Venetus A (Marciana 454 = 822), folio 145, verso
previous | next |
---|---|
msA 145r | msA 146r |
Iliad text (25 lines)
Iliad 11.401: οἰώθη δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς: οὐδέ τις αὐτῷ
Iliad 11.402: Ἀργείων παρέμεινεν. ἐπεὶ φόβος ἔλλαβε πάντας.
Commented on by msAim 11.45
Iliad 11.403: ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
Iliad 11.404: ᾤ μοι ἐγὼ. τί πάθω. μέγα μὲν κακὸν αί κε φέβωμαι
Iliad 11.405: πληθὺν, ταρβήσας. τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
Commented on by msAim 11.46
Iliad 11.406: μοῦνος. τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων .
Iliad 11.407: ἀλλὰ τί η μοι ταῦτα φίλος διελέξατο θυμός:
Iliad 11.408: οἶδα γὰρ ὅττι κακοὶ μέν. ἀποίχονται πολέμοιο:
Iliad 11.409: ὃς δέ κ’ ἀριστεύῃσι μάχῃ ἔνι: τόν δὲ μάλα χρεὼ
Commented on by msA 11.155, msA 11.156
Iliad 11.410: ἑστάμεναι κρατερῶς. ἤ τ’ έβλητ’. ἤ τ’ ἔβαλ’ ἄλλον:
Commented on by msA 11.157
Iliad 11.411: ἕως ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
Iliad 11.412: τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων:
Iliad 11.413: ἔλσαν δ’ ἐν μέσσοισι: μετὰ σφίσι πῆμα τιθέντες:
Commented on by msA 11.158, msA 11.159, msA 11.160, msAim 11.47
Iliad 11.414: ὡς δ’ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ’ αἰζηοὶ
Iliad 11.415: σεύωνται. ὁ δέ τ’ εἶσι βαθείης ἐκ ξυλόχοιο
Iliad 11.416: θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν:
Iliad 11.417: ἀμφί τε ἀΐσσονται: ὑπαὶ δέ τε κόμπος ὀδόντων
Iliad 11.418: γίγνεται: οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα:
Commented on by msAext 11.8
Iliad 11.419: ὥς ρα τότ’ ἀμφ’ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
Iliad 11.420: Τρῶες . ὁ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
Iliad 11.421: οὔτασεν ὦμον. ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί:
Commented on by msAint 11.16, msA 11.161, msAext 11.9, msAim 11.48
Iliad 11.422: αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξεν:
Commented on by msA 11.4001
Iliad 11.423: Χερσιδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα
Commented on by msAim 11.49
Iliad 11.424: δουρὶ κατα πρότμησιν. ὑπ’ ἀσπίδος ὀμφαλοέσσης.
Commented on by msA 11.162, msA 11.163, msAim 11.50
Iliad 11.425: νύξεν: ὃ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ:
Other texts (25 passages)
Scholia group: msAext
msAext 11.8: ρ εoντα
Comments on 11.418
Scholia group: msAint
msAint 11.16: γράφεται χαλκῷ
Comments on 11.421
Scholia group: msAil
msAil 11.193: ἐμονώθη
Comments on 11.401@οἰώθη
msAil 11.194: ὅτι αντ φύγω
Comments on 11.404@φέβωμαι
msAil 11.195: λειφθῶ συσχεθῶ:
Comments on 11.405@ἁλώω
msAil 11.196: αντ τοῦ ἐν μαχ
Comments on 11.409@μάχῃ-ἔνι
msAil 11.197: ακονῶν
Comments on 11.416@θήγων
msAil 11.198: επικαμπέσι
Comments on 11.416@γναμπτῇσι
msAil 11.200: επ αυτὸν δὲ ὁρμῶσι
Comments on 11.417@ἀμφί-ἀΐσσονται
msAil 11.201: ταχέως
Comments on 11.418@ἄφαρ
msAil 11.203: τῷ αγκῶν:
Comments on 11.425@ἀγοστῷ
Scholia group: msAim
msAim 11.45: ὅτι νῦν φανερῶς φοβος ἡ φυγη
Comments on 11.402
msAim 11.46: ὅτι έξωθ ἡ εἶς προθ εἰς πληθ
Comments on 11.405
msAim 11.47: βραχὺ διασταλτ ἐπι τὸ σφίσι ,
Comments on 11.413
msAim 11.48: γράφεται ὕπερθε μετάλμενος ⁑
Comments on 11.421
msAim 11.49: γράφεται καὶ ἀί̈σσοντ
Comments on 11.423
msAim 11.50: ουτ Ἀρισταρχ δουρὶ κατα πρότμηστιν ⁑
Comments on 11.424
Scholia group: msA
msA 11.155: ‡ ὃς δέ κ’ ἀριστεύῃσι. ὅτι περισσὸς ὁ καὶ ἀφίβολος δὲ ἡ στιγμη, ἤτοι γὰρ ἐπι τὸ ἀριστεύῃσι ἢ ἐπι τὴν πρόθεσιν καὶ ἐὰν μὲν τὸ πρότερον τὸ ἀριστευῃσι ληψώμεθα ἀντι τοῦ ἄριστος ᾖ . οἶον ἄξιον τὸν ἐν εἰρηνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ: τὸ δὲ δεύτερον. ἐπεὶ τὸν ἐπαγγελλόμενον κατα μάχην ἄριστον εἶναι. ἑστάναι δεῖ καὶ τὸν κίνδυνον ὑπομένειν ⁑
Comments on 11.409
msA 11.156: τόν δε μάλα χρεω, Ἀλεξίων τόνδε ἓν μέρος λο ἐκδέχεται καὶ παροξύνει ἵνα ἰσοδυναμῇ, ἀναφορικῇ τῇ τούτὼν Τυραννίων δὲ δύο με λο ποιεῖ ἵνα ᾖ τοῦτον δὲ κατὰ ἀναφορὰν ὁμοίως, ἔφαμεν δὲ ὅτι παρα τῷ ποιητῇ, ἡ δια τοῦ δὲ ἐπι ταύτης τῆς ἀντωνυμίας. ἐπέκτασις. σπανίως μὲν εὑρέθη, ἐπ αναφορᾶς, ὁπότε διελαμβάνομεν, περι τούτους δὲ ἀ φθινύθειν , ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι δια το ἤδη πεπεῖσθαι τὴν παράδοσιν: βεβαιοτέρα μέντοι ἐστιν ἡ τοῦ Τυραννίωνος , ἀνάγνωσις, οὐδὲν γὰρ ἐναντιουτ ⁑
Comments on 11.409
msA 11.157: ἑστάμεναι κρατερῶς, ἥτοι συναπτέον ὅλον τὸν στίχον, βραχὺ διασταλτέον παντελῶς ἐπι τὸ κρατερῶς καὶ ἐπι τὸ ἔβλητο ἵνα ὁ ᾗ σύνδεσμος κέηται, ἀντι συναπτικοῦ : ὁ δὲ λόγος. ἑστάναι δεῖ. εἴτε ἐβλήθη εἴτε ἔβαλλεν ἄλλον οἶον εἴτε βληθείη εἴτε βάλλοι τινά: ἢ στικτέον ἐπι τὸ κρατερῶς ὃ καὶ βελτιον ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύνδεσμοι. ὁ δὲ λόγος, ὶσχυρως ἑστάναι δεῖ, ἠ γὰρ ἐβλήθη ἢ ἔβαλεν ἄλλον ⁑
Comments on 11.410
msA 11.158: ἔλσαν δ’ ἐν μέσσοισι, ψιλωτέον τὸ ἔλσαν ὅτι Αἰολικωτέρα ἡ κλίσις. τὸ δὲ ἑξῆς ἐστιν ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν οδ ⁑
Comments on 11.413
msA 11.160: μετα σφίσι, ὀρθοτονητέον, εἰς σύνθετον γὰρ ἡ μετάληψις, καὶ κατέχεται ὑπὸ τῆς προθ ⁑
Comments on 11.413
msA 11.161: οὔτασεν ὦμον: ὑπερθεν ἑπαλμενος : καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον , ἀμφίβολον δὲ καὶ τὸ ἑξῆς. ἤτοι γὰρ μετάλμενος ὀξέϊ δουρί οἶον σὺν τῷ δόρατι ἐφαλλόμενος ὡς εκεῖ καὶ αὐτο φαρεῖ ἀναΐξας λαβε δίσκον , ἢ καὶ ὑπερβατὸν οὔτασεν ὀξέϊ δουρὶ. καθ ὃ διαστελοῦμεν βραχὺ επι τὸ μετάλμενος ⁑
Comments on 11.421
msA 11.4001: αὐτὰρ ἔπειτα Θόωνα . καὶ Ἔννομον , ὅτι οὗτος ὁ Ἔννομος ὁμώνυμος ἐστι τῷ ἐν τῷ δια κόσμῳ, Μυσῶν δὲ Χρόμις ῆρχε καὶ Ἔννομος ⁑
Comments on 11.422
msA 11.163: πρότμησιν: Διονύσιος ὁ Θρᾷξ τὴν ὀσφῦν Φιλότιμος ϊατρὸς τὸν τραχηλον Ἀρίσταρχ τὸ ἀπο τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ τὸ ἴτρον : Παρμενίσκος δὲ τὸν ὀμφαλὸν . δια τὸ τοῦτον πρῶτον ἐκτέμνεσθαι γενωμένου τοῦ βλέφους : ἠ ὅτι κατ αυτ εἰς δύο τέμνεται ἴσα ὁ ἄνος ‡
Comments on 11.424
previous | next |
---|---|
msA 145r | msA 146r |