Venetus A (Marciana 454 = 822), folio 147, recto

previousnext
msA 146vmsA 147v

Iliad text (25 lines)


Iliad 11.476: ἰῷ ἀπο νευρῆς: τὸν μέν τ’ ἤλυξε πόδεσσι

Commented on by msAim 11.59


Iliad 11.477: φεύγων ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ


Iliad 11.478: αὐτὰρ ἐπει δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστὸς:


Iliad 11.479: ὠμοφάγοι μὶν θῶες ἐν οὔρεσι δαρδάπτουσιν


Iliad 11.480: ἐν νέμεϊ σκιερῷ: ἐπί τε λῖν ἤγαγε δαίμων

Commented on by msA 11.181, msA 11.182, msA 11.183


Iliad 11.481: σίντην. θῶες μέν τε διέτρεσαν: αὐτὰρ ὃ δάπτει.

Commented on by msA 11.184


Iliad 11.482: ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην


Iliad 11.483: Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι: αὐτὰρ ὅ γ’ ἥρως


Iliad 11.484: ἀΐσσων. ὧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ:

Commented on by msA 11.185, msAext 11.13, msAim 11.60


Iliad 11.485: Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον:


Iliad 11.486: στῆ δὲ παρ’ ὲξ. Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος:

Commented on by msA 11.186


Iliad 11.487: ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ’ ὁμίλου


Iliad 11.488: χειρὸς ἔχων. εἷως θεράπων σχεδὸν ἤλασεν ἵππους:

Commented on by msAint 11.23


Iliad 11.489: Αἴας δὲ Τρώεσσιν ἐπάλμενος: εἷλε Δόρυκλον


Iliad 11.490: Πριαμίδην . νόθον υἱὸν: ἔπειτα δὲ Πάνδοκον οῦτα:

Commented on by msA 11.187, msA 11.188


Iliad 11.491: οῦτα δὲ Λύσανδρον : καὶ Πύρασον , ἠδὲ Πυλάρτην :


Iliad 11.492: ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίον δε κάτεισι

Commented on by msA 11.189


Iliad 11.493: χειμάρρους κατ’ ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ.


Iliad 11.494: πολλὰς δὲ δρῦς ἀζαλέας. πολλὰς δέ τε πεύκας

Commented on by msA 11.190


Iliad 11.495: ἐσφέρεται: πολλὸν δέ τ’ ἀφυσγετὸν εἰς ἅλα βάλλει.

Commented on by msA 11.191


Iliad 11.496: ὡς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας .


Iliad 11.497: δαΐζων ἵππους τε καὶ ἀνέρας: οὐδέ πω Ἕκτωρ


Iliad 11.498: πεύθετ’. ἐπεί ῥα μάχης ἐπ’ ἀριστερὰ μάρνατο πάσης.


Iliad 11.499: ὄχθας παρ ποταμοῖο Σκαμάνδρου : τῇ ῥα μάλιστα


Iliad 11.500: ἀνδρῶν πίπτε κάρηνα: βοὴ δ’ ἄσβεστος ὀρώρει:


Other texts (15 passages)


Scholia group: msAil

msAil 11.215: ἔφυξε

Comments on 11.476@ἤλυξε


msAil 11.216: θερμον

Comments on 11.477@λιαρὸν


msAil 11.217: ϊσχύει

Comments on 11.477@ὀρώρῃ


msAil 11.219: συνδένδρω τόπῳ

Comments on 11.480@νέμεϊ


Scholia group: msAim

msAim 11.59: τὸν ἄνδρα δῆλονοτι

Comments on 11.476


msAim 11.60: τὴν χαλεπὴν ημεραν τοῦτέστι τὸν θάνατον :

Comments on 11.484


Scholia group: msA

msA 11.181: ἐν νέμεϊ σκιερῷ. ὅτι Ζηνόδοτος γράφει ἐν νέμεϊ γλαφυρῷ τοῦτο δὲ σπηλαίω ἠ ἄντρῳ οἰκεῖον: νομᾶς δὲ ἔχοντι. ὑπὸ συνδένδρῳ τόπῳ ἀνάρμοστον ⁑

Comments on 11.480


msA 11.183: ἄλλως ἔδει μὲν περισπωμένως ὡς μῦν μῦν . τὸ γὰρ πληθυντικὸν παρὰ Καλλιμάχ αἱ μέν ῥα λίεσσιν ὡς μύεσσιν : Ἀριστάρχω δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι ⁑

Comments on 11.480


msA 11.184: σίντην θῶες μέν τε, Ἀριστοτε ἐν τῷ φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι σαρκοφάγα ὄντα καὶ ἀπο τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα, ἔμπειρος οὖν τούτων καὶ προ Ἀριστοτέλους ὁ ποιητής ⁑

Comments on 11.481


msA 11.185: ἀΐσσων ᾧ ἔγχεϊ ἠ ἐπὶ τὸ ἀΐσσων βραχὺ διασταλτέον ἠ ἐπι τῷ ἔγχει καὶ ἀμφότερα ἐγκατάσκευα, τὸ μέντοι δεύτερον δοκεῖ λειπεῖν τῆ συν προθ . ὡς καὶ ἐκεῖ ἔγχει ἑπαΐσσων ⁑

Comments on 11.484


msA 11.186: στῆ δὲ παρὲξ, παρέστη δὲ καὶ περισσὴ ἡ εξ ὁμοίως τὸ ὄσσα παρεξ ⁑

Comments on 11.486


msA 11.187: Πριαμίδ νόθον. ἐπὶ τὸ Πριαμίδην βραχὺ διαστέλλειν ἀξιοῦσι τινὲς, οὐκ απιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξήγησιν ἢ ἐπανάληψιν ⁑

Comments on 11.490


msA 11.189: ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ: ὅτι Ζηνόδοτος γράφει πεδίον δὲ δίηται τὸ δε κάτεισι. τὴν ἐξ ύψους κατφορὰν δηλοῖ ⁑

Comments on 11.492


msA 11.190: πολλὰς δὲ δρῦς ἀζαλέας, προς τὸ σημαινόμενον, πότερον ὅτι φυλλορροεῖ καὶ κατα ταύτην τὴν ὥραν ξηραινόμενα τὰ δένδρα ἐκ ριζῶν ἀναβάλλεται ἐκ τῶν χειμάρρων. ἣ ὅτι οἱ δρυτόμοι εἰς τοὺς ποταμοὺς ἐμβάλλουσι κόπτοντες: ἵνα ἐπὶ τοῦ καιροῦ συγκαταφέρωνται τῷ ὄμβρῳ ὃ καὶ ὑγιές ⁑

Comments on 11.494


msA 11.191: ἀφυσγετόν, Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ὑετόν : ὁ δὲ Τυραννίων βαρύνει ὁμοίως τῷ ἀτρύγετον ἔστι δὲ ἐκεῖνο ὑπερ τοῦ Ἀρισταρχ λέγειν ὅτι τὰ ὑπερ τρεῖς συλλαβὰς δια τοῦ ετος ἐκφερόμενα μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ. ἐπιθετικῶς μὲν λαμβανομενα τρίτην ἀπο τέλους θέλει ἔχειν τὴν ὀξεῖαν ὥσπερ ἔχει τὸ αμαιμάκετος περιμήκετος: τὸ δὲ λαλαπετὸς μη ὃν ἐπιθετικὼν ὀξύνθη καὶ το Ϊαπετὸς ἐπι κυρίου εἴπερ οὖν καὶ τὸ ἀφυσγετὸς οὐκ έστιν ἐπιθετικὸν ὑγιῶς ὀξυτονηθήσεται κατα τὸν Ἀρίσταρχον . ἠ εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαι τινί ⁑

Comments on 11.495


previousnext
msA 146vmsA 147v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1