Venetus A (Marciana 454 = 822), folio 148, recto
previous | next |
---|---|
msA 147v | msA 148v |
Iliad text (25 lines)
Iliad 11.526: Αἴας δὲ κλονέει Τελαμώνιος εὖ δέ μιν ἔγνων.
Iliad 11.527: εὐρὺ γὰρ ἀμφ’ ὤμοισιν ἔχει σάκος: ἀλλὰ καὶ ἡμεῖς
Iliad 11.528: κεῖσ’ ἵππους τε καὶ ἅρμ’ ἰ̈θύνομεν. ἔνθα μάλιστα
Commented on by msA 11.198
Iliad 11.529: ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
Iliad 11.530: ἀλλήλους ὀλέκουσι: βοὴ δ’ ἄσβεστος ὄρωρεν:
Iliad 11.531: ὡς ἄρα φωνήσας, ἵ̈μασεν καλλίτριχας ἵ̈ππους
Iliad 11.532: μάστιγι λιγυρῇ: τοὶ δὲ πληγῆς ἀΐοντες.
Commented on by msA 11.199, msAext 11.14
Iliad 11.533: ῥίμφ’ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς ,
Iliad 11.534: στείβοντες νέκυάς τε καὶ ἀσπίδας: αἵματι δ’ ἄξων
Iliad 11.535: νέρθεν ἅπας πεπάλακτο: καὶ ἄντυγες αἳ περι δίφρον:
Iliad 11.536: ἃς, ὰρ’, ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
Commented on by msA 11.200
Iliad 11.537: αἵ τ’ ἀπ’ ἐπισσώτρων: ὁ δὲ ἵ̈ετο δῦναι ὅμιλον
Commented on by msAint 11.24
Iliad 11.538: ἀνδρόμεον. ῥῆξαί τε μετάλμενος: ἒν δὲ κυδοιμὸν
Commented on by msAim 11.62
Iliad 11.539: ἧκε κακὸν Δαναοῖσι : μίνυνθα δὲ, χάζετο δουρός.
Commented on by msA 11.201, msA 11.202, msAim 11.63
Iliad 11.540: αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
Commented on by msAim 11.64
Iliad 11.541: ἔγχεΐ τ’. ἄορί τε. μεγάλοισί τε χερμαδίοισιν:
Iliad 11.542: Αἴαντος δ’ ἀλέεινε μάχην Τελαμωνιάδαο :
Iliad 11.544: Ζεὺς δὲ πατὴρ Αἴανθ’ ὑψίζυγος ἐν φόβον ῶρσε:
Iliad 11.545: στῆ δὲ ταφών: ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον:
Commented on by msA 11.203
Iliad 11.546: τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου. θηρὶ ἐοικὼς.
Commented on by msAint 11.25, msAim 11.65
Iliad 11.547: ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων:
Iliad 11.548: ὡς δ’ αἴθωνα λέοντα βοῶν ἀπο μεσσαύλοιο
Commented on by msA 11.204, msA 11.205
Iliad 11.549: ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται:
Commented on by msAint 11.26
Iliad 11.550: οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
Iliad 11.551: πάννυχοι ἐγρήσσοντες: ὁ δὲ κρειῶν ἐρατίζων
Commented on by msA 11.206
Other texts (24 passages)
Scholia group: msAext
msAext 11.14: λιγυρῇ
Comments on 11.532
Scholia group: msAil
msAil 11.233: τῆ ὀξὺν ῆχον ἀποτελούση ἡ λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούση κατ τὸν δρόμον
Comments on 11.532@μάστιγι-λιγυρῇ
msAil 11.234: αισθόμενοι
Comments on 11.532@ἀΐοντες
msAil 11.235: πατοῦντες
Comments on 11.534@στείβοντες
msAil 11.236: τῶν ὀνύχων
Comments on 11.536@ὁπλέων
msAil 11.237: ρανίδες:
Comments on 11.536@ῥαθάμιγγες
msAil 11.238: τὰ εκτὸς τῶν τροχῶν ἐπι τὴν γὴν κυλιομ
Comments on 11.537@ἐπισσώτρων
msAil 11.239: τὸν τῶν ανδρῶν
Comments on 11.538@ἀνδρόμεον
msAil 11.240: ἵνα εὐκόλως τῷ δόρατι χρίσηται:
Comments on 11.539@μίνυνθα-δουρός
msAil 11.241: δια δέος ὑπεχώρησεν:
Comments on 11.546@τρέσσε
msAil 11.243: εδίωκον
Comments on 11.549@ἐσσεύαντο
msAil 11.244: καλλιστον οιονεὶ λιπαρόν
Comments on 11.550@πῖαρ
msAil 11.245: κρεῶν
Comments on 11.551@κρειῶν
msAil 11.246: ἐρῶν ἐπιθυμῶν
Comments on 11.551@ἐρατίζων
Scholia group: msAim
msAim 11.63: Ἀρισταρχ δουρὶ κατ δοτικήν ⁑
Comments on 11.539
msAim 11.64: δια τὸν Αἴαντα ὅπερ καὶ επάγει Αἴαντος δὲ ἀλέειν καὶ τὰ ἑξῆς ⁑
Comments on 11.540
msAim 11.65: τὸ ἐφ ομίλου βελτιον τοῖς ἐπάνω προσδιδόναι ⁑
Comments on 11.546
Scholia group: msA
msA 11.198: κεῖσ’ ἵππους τε καὶ ἅρμ’α : ὅτι Ζηνόδοτος γράφει κεῖθ’ ἵππους : γίνεται δὲ ἐν εκείνῳ τῷ τόπῳ: τὸ δὲ εκεῖσε εἰς ἐκεῖνον τὸν τόπον ὃ δὴ νῦν ἁρμόζει ⁑
Comments on 11.528
msA 11.200: ἃς άρ’ ἀφ’ ἱππείων ὁπλέων: οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον αἵ τ’ ἀπ’ ἐπισσώτρων ὁ γὰρ λόγος οὗτος: ἃς αἱ ρανίδες ἔβαλλον αἱ ἀπό τε τῶν ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων:
Comments on 11.536
msA 11.201: μίνυθα δὲ χάζετο, ἐκεῖθεν ὅπου ἦν ὁ Αἴας . ἔλασσον δόρατος βολῆς, ἀνεχώρει
Comments on 11.539
msA 11.203: στῆ δὲ ταφὼν ὅπιθεν δὲ σάκος: ὅτι ἐκ τελαμώνων ἀνηρτηντο αἱ ἀσπίδες οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς τουπίσω μεταλαμβάνεσθαι ⁑
Comments on 11.545
msA 11.204: ὡς δ’ αἴθωνα λέοντα: ὅτι ἀπο τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ ἥϊε πολλ’ ἀεκων ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν ἑξῆς δὲ ὄνῳ ἔστι δὲ πρὸς διαφορα σημαινόμενα: ὁ μὲν γὰρ λέων πρὸς τὴν πρᾶξιν ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν: καὶ γὰρ τοῦτον ἐπιτριβῇ πληγῶν λαμβάνει ⁑
Comments on 11.548
msA 11.205: δια τί. ὁτε μὲν λέοντι ὁτὲ δὲ ὄνῳ παραβάλλει τὸν Αἴαντα ῥητεον οὖν ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται αὐξήσεως ἐνεργείας σαφηνείας. εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον διετήρησεν. ὁ ποιητὴς εἰπὼν Αἴαντα καὶ φονεύοντος δίκην καὶ τῶν πολεμίων ἀναχωρεῖν ὡς ὄνον ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν προσφυγὴν καὶ τὸ ταχὺ πρὸς μαχην τοῦ ἥρωος δεδήλωκεν ⁑
Comments on 11.548
msA 11.206: ὁ δὲ κρειῶν ἐρατίζων: περισπαστέον ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τὸ ϊ , ἥτις περισπᾶται δια τὸ ἔχειν εντελεστεραν τὴν κρεάων ⁑
Comments on 11.551
previous | next |
---|---|
msA 147v | msA 148v |