Venetus A (Marciana 454 = 822), folio 142, recto
previous | next |
---|---|
msA 141v | msA 142v |
Iliad text (25 lines)
Iliad 11.226: αὐτοῦ μιν κατέρυκε: δίδου δ’ ὅ γε θυγατέρα ἥν:
Commented on by msA 11.96
Iliad 11.227: γήμας δ’ ἐκ θαλάμοιο μετα κλέος ἵ̈κετ’ Ἀχαιῶν
Commented on by msAint 11.9, msA 11.97, msA 11.98
Iliad 11.228: συν δυοκαίδεκα νηυσὶ κορωνίσιν αἵ οἱ ἕποντο:
Iliad 11.229: τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ λίπε, νῆας ἐΐσας:
Commented on by msA 11.99
Iliad 11.230: αὐτὰρ ὃ πεζὸς ἐὼν εἰς Ἴ̈λιον εἰληλούθει:
Commented on by msAim 11.24
Iliad 11.231: ὅς ῥα τότ’ Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἦλθεν:
Iliad 11.232: οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ αλλήλοισιν ἰ̈όντες:
Iliad 11.233: Ἀτρείδης μὲν άμαρτε. παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος:
Commented on by msA 11.100
Iliad 11.234: Ἰ̈φιδάμας δὲ. κατα ζώνην θώρηκος: ἔνερθε.
Commented on by msA 11.101
Iliad 11.235: νύξ’: ἐπι δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας:
Iliad 11.236: οὐδ’ ἔτορε ζωστῆρα παναίολον: ἀλλὰ πολὺ πρὶν
Iliad 11.237: ἀργύρῳ ἀντομένη. μόλιβος ὡς ἐτράπετ’ αἰχμή:
Iliad 11.238: καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
Iliad 11.239: ἕλκ’ ἐπι οἷ μεμαὼς ὥς τε λίς: ἐκ δ’ άρα χειρὸς
Commented on by msA 11.102, msA 11.103
Iliad 11.240: σπάσατο. τὸν δ’ ἄορι πλῆξ’ αὐχένα, λῦσε δὲ γυῖα:
Iliad 11.241: ὡς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον.
Iliad 11.242: οἰκτρὸς, ἀπὸ μνηστῆς, ἀλόχου: ἀστοῖσιν ἀρήγων.
Commented on by msA 11.104
Iliad 11.243: κουριδίης. ἧς οὔ τι χάριν ἴ̈δε. πολλὰ δ’ ἔδωκε:
Iliad 11.244: πρῶθ’ ἑκατὸν, βοῦς δῶκεν: ἔπειτα δὲ χίλι’ ὑπέστη
Commented on by msA 11.105
Iliad 11.245: αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο:
Iliad 11.246: δὴ τότε γ’ Ἀτρείδης Ἀγαμέμνων ἐξενάριξε.
Iliad 11.247: βῆ δὲ φέρων ἀν ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
Iliad 11.248: τὸν δ’ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν.
Iliad 11.249: πρεσβυγενὴς Ἀντηνορίδης . κρατερόν ῥά ἑ πένθος
Commented on by msA 11.106
Iliad 11.250: ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος:
Other texts (16 passages)
Scholia group: msAint
msAint 11.9: ἡ γὰρ ἥττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο ⁑
Comments on 11.227
Scholia group: msAil
msAil 11.113: πο
Comments on 11.229@Περκώτῃ
msAil 11.114: οὐδε διέκοψε
Comments on 11.236@οὐδ’-ἔτορε
msAil 11.115: ὑπαντησασα
Comments on 11.237@ἀντομένη
msAil 11.116: εἰς τοῦ πίσω ἀνετραπ
Comments on 11.237@ἐτράπετ’
msAil 11.118: τοῖς ἰδίοις πολιτ
Comments on 11.242@ἀστοῖσιν
Scholia group: msA
msA 11.96: αὐτοῦ μιν κατέρυκε ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος ἀμφότεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδραστου Ἰφιδάμας δὲ Κισσέως θυγατέρα ὦν Θεανοῦς υἱὸς τῆς Κισσέως ⁑
Comments on 11.226
msA 11.97: γήμας δ’ ἐκ θαλάμοιο: βραχὺ διασταλτέον μετα τὸν σύνδεσμον πρὸς τὸ σαφέστερον: καὶ ὅτι καθ υπερβολὴν ἐμφαίνει τὸ ὑπό:γυιον τοῦ γάμου καὶ τὴν περι τὸν πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναιρέσέως ⁑
Comments on 11.227
msA 11.98: μετὰ κλέος ί̈κετ’ Ἀχαιῶν : ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν. φιλοπόλεμοι γὰρ οἱ νέοι. ὡς καὶ Πίνδαρος : γλυκὺς ἀπείρῳ πόλεμος. ἐμπείρων δέ τις ταρβεῖ προσϊόντα ⁑
Comments on 11.227
msA 11.99: τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ ἐθαλασσοκράτουν γὰρ οἱ Ἔλληνες . δι ὃ τὰς ναῦς καταλιπῶν πεζὸς ῆλθεν εἰς Τροίαν ἡ δὲ Περκώτη πο Ἑλλησπόντου ⁑
Comments on 11.229
msA 11.100: Ἀτρείδης μὲν ἅμαρτε, ἀπέτυχεν μόνον νῦν ὁ πρότερος ἀφεῖς νικᾷ καὶ δεύτερος ἀφεῖς . ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται ⁑
Comments on 11.233
msA 11.101: Ϊφιδάμας δὲ κατα ζώνην θώρηκος ἔνερθε ὅτι οὐ λέγει διὰ τοῦ θώρακος ἀλλα κατα ζώνην θώρακος τὴν θωρακοζώνην λεγομένην: τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μερος τῆς θωρακοζώνης ὡς ὅταν λέγῃ νύξε δέ μιν. κατα χεῖρα μέσην ἀγκῶνος ἔνερθε οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλα κατα τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος, ὁ δὲ λόγος οὗτος. τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν ⁑
Comments on 11.234
msA 11.103: ὥστε λις: ὁ μὲν Ἀρίσταρχος ὀξύνει ὁ δὲ Αἰσχρίων περισπᾷ ὡς γὰρ παρα τὸ μῦς μῦν φησὶ καὶ νοῦς νοῦν , οὕτως καὶ λῖς λῖν : ἐπί τε λῖν ἥγαγε δαίμων : καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γενος ὑπισχνουμένων περιεσπάσθη: καὶ τάχα καθ έτερον λόγον ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγη: λέγω δὲ τὸ λις πέτρη , τῶ μέντοι χαρακτῆρι τοῦ κις καὶ θις καὶ ρις καίτοι γε διαφόρως κλιθεῖσι προς τὸ λὶς , συνεξομοίωσεν αὐτὸ κατα τόνον ὁ Ἀρίσταρχος . καὶ οὕτως ἐπείσθη ἡ παράδοσις ⁑
Comments on 11.239
msA 11.104: οἱκτρός ἀπο μνηστῆς, βραχὺ διασταλτέον ἐπὶ τὸ οικτρος : καὶ ἀλόχου προς τὸ σαφεστερον ὑποστικτέον δὲ ἀνυποκρίτως ἐπι τὸ ἀρήγων : τὸ γὰρ ἑξῆς ἀλόχου κουριδίης. τὸ δὲ ἀστοῖσιν ἀρήγων δια μέσου δῆλοι δὲ τοὺς αὐτοῦ πολίτας Ἀντήνορος γὰρ υς ἐστιν. εἰ δὲ συνάπτοιμεν ἀστοῖσιν ἀρήγων κουριδίης. ἁμαρτησόμεθα ἡ γὰρ γυνὴ Θρασσα εστὶν ὥσπερ καὶ ὁ πηρ Κισσῆς ⁑
Comments on 11.242
msA 11.105: πρῶθ’ ἑκατὸν βοῦς: ὅτι θρέμμα ἐδίδοσαν οἱ μνηστευόμενοι προς τὴν ἐξήγησιν τῶν ἀλφεσιβοίων παρθένων ὅτι εἰσὶν αἱ ἀλφαίνουσαι βόας ὅ ἐστιν εὑρίσκουσαι ⁑
Comments on 11.244
msA 11.106: κρατερὸν ῥα ε πένθος: ὁ ῥα σύνδεσμος ἐγκλιτικὸς ὦν φυλάξει τὴν ἰδίαν ὀξείαν δια τὴν ε ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν ⁑
Comments on 11.249
previous | next |
---|---|
msA 141v | msA 142v |