Venetus A (Marciana 454 = 822), folio 147, verso
previous | next |
---|---|
msA 147r | msA 148r |
Iliad text (25 lines)
Iliad 11.501: Νέστορά τ’ ἀμφι μέγαν. καὶ ἀρήϊον Ἰδομενῆα :
Iliad 11.502: Ἕκτωρ μὲν μετα τοῖσιν ὁμίλει μέρμερα ῥέζων
Commented on by msA 11.192
Iliad 11.503: ἔγχεϊ θ’, ἱπποσύνῃ τε: νεῶν δ’ ἀλάπαζε φάλαγγας:
Commented on by msA 11.193
Iliad 11.504: οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ .
Iliad 11.505: εἰ μὴ Ἀλέξανδρος . Ἑλένης πόσις ἠϋκόμοιο
Iliad 11.506: παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν.
Commented on by msA 11.194
Iliad 11.507: ἰῷ τριγλώχινι βαλὼν κατα δεξιὸν ὦμον,
Iliad 11.508: τῷ ῥα περίδδεισαν μένεα πνείοντες Ἀχαιοὶ .
Iliad 11.509: μή πως μιν πολέμοιο μετακλινθέντος ἕλοιεν:
Commented on by msA 11.195
Iliad 11.510: αὐτίκα δ’ Ἰ̈δομενεὺς προσεφώνεε, Νέστορα δῖον:
Iliad 11.511: ὦ Νέστορ Νηληϊάδη . μέγα κῦδος Ἀχαιῶν .
Iliad 11.512: ἄγρει, σῶν ὀχέων ἐπιβήσεο: πὰρ δὲ Μαχάων
Iliad 11.513: βαινέτω: ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους:
Iliad 11.514: ἰ̈ητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
Iliad 11.515: ἰ̈ούς τ’ ἐκτάμνειν. ἐπί τ’ ήπια φάρμακα πάσσειν:
Commented on by msA 11.196
Iliad 11.516: ὡς ἔφατ’. οὐδ’ ἀπίθησε Γερήνιος ἱ̈ππότα Νέστωρ :
Iliad 11.517: αὐτίκα δ’ ὧν ὀχέων ἐπεβήσετο: πὰρ δὲ Μαχάων
Iliad 11.518: βαῖν’ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰ̈ητῆρος.
Iliad 11.519: μάστιξεν δ’ ἵ̈ππους. τὼ δ’ οὐκ ἄκοντε πετέσθην
Commented on by msAim 11.61
Iliad 11.520: νῆας ἐπι γλαφυρὰς. τῇ γὰρ φίλον ἔπλετο θυμῷ:
Iliad 11.521: Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
Iliad 11.522: Ἕκτορι . παρβεβαὼς, καί μιν πρὸς μῦθον έειπεν:
Iliad 11.523: Ἕκτορ : νῶϊ μὲν ἐνθάδ’ ὁμιλέομεν Δαναοῖσιν
Commented on by msA 11.197
Iliad 11.524: ἐσχατιῇ πολέμοιο δυσηχέος. οἳ δὲ δὴ ἄλλοι
Iliad 11.525: Τρῶες ὀρίνονται. ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί:
Other texts (7 passages)
Scholia group: msAil
msAil 11.230: αντ τοῦ πολλῶν ἄλλων τοῦ σώζεσθαι ἄξιος ⁑
Comments on 11.514@ἀντάξιος
msAil 11.231: εκεῖσε γὰρ
Comments on 11.520@τῇ-γὰρ
Scholia group: msAim
msAim 11.61: γράφεται μάστιξεν δ’ ελάαν
Comments on 11.519
Scholia group: msA
msA 11.194: παῦσεν ἀριστεύοντα: ὅτι μηδὲν προδιασυστήσας κατα συμπέρασμα παῦσεν ἀριστεύοντα φησιν, ἡ δὲ ἀναφορὰ προς τὸ τῷ ού πώ τις ὅμοιος ἐπιχθόνιος γένετ’ ἀνηρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας
Comments on 11.506
msA 11.195: μετα κλινθέντος. ἀντι τοῦ μεταβληθέντος τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων ⁑
Comments on 11.509
msA 11.196: ϊούς τ’ ἐκτάμνειν, ἀθετεῖται ὅτι οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις. μειοῖ γάρ εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ φαρμακεύειν οἶδεν. καὶ Ἀριστοφα προηθέτει Ζηνόδοτ δὲ οὐδὲ ἔγραφεν ⁑
Comments on 11.515
msA 11.197: Ἐκτωρ νῶϊ μὲν ἐνθάδ’ ὁμιλέομεν ὅτι κυρίως λέγει ὁμιλέομεν ὁμοῦ τὰς ΐλας συμβάλλομεν ⁑
Comments on 11.523
previous | next |
---|---|
msA 147r | msA 148r |