Venetus A (Marciana 454 = 822), folio 144, verso
previous | next |
---|---|
msA 144r | msA 145r |
Iliad text (25 lines)
Iliad 11.351: ἄκρην κακ κόρυθα: πλάγχθη δ’ ἀπο χαλκόφι χαλκός:
Commented on by msA 11.134
Iliad 11.352: οὐδ’ ἵ̈κετο χρόα καλὸν. ἐρύκακε γὰρ τρυφάλεια
Iliad 11.353: τρίπτυχος. αὐλῶπις. τήν οἱ πόρε Φοῖβος Ἀπόλλων :
Commented on by msA 11.135
Iliad 11.354: Ἕκτωρ δ’ ὦκ’ ἀπέλεθρον ἀνέδραμε. μίκτο δ’ ὁμίλῳ.
Commented on by msAim 11.37
Iliad 11.355: στῆ δὲ γνὺξ ἐριπὼν. καὶ ἐρείσατο χειρὶ παχείῃ
Commented on by msA 11.136, msA 11.137
Iliad 11.356: γαίης. ἀμφὶ δὲ ὄσσε κελαινὴ, νὺξ ἐκάλυψεν:
Commented on by msA 11.138, msAim 11.38
Iliad 11.357: ὄφρα δὲ Τυδείδης μετα δούρατος ᾤχετ’ ἐρωὴν
Iliad 11.358: τῆλε δια προμάχων, ὅθι οἱ κατα εἴσατο γαίης:
Commented on by msA 11.139
Iliad 11.359: τόφρ’ Ἕκτωρ ἄμπνυτο: καὶ ὰψ ἐς δίφρον ὀρούσας
Iliad 11.360: ἐξέλασ’ ἐς πληθὺν. καὶ ἀλεύατο κῆρα μέλαιναν:
Iliad 11.361: δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης .
Iliad 11.362: ἐξ αῦ, νῦν, ἔφυγες θάνατον κύον: ῆ τέ τοι ἄγχι
Iliad 11.363: ἦλθε κακὸν: νῦν αὖτέ σ’ ἐρύσατο Φοῖβος Ἀπόλλων :
Iliad 11.364: ᾧ μέλλεις εὔχεσθαι. ἰ̈ὼν ἐς δοῦπον ἀκόντων:
Iliad 11.365: ῆ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας
Commented on by msA 11.140
Iliad 11.366: εἴ που τις καὶ ἐμοί γε θεῶν ἐπιτάρροθός ἐστι.
Commented on by msAint 11.13
Iliad 11.367: νῦν, αὖ, τοὺς ἄλλους ἐπιείσομαι: ὅν κε κιχείω:
Iliad 11.368: ῆ καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν:
Commented on by msA 11.141, msAim 11.39
Iliad 11.369: αὐτὰρ Ἀλέξανδρος . Ἑλένης πόσις ἠϋκόμοιο
Iliad 11.370: Τυδείδῃ ἐπι τόξα τιταίνετο ποιμένι λαῶν.
Commented on by msA 11.142
Iliad 11.371: στήλῃ κεκλιμένος. ἀνδροκμήτῳ ἐπι τύμβῳ
Commented on by msA 11.143, msAim 11.40
Iliad 11.372: Ί̈λου Δαρδανίδαο παλαιοῦ δημογέροντος:
Iliad 11.373: ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰ̈φθίμοιο
Iliad 11.374: αἴνυτ’ ἀπὸ στήθεσφι παναίολον: ἀσπίδα τ’ ὤμων.
Iliad 11.375: καὶ κόρυθα βριαρὴν: ὁ δὲ τόξου πῆχυν ἀνεῖλκεν.
Commented on by msA 11.144
Other texts (24 passages)
Scholia group: msAint
msAint 11.13: ἐν ἄλλω ἐπιταρροθ εἴη ⁑
Comments on 11.366
Scholia group: msAil
msAil 11.163: απεκρούσθη τὸ δόρυ
Comments on 11.351@πλάγχθη
msAil 11.165: ϊσχυρα
Comments on 11.355@παχείῃ
msAil 11.166: πόρρωθεν
Comments on 11.358@τῆλε
msAil 11.167: κατεφάνη ἡ κατηνέχθη:
Comments on 11.358@κατα-γαίης
msAil 11.168: ανεσωφρονισθ
Comments on 11.359@ἄμπνυτο
msAil 11.169: αναιδέστατε
Comments on 11.362@κύον
msAil 11.170: τὴν μάχην
Comments on 11.364@δοῦπον
msAil 11.171: πάνυ δή σε
Comments on 11.365@ῆ-σ’
msAil 11.173: ἐπελεύσομαι
Comments on 11.367@ἐπιείσομαι
msAil 11.174: έτεινεν:
Comments on 11.370@τιταίνετο
msAil 11.175: αφῃρεῖτο
Comments on 11.374@αἴνυτ’
msAil 11.176: ϊσχυράν
Comments on 11.375@βριαρὴν
Scholia group: msAim
msAim 11.37: θέλει λέγειν ὅτι ἀπο τοῦ δέους μέγα ἥλατο ⁑
Comments on 11.354
msAim 11.38: προηθέτει Ἀριστοφα Ζηνοδοτ δε οὐδε ἔγραφεν ⁑
Comments on 11.356
msAim 11.39: Ἀρίσταρχ παρατατικῶς ἐξενάριζεν :
Comments on 11.368
msAim 11.40: τὴν ἐπι τοῦ τάφου στήλην προβεβλημένος ἀντι τοῦ ασπίδος ὁ δειλὸς καὶ γυναικομανής
Comments on 11.371
Scholia group: msA
msA 11.135: αὐλῶπις: ἡ τὸν ἐπ αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα. ἠ αὐλοὺς ἔχουσα εἰς οὗς οἱ λόφοι κατακλείονται: αὐλοι δέ εἰσι περόναι:
Comments on 11.353
msA 11.137: στῆ δὲ γνὺξ ἐριπὼν: ὡς φιλοψευδὴς ὁ τυφλὸς ὅτι καὶ ἄπιστα ψεύδεται: πρῶτον μὲν γὰρ οὐκ ετρώθη ὁ Ἕκτωρ ὡς αὐτός φησιν εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν πολὺ ἐρρωμένου τινός ἐστιν πῶς οὖν καὶ ἔπεσεν ἐπι γούνατα καὶ ἀπέθανε μικροῦ δ’ ἤν ⁑
Comments on 11.355
msA 11.138: γαίης ἀμφι δε ὅσσε ὁ ὁβελὸς καὶ ὁ ἀστερίσκος ὅτι ἐν ἄλλῳ τόπῳ ορθῶς κεῖται. οὐ γέγονε γὰρ σφοδρὰ πληγή ὡς ἐπ Αἴαντος οὐ θλάσσε δέ οἱ κοτύλην πῶς οὖν ἐσκοτώθη ⁑
Comments on 11.356
msA 11.140: ‡ ἡ θήν σ’ ἐξανύω γε τὸ ἀνύω φυλακτέον ἐπι τοῦ αὐτοῦ τόνου λέγω δὲ τοῦ βαρέος ἐνεστὼς γάρ ἐστιν ἀντι μέλλοντος: τὸ δὲ ἑξῆς ἑστι κατεργάσομαι δῆσαι καὶ ἀνελῶ καὶ τέλος τῇ πράξει ἐπιθήσω ἐξ ὑστέρου ἀπαντήσας ⁑
Comments on 11.365
msA 11.141: ῆ καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριξεν: ὅτι Ζηνόδοτος γράφει ἐξενάριξεν συντελικῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν. ἐπιφέρει γοὖν, ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο δια τοῦ ζ οὖν γραπτέον παρατατικῶς σκυλεύοντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλέξανδρος ⁑
Comments on 11.368
msA 11.143: ἀνδροκμητω, ἤτοι ἐν ᾦ ἀνὴρ κάμνων τουτ έστιν ἀποθανὼν κεῖται ἢ ὑπο ανδρὸς κατεσκευασμένω, ἢ ἐπι ἀνδρὶ κεκμηότι καὶ τεθνεῶτι κατεσσκευασμένω ⁑
Comments on 11.371
msA 11.144: ὁ δὲ τόξου πῆυν : τὸ τόξον περιφραστικῶς: τὸ γὰρ όλον τόξον ἐκ δύο κεράτων σύγκειται ῶν ἑκατόν πηχυ καλεῖται: μετεχειρίζετο οὖν φησὶ τὸ τόξον ⁑
Comments on 11.375
previous | next |
---|---|
msA 144r | msA 145r |