Venetus A (Marciana 454 = 822), folio 146, verso
previous | next |
---|---|
msA 146r | msA 147r |
Iliad text (25 lines)
Iliad 11.451: φθῆ σε τέλος θανάτοιο κιχήμενον: οὐδ’ ὑπάλυξας:
Commented on by msA 11.172
Iliad 11.452: ᾶ δείλ’. οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
Iliad 11.453: ὄσσε καθαιρήσουσι θανόντί περ: ἂλλ’ οἰωνοὶ
Iliad 11.454: ὠμησταὶ ἐρύουσι. περὶ πτερὰ πυκνὰ βαλόντες:
Commented on by msA 11.173, msA 11.174
Iliad 11.455: αὐτὰρ ἐπεί κε θάνω: κτεριοῦσί με δῖοι Ἀχαιοί :
Commented on by msA 11.175, msAext 11.11, msAim 11.53
Iliad 11.456: ὡς εἰπὼν. Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
Commented on by msA 11.176
Iliad 11.457: ἔξω τε χροὸς εἷλκε καὶ ἀσπιδος ὀμφαλοέσσης:
Commented on by msAim 11.54
Iliad 11.458: αἷμα δέ οι σπασθέντος ἀνέσσυτο. κῆδε δὲ θυμόν:
Commented on by msA 11.177
Iliad 11.459: Τρῶες δὲ μεγάθυμοι ὅπως ἴ̈δον αἷμ’ Ὀδυσῆος .
Commented on by msAext 11.12, msAim 11.55
Iliad 11.460: κεκλόμενοι κα’θ ὅμιλον. ἐπ’ αὐτῷ πάντες ἔβησαν:
Commented on by msA 11.178
Iliad 11.461: αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο: αῦε δ’ ἑταίρους:
Commented on by msA 11.179
Iliad 11.462: τρὶς μὲν ἔπειτ’ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός
Commented on by msAint 11.21, msAim 11.56
Iliad 11.463: τρὶς δ’ ἄϊεν ἰ̈άχοντος ἀρηί̈φιλος Μενέλαος .
Iliad 11.464: αῖψα δ’ ὰρ’ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα:
Iliad 11.465: Αἶαν διογενὲς Τελαμώνιε . κοίρανε λαῶν.
Iliad 11.466: ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵ̈κετο φωνὴ.
Commented on by msAim 11.57
Iliad 11.467: τῷ ϊκέλη: ὡς, εἴ ἑ, βιῴατο μοῦνον ἐόντα
Commented on by msAint 11.22
Iliad 11.468: Τρῶες ἀποτμήξαντες ἐνι κρατερῇ ὑσμίνῃ:
Iliad 11.469: ἂλλ’ ἴ̈ομεν καθ ὅμιλον: ἀλεξέμεναι γὰρ ἄμεινον:
Iliad 11.470: δείδω μή τι πάθῃσι ἐνι Τρώεσσι μονωθεὶς
Commented on by msAim 11.58
Iliad 11.471: ἐσθλὸς ἐών. μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται:
Iliad 11.472: ὡς εἰπὼν. ὃ μὲν ἦρχ’, ὁ δ’ ἅμ ἕσπετο ἰσόθεος φῶς :
Iliad 11.473: εὗρον ἔπειτ’ Ὀδυσῆα Διῒ φίλον. ἀμφι δ’ ὰρ’ αὐτὸν
Iliad 11.474: Τρῶες ἕπονθ’, ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
Iliad 11.475: ἀμφ’ ἔλαφον κεραὸν βεβλημένον: ὅν τ’ ἔβαλ’ ἀνὴρ
Commented on by msA 11.180
Other texts (14 passages)
Scholia group: msAil
msAil 11.206: προέλαβεν ἔφασεν :
Comments on 11.451@φθῆ
msAil 11.207: τοὺς ὀφθαλμοὺς κατ λήψονται καμμύσουσι
Comments on 11.453@ὄσσε-καθαιρήσουσι
msAil 11.208: θάψουσι
Comments on 11.455@κτεριοῦσί
msAil 11.209: ανηκόντισσεν:
Comments on 11.458@ἀνέσσυτο
msAil 11.211: τὸ εξῆς αφικετό με:
Comments on 11.466@ἀμφί-μ’
msAil 11.213: φόνιοι η πυρρός
Comments on 11.474@δαφοινοὶ
Scholia group: msAim
msAim 11.53: Ἀρισταρχ αὐτὰρ ἔμ’ εί κε θάνω
Comments on 11.455
msAim 11.54: Ἀρισταχος ἕλκε
Comments on 11.457
Scholia group: msA
msA 11.174: ἐρύουσι προπαροξύνεται ἐνήλλακται γὰρ ὁ ἐνεστὼς χρόνος ἀντι μέλλοντος οὕτως καὶ Ἀρίσταρχος : ὁ δὲ Ἀλεξίων περισπᾷ οὐκ εὖ ἐπεί φησίν ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περισπώμενος: αὐτὰρ ἐπεί κε θάνω κτεριοῦσί με δῖοι Ἀχαιοί : ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ σ Ἀττικῆ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας. δια τί αἴτιον εἰ παραλήγοιτο τῷ ϊ συνεσταλμένῳ. ὅπερ καὶ ἐπι τοῦ τόνδε δ ἐγὼ κομιῷ τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως. ἀλλ’ ἔστιν ἐνεστὼς ἀντι μέλλοντος ⁑
Comments on 11.454
msA 11.175: αὐτὰρ ἐπεί κε θανω: οὕτως Ἀρίσταρχος δια τοῦ μ ἒμ εἴ κε θάνω εἰ δὲ δια τοῦ π ἐπεί κε θάνω εἰ δὲ δια τοῦ π ἐπεί κε θάνω γραμματιστῶν ⁑
Comments on 11.455
msA 11.176: ὡς εἰπὼν Σώκοιο δαΐφρονος πρὸς τὴν ἀμφιβολίαν πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ, καὶ ἐστιν ὑγιὲς λέγει γὰρ. κῆδε δὲ θυμόν οὐ τοῦ νεκροῦ ἀλλὰ τοῦ Ὀδυσσέως , τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως: κατα δὲ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον: τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει, μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως ἐπεὶ μὴ πρόσκειται τοῦ τίνος χρωτός: ἐὰν δέ τις συνάπτῃ μᾶλλον ἁμαρτήσεται ⁑
Comments on 11.456
msA 11.177: αἷμα δέ οἱ σπασθεντος: οὕτως Ἀρίσταρχος οἷ , αἷμα δὲ αὐτῷ τῷ Ὀδυσσεῖ . Ζηνόδοτος δὲ γράφει αἷμα δὲ αὐτῷ οὗ σπασθέντος γίνεται δὲ τὸ ἑαυτοῦ ὃ οὐχ ἁρμόζει ⁑
Comments on 11.458
msA 11.178: κεκλόμενοι καθ’ ὅμιλον, τὸ καθ’ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι οἷον κατα πλῆθος ἐπῆλθον αὐτῷ πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν παρακελεύσατο γὰρ τῷ πλήθει ἑαυτῶν ⁑
Comments on 11.460
msA 11.179: αὖε δ’ ἑταίρους: ψιλῶς τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν: ὅτ ἂν δὲ ἐπι τοῦ ξηραίνειν ἢ ἄπτειν τότε δασυντέον ἔστι γὰρ σύνθετον ⁑
Comments on 11.461
previous | next |
---|---|
msA 146r | msA 147r |