Venetus A (Marciana 454 = 822), folio 145, recto

previousnext
msA 144vmsA 145v

Iliad text (25 lines)


Iliad 11.376: καὶ βάλεν: οὐδ’ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρὸς.

Commented on by msA 11.145


Iliad 11.377: ταρσὸν δεξιτεροῖο ποδός. διὰ δ’ ἀμπερὲς ἰ̈ὸς


Iliad 11.378: ἐν γαίῃ κατέπηκτο: ὁ δὲ μάλα ἡδὺ γελάσσας:


Iliad 11.379: ἐκ λόχου ἀμπήδησε. καὶ εὐχόμενος ἔπος ηύδα:


Iliad 11.380: βέβλεαι : οὐδ’ άλιον βέλος ἔκφυγεν: ὡς ὄφελόν τοι


Iliad 11.381: νείατον ἐς κενεῶνα βαλὼν. ἐκ θυμὸν ἑλέσθαι.


Iliad 11.382: οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος.


Iliad 11.383: οἵ τέ σε πεφρίκασι. λέονθ’ ὡς μηκάδες αἶγες:

Commented on by msA 11.146, msA 11.147


Iliad 11.384: τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης :


Iliad 11.385: τοξότα λωβητὴρ, κέρᾳ ἀγλαὲ, παρθενοπῖπα.

Commented on by msA 11.148, msA 11.149, msA 11.150


Iliad 11.386: εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείεις :


Iliad 11.387: οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ϊοί:

Commented on by msAim 11.41


Iliad 11.388: νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς. εὔχεαι αύτως.


Iliad 11.389: οὐκ ἀλέγω. ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων.


Iliad 11.390: κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο:

Commented on by msA 11.151


Iliad 11.391: ῆ τ’ ἄλλως ὑπ εμεῖο καὶ εἴ κ’ ὀλίγον περ ἐπαύρῃ.

Commented on by msAint 11.14, msA 11.152


Iliad 11.392: ὀξὺ βέλος πέλεται: καὶ ἀκήριον αῖψα τίθησι:

Commented on by msAim 11.42


Iliad 11.393: τοῦ δὲ γυναικὸς μέν τ’ ἀμφίδρυφοί εἰσι παρειαὶ,


Iliad 11.394: παῖδες δ’ ὀρφανικοί: ὁ δέ θ’ αἵματι γαῖαν ἐρεύθων


Iliad 11.395: πύθεται. οἰωνοὶ δὲ περὶ, πλέες ἠὲ γυναῖκες:

Commented on by msAint 11.15, msA 11.153, msAim 11.43


Iliad 11.396: ὣς φάτο. τοῦ δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν.


Iliad 11.397: έστη πρόσθ’: ὁ δ’ ὄπισθε καθεζόμενος: βέλος ὠκὺ

Commented on by msA 11.154


Iliad 11.398: ἐκ ποδὸς εἷλκ’: ὀδύνη δὲ διὰ χροὸς ἦλθ’ ἀλεγεινή:


Iliad 11.399: ἐς δίφρον δ’ ἀνόρουσε: καὶ ἡνιόχῳ ἐπέτελλε


Iliad 11.400: νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαυνέμεν. ἤχθετο γὰρ κῆρ:

Commented on by msAim 11.44


Other texts (23 passages)


Scholia group: msAint

msAint 11.14: αντι τοῦ αλλω ὑπ εμεῖο πέμπεται

Comments on 11.391


msAint 11.15: λείπει ἡ αὐτον ἵν ἧ περι αυτὸν πλέες

Comments on 11.395


Scholia group: msAil

msAil 11.177: τὸ πλατὺ τοῦ ποδὸς

Comments on 11.377@ταρσὸν


msAil 11.178: δι όλου

Comments on 11.377@διὰ-ἀμπερὲς


msAil 11.179: φοβοῦνται

Comments on 11.383@πεφρίκασι


msAil 11.180: μηκητικαι

Comments on 11.383@μηκάδες


msAil 11.181: διὰ τόξων λοβώμε καὶ βλάπτων: ἐξ οῦ δειλέ:

Comments on 11.385@τοξότα-λωβητὴρ


msAil 11.183: ἐπιξέσας ἁπλῶς

Comments on 11.388@ἐπιγράψας


msAil 11.184: εικῇ καὶ ὡς έτυχε:

Comments on 11.391@ἄλλως


msAil 11.185: εφάψηται

Comments on 11.391@ἐπαύρῃ


msAil 11.188: σήπεται

Comments on 11.395@πύ̄θεται


msAil 11.189: περι αυτὸν πλείονες

Comments on 11.395@περὶ-πλέες


msAil 11.190: αντι τοῦ κύψας

Comments on 11.397@καθεζόμενος


Scholia group: msAim

msAim 11.41: αντ οῦ χραίσμοι ⁑

Comments on 11.387


msAim 11.43: λειπ ἡ αὐτον ἵν ἣ περι αὐτὸν πλέες ⁑

Comments on 11.395


Scholia group: msA

msA 11.146: οἵ τε σε πεφρίκασι: τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰκάζει οὐκ αναγκαῖον δὲ ἀντιδιαστέλλειν ὡς οἵεται Ἀλεξίων δύναται γὰρ καὶ ἀπόλυτος εἶναι:

Comments on 11.383


msA 11.147: μηκάδες: ἐπιθετικῶς αἱ αἶγες, ἀπο τοῦ ἰδιώματος τῆς φωνῆς μῆκα γὰρ καλεῖται ἡ τῆς αιγὸς φωνή

Comments on 11.383


msA 11.148: τοξότα λωβητήρ, καί ῤα : ὅτι καί ρα οὐ τῇ τριχῇ ψιλῶς, ἀλλ ἐμπλοκῆς τί γενος εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι: Σώφρων κορώνας ἀνδούμενοι . καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο, καὶ παρ’ Ὁμήρῳ , λοχμοί θ’ οἳ χρυσῷ τὲ καὶ ἀργύρῷ ἔνιοι δέ τῷ τόξω, ἀγαλλόμενε, προ εἴρηκε δὲ τοξότα λωβητήρ :

Comments on 11.385


msA 11.149: κέρᾳ αγλαέ: σὺν τῷ ϊ ἔγραψαν τινὲς τὸ κέρᾳ ἵνα ᾖ δοτικῇ ὁμοίως τῷ δ’ ἔπα μελιηδέος οἴνου , καὶ γήρᾳ ὑπο λιπαρῷ οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν η ἡ παράδοσις ὡς καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ συνέστειλαν πληθυντικὸν ἐκδεχόμενοι, οὐδέτερον, ὁμοίως τῷ κρέᾳ ἔδμεναι . ἐξεδέξαντο τὲ ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εῖδος, οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυντικὸν ἐκδεχόμενοι τιθέντες δὲ τὴν λέξιν. ἐπι τοῦ τόξου ὥστε εἶναι κατα κέρας συναλιφὴνὴν ἐκδεχόμενοι τοῦ κέραα . περι δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλῳται ἡμῖν ὁπότε διελάβομεν, περι τοῦ κέρᾳ ἐκ κεφαλῆς τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπι τοῦ νοητοῦ ὡς ὅτι σπάνιον ἐστιν ἐπ ανθρωπίνης φύσεως, παρα τῷ ποιητῇ τὸ κέρας ἐπι τριχὸς τάσσεσθαι: κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκαμους καὶ ἑθείρας , τὸ δε παρθενοπῖπα τινὲς παρθενοπία , παρθένοις ἐοικώς ⁑

Comments on 11.385


msA 11.150: περι δε τῶν διαστολῶν, εἴρηται πολλοῖς ὄτι εἰσὶν ἀμφίβολοι. ἢ γὰρ καθ εαυτὸ ἕκαστον μόνου τοῦ κέρᾳ προσδιδομένου, ἢ τοῖς ἡγουμένοις, ἢ τοῖς ἐπομένοις, ἠ κατα δύο καὶ ἐναλὰξ τὰ μὲν καθ ἕν τὰ δὲ κατα δύο ⁑

Comments on 11.385


msA 11.151: κωφὸν γὰρ βέλος ὅτι κατα μεταφορὰν ἀπο τοῦ κατα τὴν ἀκοὴν ἐπι τὸ κατα τὴν ἀφὴν κωφὸν τὸ ἀνεπαίσθητον ⁑

Comments on 11.390


msA 11.153: οἱωνοὶ δὲ περὶ πλέες: Τυραννίων περι πλέες συνθέτως ἀνέγνω τὴν ρι συλλαβην ὀξύνων: ὁ δὲ Ἀσκαλωνίτης κατα παράθεσιν λέγων λείπειν τὴν αὐτὸν ἵνα ᾖ περὶ αὐτὸν πλέες : οὕτως δὲ καὶ Ἀλεξίων λόγῳ τούτῳ ὅτι καὶ κατ ιδίαν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες . καὶ τὰ ἀπ αυτοῦ κινήματα τόσσον ἐγώ φημὶ πλέας ἔμμεναι , οὐ γὰρ πολλούς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ πλέονες κεν μνηστῆρες συγκοπή. ἔστιν ἡ πλέες φωνή μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου πλέονες δοθήσεται. μηδὲ τὸ ἀπ αυτοῦ συγκεκομμένον ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν λειπούσης τῆς αὐτόν ⁑

Comments on 11.395


msA 11.154: ἔστη πρόσθ’ ὅ δ’ ὅπισθε καθεζόμενος: βραχὺ διασταλτέον ἐπι το καθεζόμενος προς τὸ σαφέστερον ⁑

Comments on 11.397


previousnext
msA 144vmsA 145v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1