Venetus A (Marciana 454 = 822), folio 141, verso
previous | next |
---|---|
msA 141r | msA 142r |
Iliad text (25 lines)
Iliad 11.201: Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι:
Commented on by msA 11.91
Iliad 11.202: ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
Iliad 11.203: θύνοντ’ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν.
Iliad 11.204: τόφρ’ ὑπόεικε μάχης. τὸν δ’ ἄλλον λαὸν ἄνωχθι
Iliad 11.205: μάρνασθαι δηΐοισι κατα κρατερὴν ὑσμίνην:
Iliad 11.206: αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς, ἢ βλήμενος ἰῷ
Iliad 11.207: εἰς ἵ̈ππους ἄλεται , τότε τοι κράτος ἐγγυαλίξει
Iliad 11.208: κτείνειν. εἰς ό κε, νῆας ἐϋσέλμους ἀφ ἵκηαι.
Iliad 11.209: δύη τ’ ἠέλιος: καὶ ἐπι κνέφας ἱερὸν ἔλθῃ:
Iliad 11.210: ἡ μὲν ὰρ ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα ῀Ϊρις ,
Iliad 11.211: Ἕκτωρ δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε:
Iliad 11.212: πάλλων δ’ ὀξέα δοῦρα, κατὰ στρατὸν ᾤχετο πάντῃ
Iliad 11.213: ὀτρύνων μαχέσασθαι: ἔγειρε δὲ φύλοπιν αἰνήν:
Iliad 11.214: οἱ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν :
Commented on by msAim 11.23
Iliad 11.215: Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας:
Iliad 11.216: ἀρτύνθη δὲ μάχη: στὰν δ’ ἀντίοι. ἐν δ’ Ἀγαμέμνων
Iliad 11.217: πρῶτος ὄρουσ’. ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων:
Commented on by msA 11.92
Iliad 11.218: ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι.
Iliad 11.219: ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν.
Commented on by msA 11.93
Iliad 11.220: ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων:
Iliad 11.221: Ἰ̈̈φιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε:
Commented on by msA 11.94
Iliad 11.222: ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι. μητέρι μήλων:
Commented on by msA 11.95
Iliad 11.223: Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
Iliad 11.224: μητροπάτωρ. ὃς τίκτε Θεανὼ καλλιπάρηον:
Iliad 11.225: αὐτὰρ ἐπεί ρ’ ἤβης ἐρικυδέος ί̈κετο μέτρον.
Other texts (11 passages)
Scholia group: msAil
msAil 11.105: σοὶ Δωρικῶς
Comments on 11.201@τεῒν
msAil 11.106: συνεστράφησαν
Comments on 11.214@ἐλελίχθησαν
msAil 11.107: ητοιμασθ
Comments on 11.216@ἀρτύνθη
msAil 11.108: ν
Comments on 11.219@ἀντίος
msAil 11.109: Κισσέως θυγάτηρ
Comments on 11.223@Κισσῆς
msAil 11.110: ὁ τῆς μρς πατήρ
Comments on 11.224@μητροπάτωρ
msAil 11.111: ἡνδρώνθη :
Comments on 11.225@ί̈κετο-μέτρον
Scholia group: msA
msA 11.91: ‡ Ζεύς με πηρ πρόεϊκε: σημειοῦνται τινὲς ὅτι ἐν ἴσῳ τοῦ σοὶ ἡ τὴ̈ν ἀντωνυμία Δωρικὴ οῦσα κατα πλεονασμὸν τοῦ ε ἐξηνέχθη ὅθεν φυλάσσεται ὁ αὐτὸς τόνος:
Comments on 11.201
msA 11.93: ἀντίος ἦλθε, Ζηνόδοτος καὶ Ἀριστοφα ἀντίος , Ἀρίσταρχος ἀντίον διὰ τοῦ ν ⁑
Comments on 11.219
msA 11.94: Ἰφιδάμας Ἀντηνορίδης : ἐὰν αὐτὸν τῶν ἐπικούρων εἴπωμεν ἐπεὶ καὶ Θρᾷξ ἦν καὶ ἦγε Θρᾷκας ἐπικούρους, ἔσται προς τὸ δεύτερον πρότερον ἀπηντηκώς γεγέννηται μέντοι ἐν Τροίᾳ ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ άν ποτε εἰς Θρᾴκην ἐξεληλύθει. καὶ ἤν πατρὸς Τρωός γεννηθείσα δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι: οὗτος δὲ μόνος παρα τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μρσ ἔγημεν ὥσπερ καὶ παρα τοῖς Ἕλλησι Διομήδης : ἡ διπλη δέ ὅτι ὡς ἐμπνευσθεὶς ἀνταποδέδωκε καθάπερ ἐν αρχῇ τῆς τίς τ αρ σφωε θεῶν εἶτα Λιτοῦς καὶ Διὸς υἱός ⁑
Comments on 11.221
msA 11.95: μητέρι μήλων: Ζηνοδοτ μητέρι θηρῶν . τῇ δὲ ἐριβώλακι συνάδει καὶ τὸ πολυθρέμματον οὐ τὸ ἔνθηρον Κισσῆς , ὡς Ἑρμῆς : καὶ μήποτε παρὰ τὸ κισσὸς παρώνυμόν τι ἐγένετο Κισσέας καὶ κατ συναλιφὴν Κισσῆς , ⁑
Comments on 11.222
previous | next |
---|---|
msA 141r | msA 142r |