πάντη τ’ εἰλυφόων ἄνεμος φέρει: οἱ δέ τε θάμνοι

Commented on by msA 11.75


Iliad 11.157: πρόρριζοι πίπτουσιν. ἐπειγόμενοι πυρὸς ὁρμῇ.

Commented on by msA 11.76


Iliad 11.158: ὡς ὰρ ὑπ Ἀτρείδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα


Iliad 11.159: Τρώων φευγόντων: πολλοὶ δ’ ἐριαύχενες ἵ̈πποι


Iliad 11.160: κεὶν’ όχεα κροτάλιζον ἀνα πτολέμοιο γεφύρας

Commented on by msA 11.77


Iliad 11.161: ἡνιόχους ποθέοντες ἀμύμονας: οἱ δ’ ἐπὶ γαίῃ


Iliad 11.162: κείατο. γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν:

Commented on by msA 11.78


Iliad 11.163: Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς . ἔκ τε κονίης.

Commented on by msA 11.79


Iliad 11.164: ἔκ τ’ ἀνδροκτασίης. ἔκ θ’ αἵματος. ἔκ τε κυδοιμοῦ:


Iliad 11.165: Ἀτρείδης δ’ ἕπετο. σφεδανὸν Δαναοῖσι κελεύων:

Commented on by msA 11.80


Iliad 11.166: οἱ δὲ παρ’ Ἴ̈λου σῆμα παλαιοῦ Δαρδανίδαο

Commented on by msA 11.81


Iliad 11.167: μέσσον καπ πεδίον. παρ’ ἐρινεὸν ἐσσεύοντο


Iliad 11.168: ἱ̈έμενοι πόλιος: ὁ δὲ κεκληγὼς ἕπετ’ αἰεὶ


Iliad 11.169: Ἀτρείδης : λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους:


Iliad 11.170: ἂλλ’ ὅτε δὴ: Σκαιάς τε πύλας καὶ φηγὸν ΐκοντο:


Iliad 11.171: ἐνθ’ ἄρα δὴ ἵ̈στατο : καὶ ἀλλήλους ἀνέμιμνον.


Iliad 11.172: οἱ δ’ ἔτι καμ μέσσον πεδίον φοβέοντο βόες ὡς.


Iliad 11.173: ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ

Commented on by msA 11.82, msA 11.83


Iliad 11.174: πάσας. τῇ δέ τ’ ἰ̈ῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος:


Iliad 11.175: τῆς δ’ ἐξ αὐχέν’ έαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι


Other texts (22 passages)


Scholia group: msAil

msAil 11.78: η

Comments on 11.151@ἱ̈ππεῖς


msAil 11.79: πρὸς τὸ ἱππεῖς δὲ ἱππῆας

Comments on 11.153@χαλκῷ-δηϊόωντες


msAil 11.80: εἰλῶν ταράσσων

Comments on 11.156@εἰλυφόων


msAil 11.81: μέχρι τῶν ῥιζῶν τῶν γὰρ κάτω γῆς τὸ πῦρ οὐχ άπτεται

Comments on 11.157@πρόρριζοι


msAil 11.83: ἀπο μέρους ἄνοι :

Comments on 11.158@κάρηνα


msAil 11.84: ἔκειντο

Comments on 11.162@κείατο


msAil 11.86: ἐκ του φόνου

Comments on 11.164@ἔκ-αἵματος


msAil 11.87: κραυγῆς

Comments on 11.164@κυδοιμοῦ


msAil 11.88: ἑπικτικὸν σφοδρὸν κατ πληκτικὸν

Comments on 11.165@σφεδανὸν


msAil 11.89: συκῆ ἀγρία

Comments on 11.167@ἐρινεὸν


msAil 11.90: ἐπιθυμοῦντες ἀνελθεῖν ἐπι τὴν πο

Comments on 11.168@ἱ̈έμενοι-πόλιος


msAil 11.93: τὴν δρῦν:

Comments on 11.170@φηγὸν


msAil 11.94: μιᾷ δέ τινι αυτῷ ⁑

Comments on 11.174@τῇ-ἰ̈ῇ


Scholia group: msA

msA 11.73: ὡς δ’ ότε πῦρ ἀΐδηλον πρὸς τὴν ἄξυλον ὅτι πολλὰς ἐκδοχὰς ἔσχηκεν οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν οἱ δὲ τὴν πολυξυλον βέλτιον δὲ ἀφ ἧς οὐδεὶς ἐξυλίσατο ὡς Ἡσίοδος τῆλε γὰρ ἀξυλίη κατεπύθετο κηλέα νηῶν ⁑

Comments on 11.155


msA 11.74: χαλκῷ δῃϊόωντες : ἤτοι τοῖς ἐπισσώτροις κόπτοντες τὴν γῆν, ἢ ὅτι συντακτέον τοῦτο τὸ πεζοὶ μὲν πεζοῦς όλεκον ἱππῆες δ’ ἰππῆας , οἱ γὰρ οἱ τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον ⁑

Comments on 11.153


msA 11.75: οἱ δέ τε θάμνοι: οἱ συμφυτοι τόποι παρα τὸ θαμᾶ καταφυτεύεσθαι αὐτοὺς ὅ ἐστι πυκνῶς. οἱ δὲ τα χαμεζηλα καὶ πολύκλαδα φυτά ⁑

Comments on 11.156


msA 11.76: ἐπειγόμενοι πυρός Ἀρίσταρχος ὑγειῶς ἀναγινώσκει ἐπειγόμενοι ὡς τυπτόμενοι κατ γὰρ τῶν θάμνων κεῖται:

Comments on 11.157


msA 11.77: κεῖν’ όχεα κροτάλιζον: λέγει ὁ τεχνικῶς ἐν τῶ ὑπομνήματι τοῦ Διδύμου τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται, τὴν ὀξυνομένην συλλαβήν. ἀναπέμπει τὴν ὀξεῖαν ἐπι τὴν οπίσω συλλαβήν καὶ ἐαν ᾗ ἡ ἐκθλιβεῖσα συλλαβῇ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα. ἡ δὲ ὀπίσω συλλαβῇ φύσει μακρά τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον , περισπᾷ γοῦν τὸ δῆλον , ἐν δε : ἐναντιοῦται τούτῳ ⁑

Comments on 11.160


msA 11.79: Ἕκτορα δ’ εκ βελέων, ἡ ἔκ νῦν ἐπιπαν εἶναι ἀντι τοῦ εκτὸς κεῖται οὕτως οὖν καὶ ἐν , κεῖται θάνατος δέ τοι ἐξ αλὸς αὐτῷ ⁑

Comments on 11.163


msA 11.80: Ἀτρείδης δ’ έπειτα σφεδανὸν, τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι σημαίνει δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον οἷον σφενδονηδὸν ἀπο τῆς σφενδόνης οὗτος Ἀρίσταρχος ⁑

Comments on 11.165


msA 11.81: οἱ δὲ παρ’ ΄Ϊλου σῆμα παλαιοῦ Δαρδα μέχρι τοῦ μέσον καπ πεδίον συναπτέον εἶτα βραχὺ δίασταλτέον . ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ ἀλλ εγγὺς τῆς πο λαὸν δὲ στῆσον παρ’ ἐρινεὸν ἔνθα μάλιστα ἄμβατός ἐστι πο καὶ ἀλλαχοῦ. οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ερινεός ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἤλου σῆμα, φανερὸν ἐξ εκείνου, Ἕκτωρ μὲν μετα τοῖσιν. ὅσοι βουλὰς βουλεύουσιν θείου παρα σήματος Ἴλου .ἐπαυλίζονται δὲ ἐν μέσῳ τοῦ πεδίου ἐπι τοῦ θροσμοῦ οὐκ αΐεις ὡς Τρῶες ἐπι θροσμῷ πεδίοιο ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ραψῳδίᾳ τοξεύει στήλῃ κεκλημένος Ἴλου Δαρδανίδαο : ἡ δε μάχη ἐν τῶ πεδίῳ συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσον καπ πεδίον , εῖτα βραχὺ διαστείλαντας τὰ εξῆς ῥητέον καὶ οὑτω λυθήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον. καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον: καὶ ἐρινεὸς καὶ ἡ πο ἐν ταὐτῷ ⁑ παρέρχονται μὲν γὰρ τὸ μέσον πεδ ἐν ῷ τὸ Ἴλου σῆμα σεύονται δὲ πρὸς τὸν ἐρινεὸν ΐενται δὲ τῆς πο ὡσεὶ ουτ ἔλεγεν. οἱ δὲ δια μέσου τοῦ πεδίου, παρα τὸ ΄Ϊλου μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεον σπεύδοντες τὴν πο ⁑ ἡ διπλῆ πρὸς τὸ περι τοῦ ναστάθμου διάγραμμα το γὰρ ΄Ϊλου σῆμα κατα μεσον εῖναι φησιν τῷ πεδίῳ ⁑

Comments on 11.166


msA 11.83: ἐν νυκτὸς ἀμολγῷ: τῷ καιρῷ ἐν ῶ συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα, τινὲς δὲ τὸ μεσονύκτιον ὅτι ἐν αυτῷ οὐδεὶς μολίσκει οὐδε πρόεισιν ⁑

Comments on 11.173


previousnext
msA 140rmsA 141r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1