Venetus A (Marciana 454 = 822), folio 146, recto

previousnext
msA 145vmsA 146v

Iliad text (25 lines)


Iliad 11.426: τοὺς μὲν ἔασ’ : ὁ δ’ ὰρ Ἱππασίδην Χάροπ’ οὔτασε δουρὶ.


Iliad 11.427: αὐτοκασίγνητον εὐηγενέος Σώκοιο :

Commented on by msAim 11.51


Iliad 11.428: τῷ δ’ ἐπαλεξήσων Σῶκος κίεν ἰ̈σόθεος φώς:


Iliad 11.429: στῆ δὲ μάλ’ ἐγγὺς ἰ̈ών: καί μιν πρὸς μῦθον έειπεν:


Iliad 11.430: ὦ Ὀδυσεῦ πολύαινε. δόλων ᾶτ’ ἠδὲ πόνοιο:

Commented on by msA 11.165, msAim 11.52


Iliad 11.431: σήμερον ἠ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι :

Commented on by msAint 11.17


Iliad 11.432: τοιῶδ’ ἄνδρε κατακτείνας καὶ τεύχε’ ἀπούρας.

Commented on by msA 11.166


Iliad 11.433: ῆ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς. ἀπὸ θυμὸν ὀλέσσῃς:


Iliad 11.434: ὡς εἰπὼν. οὔτησε κατ’ ἀσπίδα πάντοσε, ΐσην:


Iliad 11.435: διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος


Iliad 11.436: καὶ δια θώρηκος πολυδαιδάλου ἠρήρειστο


Iliad 11.437: πάντα δ’ ἀπὸ πλευρῶν χρόα; ἔργαθεν. οὐδ έτ’ έασε

Commented on by msAint 11.18, msA 11.167


Iliad 11.438: Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός:


Iliad 11.439: γνῶ δ’ Ὀδυσεὺς , ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν

Commented on by msAint 11.19, msA 11.168, msAext 11.10


Iliad 11.440: ὰψ δ’ ἀναχωρήσας. Σῶκον πρὸς μῦθον έειπεν:


Iliad 11.441: ᾶ δείλ’: ῆ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος:

Commented on by msA 11.169


Iliad 11.442: ἤτοι μέν ἒμ’ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι:


Iliad 11.443: σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν


Iliad 11.444: ἤματι τῷδ’ έσσεσθαι: ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα:


Iliad 11.445: εὖχος ἐμοὶ δώσειν: ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ:

Commented on by msA 11.171


Iliad 11.446: ῆ: καὶ ὁ μὲν φύγαδ’ αὖτις ὑποστρέψας ἐβεβήκει:

Commented on by msA 11.170


Iliad 11.447: τῷ δὲ μεταστρεφθέντι: μεταφρένῳ ἐν δόρυ πῆξεν.


Iliad 11.448: ὤμων μεσσηγὺς. διὰ δὲ στήθεσφιν ἔλασσε.


Iliad 11.449: δούπησεν δὲ πεσὼν. ὁ δ’ ἐπεύξατο δῖος Ὀδυσσεύς :


Iliad 11.450: ὦ Σῶχ’ Ἱππάσου υἱὲ δαΐφρονος: ἱπποδάμοιο.

Commented on by msAint 11.20


Other texts (12 passages)


Scholia group: msAext

msAext 11.10: βέλος

Comments on 11.439


Scholia group: msAint

msAint 11.17: γράφεται Ἱππασιδήϊν

Comments on 11.431


Scholia group: msAil

msAil 11.204: α

Comments on 11.426@Χάροπ’


msAil 11.205: πολλαχῶς κακῶς νομισθ

Comments on 11.430@πολύαινε


Scholia group: msAim

msAim 11.51: ἐκ τριῶν μερῶν τοῦ λο ὁλος ὁ στίχος

Comments on 11.427


Scholia group: msA

msA 11.165: ‡ ὦ Ὀδυσεῦ πολύαινε: ὅτι ἐμφαίνει τὸν οδ ἐξ ἱστορίας παρειληφῶς δόλιον καὶ ἐπι τοῦτο διαβεβλημε ⁑

Comments on 11.430


msA 11.166: τοιῶδ’ ἄνδρε: ὅτι ἀκαίρως προς ἔρριπται τὸ ἡμιστίχιον οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν. ἔφαμεν δὲ τὴν δια τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι εἰ ἔχοι προ τέλους φύσει μακράν: δι ὃ σημειούμεθα τὸ τώδε δ’ ἐνόει παροξυνόμενον ⁑

Comments on 11.432


msA 11.167: πάντα δ’ ἀπο πλευρῶν. ὅτι χροὸς αἱ Ἀριστάρχου Ζηνοδότειος δέ ἐστιν ἡ χρόα στικτέον δὲ ἐπι το ἔργαθεν τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ διελθῶν τὴν πανοπλίαν ὅλον τὸν επι ταῖς πλευραῖς χρώτα ἐχώρισεν αὐτῷ οἷον διέστασε τὰς σάρκας ἀπο τῶν οστῶν οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ , κατα βαθος ἐλθεῖν. ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι ⁑

Comments on 11.437


msA 11.168: γνῶ δ’ Ὁδυσεὺς : αἱ Ἀριστάρχου οὕτως τέλος , καὶ σχεδὸν ἅπασαι ἔγνω, ὅτι οὐ κατα καίριον τέλος ἦλθεν ἡ πληγῆ οὐκ εις καίριον τόπον ἐτελεύτα Ζηνόδοτ δὲ γράφει βελος κακῶς. οὐ βέβληται δὲ, ἀλλ εκ χειρὸς πεπληγε λέγει δὲ τέλος τὸ τῆς ζωῆς ⁑

Comments on 11.439


msA 11.169: ἁ δειλ’. ῆ μάλλα δη σε: ἐπεὶ μετὰ τὰς προσαγορευτικὰς ἀνάγκη στίζειν ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίχεσζουσα μετα τὴν δευτέραν λέξιν οὐκ έστι δὲ πλήρης. ἀλλὰ συνείληπται. οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν. βαρβαρισμὸς γίνεται εἴτε ὀξύνοιμεν εἴτε περισπάσοιμεν ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν ᾶ δειλὲ δει ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ: οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους ὡς Δίδυμος μαρτυρεῖ: τὸ μὲν γὰρ μέτρον οὐκ ὰν δόξαι βάπτεσθαι τοῦ στοιχείου προστεθέντος ἐπεὶ ὅτ ἂν δέῃ ὑγιὲς αὐτὸ παριστάναι πάλιν ἀφαιρεθήσεται ὡς βουκόλε ἐπεὶ οὔτε κακῷ ῆ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω οὕτως δὲ καὶ ἐν τοῖς ἑξῆς ᾶ δειλὲ οὐ μὲν συ γε ⁑

Comments on 11.441


msA 11.170: φύγαδε ὡς οἵκαδε ἰσοδυναμεῖ δὲ τὸ εἰς φυγὴν οὐ μὴν τῷ τοὺς ἕλε. οἱ δ’ ἄλλοι φυγαδε μνώοντο ἀντι γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εις δι’ ὃ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν: οὕτως Ἡρῳδιανὸς ἐν τῇ ⁑

Comments on 11.446


msA 11.171: κλυτοπώλῳ: τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι ὅτι οὐδεῖς τὸν θάνατον διαφυγεῖν δύναται ‡

Comments on 11.445


previousnext
msA 145vmsA 146v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1