Venetus A (Marciana 454 = 822), folio 141, recto

previousnext
msA 140vmsA 141v

Iliad text (25 lines)


Iliad 11.176: πρῶτον: ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει:

Commented on by msAim 11.21


Iliad 11.177: ὡς τοὺς Ἀτρείδης ἔφεπε κρείων Ἀγαμέμνων .


Iliad 11.178: αἰὲν ἀποκτείνων τὸν ὀπίστατον. οἱ δὲ φέβοντο:


Iliad 11.179: πολλοὶ δὲ πρηνεῖς τε: καὶ ὕπτιοι ἔκπεσον ἵ̈ππων

Commented on by msA 11.84


Iliad 11.180: Ἀτρείδεω ὑπο χερσὶ: περὶ πρὸ γὰρ ἔγχεϊ θυῖεν:


Iliad 11.181: ἂλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος


Iliad 11.182: ἵ̈ξεσθαι. τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε


Iliad 11.183: Ἴ̈δης ἐν κορυφῇσι: καθέζετο πιδηέσσης

Commented on by msA 11.85


Iliad 11.184: οὐρανόθεν καταβὰς. ἔχε δὲ στεροπὴν μετὰ χερσὶν.

Commented on by msA 11.86, msAim 11.22


Iliad 11.185: Ἶ̈̈ριν δ’ ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν:


Iliad 11.186: βάσκ’ ἴ̈θι Ἶ̈ρι ταχεῖα. τὸν Ἕκτορι μῦθον ἐνίσπες:

Commented on by msA 11.87


Iliad 11.187: ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν


Iliad 11.188: θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν.


Iliad 11.189: τόφρ’ ἀναχωρείτω: τὸν δ’ ἄλλον λαὸν ἀνώχθω


Iliad 11.190: μάρνασθαι δηΐοισι κατα κρατερὴν ὑσμίνην:


Iliad 11.191: αὐτὰρ ἐπεί κ’ ἠ δουρὶ τυπεὶς. ἢ βλήμενος ἰ̈ῷ

Commented on by msA 11.88


Iliad 11.192: εἰς ἵ̈ππους ἄλεται . τότε οἱ κράτος ἐγγυαλίξω

Commented on by msA 11.89


Iliad 11.193: κτείνειν. εἰς ὅ κε. νῆας ἐϋσσέλμους ἀφίκηται.


Iliad 11.194: δύῃ τ’ ἠέλιος. καὶ ἐπι κνέφας ἱ̈ερὸν ἔλθῃ:


Iliad 11.195: ὡς ἔφατ’ οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶ̈ρις :


Iliad 11.196: βῆ δὲ κατ’ Ἰ̈δαίων ὀρέων εἰς Ἴ̈̈λιον ἱ̈ρήν:

Commented on by msA 11.90


Iliad 11.197: εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον.


Iliad 11.198: ἑσταότ’ ἔν θ’ ἵ̈̈πποισι καὶ ἅρμασι κολλητοῖσιν:


Iliad 11.199: ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη πόδας ὠκέα Ἶ̈ρις :


Iliad 11.200: Ἕκτορ . υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε.


Other texts (14 passages)


Scholia group: msAil

msAil 11.95: κατόπιν ἐδίωκε

Comments on 11.177@ἔφεπε


msAil 11.96: τὸν ἔσχατον

Comments on 11.178@τὸν-ὀπίστατον


msAil 11.97: ἐπι πρόσωπον

Comments on 11.179@πρηνεῖς


msAil 11.98: αντ περισσος

Comments on 11.180@περὶ-γὰρ


msAil 11.100: κελευέτω

Comments on 11.189@ἀνώχθω


msAil 11.101: βληθεὶς

Comments on 11.191@τυπεὶς


msAil 11.103: ευκώπους

Comments on 11.193@ἐϋσσέλμους


msAil 11.104: ΐση ανέμοις κατ τὸ τάχος:

Comments on 11.195@ποδήνεμος


Scholia group: msA

msA 11.84: ‡ πολλοὶ δὲ πρηνεῖς τε ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται ὅτι κατα τὴν Πατρόκλου ἀριστίαν τάξιν ἔχουσι, νῦν δὲ οὐ προείρειται γὰρ πολλοὶ δ’ ἐριαύχενες ἵπποι κεῖν όχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας : Ζηνόδοτ οὐκ έγραφεν: Ἀριστοφάνης δὲ ἠθέτει τὸν Ἀτρείδεω ὑπο χερσὶ ⁑

Comments on 11.179


msA 11.85: Ἴδης ἐν κορυφῇσι, ὅτι δια τούτων συνίστησι τὸν Δία ἐπι τὴν Ἴδην πεπορευμένον, ἐκ τοῦ Ὀλύμπου ⁑

Comments on 11.183


msA 11.86: ἀστεροπην ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμενην ἀστραπήν , ἀλλα τὸ ὀμώνυμον ὄργανον ὅπερ τινασσόμενον τὴν αστραπὴν ἀποτελεῖ βῆ ῥ ίμεν ἀστεροπῇ ἐναλίγκιος ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ⁑

Comments on 11.184


msA 11.87: βάσκ’ ἴθι Ἴρει ταχεῖα, ὅτι οὐ κατ επίθετον τὸ ταχεῖα . ἀλλ αντι τοῦ ταχέως ὁ λόγος δὲ ερεῖ στίζειν τελεία ἐπι τὸ ταχεῖα δύο γὰρ λόγοι αυτοτελης πορευθητι ταχέως Ἰρι τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι : ἡ δὲ συνήθεια: καὶ τὰ τοιαῦτα συνάπτει ⁑

Comments on 11.186


msA 11.88: αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς πρὸς τὴν διαφορὰν τοῦ τύψαι καὶ βαλεῖν ⁑

Comments on 11.191


msA 11.89: εἰς ἵππους ἄλλεται ὅτι ἀντι τοῦ ἅληται ψιλοῦται εἴτε ἐπι τοῦ ἐκκλίνειν τάσσηται ὡς φησὶν ὁ Ἀσκαλωνίτης , εἴτε ἐπι τοῦ συστραφῆναι ὡς καὶ Τυραννίων ᾧ καὶ μᾶλλον συγκατατίθεμαι, πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ ὁριστικὸς μὲν γὰρ δεύτερος ἀόριστος τῇ ὑπο πᾶς ἑάλη καὶ πληθυντικὸν τρίτον κατα συγκοπὴν οἳ δή τοι εἰς ἄστυ άλεν , ἀπαρεμφατον τε. ἣ λαοὺς ἐς τείχος , ὁμοκλήσειεν ἀλῆναι καὶ ὥσπερ ἡ φανεὶς μετοχῇ. οὕτως καὶ ἡ αλεῖς: οἴμησεν δὲ ἀλείς καὶ οὐδέτερον ᾖ χειμεριον ἀλὲν ὕδωρ καὶ πληθυντικὸν ἀρσενικὸν, αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἁναπνεύσωσιν ἀλέντες καὶ γενικῇ πόλις δ’ ἔμπλητο ἀλέντων , τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συστολῆ οὖν ἐγένετο ἡ μεταβολῇ ἐγκλίσεως ὁμοίως τῷ ἐπεὶ άρ κεν ἀμείψεται ἔρκος ὀδόντων ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτης καὶ τὸ ῆ αὐτὸς φθίεται πρῴτῳ ἐν ομίλῳ τὸ δὲ όλον γέγονεν ἀπο τοῦ ἀλῶ ὃ σημαντικόν ἐστι τοῦ πλανῶ ὅπερ ψιλοῦται ⁑

Comments on 11.192


previousnext
msA 140vmsA 141v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1