Venetus A (Marciana 454 = 822), folio 150, verso

previousnext
msA 150rmsA 151r

Iliad text (25 lines)


Iliad 11.652: νῦν δὲ ἔπος ἐρέων. πάλιν ἄγγελος εῖμ’ Ἀχιλῆϊ :

Commented on by msA 11.237


Iliad 11.653: εὖ δὲ σὺ, οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος


Iliad 11.654: δεινὸς ἀνὴρ: τάχα κεν, καὶ ἀναίτιον αἰτιόῳτο:


Iliad 11.655: τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ :


Iliad 11.656: τίπτε τ’ ὰρ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν


Iliad 11.657: ὅσσοι δὴ βέλεσιν βεβλήαται: οὐδέ τι οἶδε

Commented on by msA 11.238, msA 11.239


Iliad 11.658: πένθεος ὅσσον ὄρωρε κατὰ στρατὸν: οἱ γὰρ ἄριστοι


Iliad 11.659: ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε:

Commented on by msA 11.240, msA 11.241, msA 11.242


Iliad 11.660: βέβληται μὲν ὁ Τυδείδης κρατερὸς Διομήδης :


Iliad 11.661: ούτασται δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς. ἠδ’ Ἀγαμέμνων :

Commented on by msAim 11.78


Iliad 11.663: τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο


Iliad 11.664: ἰ̈ῷ ἀπὸ νευρῆς βεβλημένον: αὐτὰρ Ἀχιλλεὺς


Iliad 11.665: ἐσθλὸς ἐὼν. Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει:

Commented on by msAim 11.79


Iliad 11.666: ἠ μένει εἰς ό κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης,


Iliad 11.667: Ἀργείων ἀἕκητι . πυρὸς δηΐοιο θέρωνται.

Commented on by msAim 11.80


Iliad 11.668: αὐτοί τε κτεινώμεθ’ ἐπισχερὼ. οὐ γὰρ ἐμὴ ἲ̈ς

Commented on by msA 11.243


Iliad 11.669: ἔσθ. οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν:


Iliad 11.670: εἴθ’ ὡς, ἡβώοιμι: βίη τέ μοι ἔμπεδος εἴη.


Iliad 11.671: ὡς ὁπότ’ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη


Iliad 11.672: ἀμφι βοηλασίῃ: ὅτ’ ἐγὼ κτάνον Ἰ̈τυμονῆα

Commented on by msA 11.244, msAim 11.81


Iliad 11.673: ἐσθλὸν Ὑπειροχίδην . ὃς ἐν Ἥλιδι , ναιετάασκε.


Iliad 11.674: ῥύσι’ ἐλαυνόμενος. ὁ δ’ ἀμύνων ᾗσι βόεσσιν.

Commented on by msA 11.245


Iliad 11.675: ἔβλητ’ ἐν πρώτοισιν ἐμῆς ἀπο χειρὸς ἄκοντι.


Iliad 11.676: καδ δ’ έπεσεν: λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.


Iliad 11.677: ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν.

Commented on by msA 11.246, msA 11.247, msA 11.248


Other texts (21 passages)


Scholia group: msAil

msAil 11.301: οἰκτείρει ἐλεεῖ

Comments on 11.656@ὀλοφύρεται


msAil 11.303: ἐφεξῆς

Comments on 11.668@ἐπισχερὼ


msAil 11.304: ε

Comments on 11.670@εἴθ’


msAil 11.305: περι βοῶν ἀπελασία

Comments on 11.672@ἀμφι-βοηλασίῃ


msAil 11.306: αντι τοῦ ενέχυρα λαμβάνων

Comments on 11.674@ῥύσι’-ἐλαυνόμενος


msAil 11.307: έφυγον οἱ περι αυτοῦ

Comments on 11.676@περίτρεσαν


msAil 11.309: πάνυ

Comments on 11.677@ἤλιθα


Scholia group: msAim

msAim 11.78: τοῦ Ὀδυσσέως τὸ ἐπίθετον καὶ διασταλτέον μετ αυτό

Comments on 11.661


msAim 11.79: βραχὺ δὲ διασταλτέον μετα το ἐων :

Comments on 11.665


msAim 11.80: οτ λείπει ἡ ὑπὸ υπ πυρὸς

Comments on 11.667


Scholia group: msA

msA 11.237: ‡ πάλιν ἄγγελος, κατ ιδίαν τὸ πάλιν : οὕτως Ἀρίσταρχος καὶ Ἀλεξιῶν καὶ ὁ Ἀσκαλωνίτης οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως, πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο πάλιν εἴμ’ ἄγγελος ⁑

Comments on 11.652


msA 11.238: ὅσσοι δὴ βέλεσιν βεβλήαται. συναπτέον τῷ ἐπάνω στίχῳ ἴσως δ’ ἄν τις ἀφ ἑτέρας ἀρχῆς ἀναγινώσκοι θαυμαστικὸν ποιῶν τὸν λόγον ⁑

Comments on 11.657


msA 11.239: οὐδέ τι οῖδε, διασταλτέον ἤτοι ἐπι τῷ οῖδε ἠ ἐπι τὸ πενθέος ἔχει γὰρ ἀμφότερα λογὸν : εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθος λείψει ἡ περὶ ὡς Ἔκτωρ χωόμενος Σαρπηδόνος , εἰ δὲ τοῖς ἐξῆς σχῆμα ἔσται ὅσον πένθος , Ἀττικῆ δὲ ἡ χρῆσις καὶ ἀρχαία ⁑

Comments on 11.657


msA 11.240: ἐν νηυσὶν κεαται: ὅτι συλληπτικῶς τὸ κατ αμφοτέρων κεκουνοποίηκεν . οὐ γὰρ οἱ αὐτοὶ βέβληται, καὶ οὐτασμένοι εἰσὶ, διαστέλλει μέντοι ἐν τοῖς ἐξῆς λέγων βέβληται μὲν ὁ Τυδείδης οὔτασται δ’ Ὀδυσεύς ⁑

Comments on 11.659


msA 11.241: οὐταμενοι τε: Ἀρίσταρχος ὡς ἱστάμενοι καὶ κιχράμενοι , Πάμφιλος δὲ ὡς δεδαρμένοι ἐπεὶ καὶ τὸ βεβλημένοι συντελικὸν καὶ δοκεῖ τὸ τοιοῦτον ἀπο ἑνικοῦ ἀριθμοῦ πολυ πρότερον τεθεωρῆσθαι, παρ’ αὐτῷ φησὶ γὰρ οὔτ’ αὐτοσχεδίην οὐτασμένος ὀξέϊ χαλκῷ συντελικῇ γὰρ μετοχῆ, συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπι τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει εἰ μὴ ἄρα ἐκεῖνο τις ὑπερ τοῦ Ἀριστάρχου λέγοι, ὅτι οὐκ ἐνεστῶτα ἐκδεχόμενος οὕτως ἀνεγίνωσκεν , ἀλλα παρακείμενον πεπονθότα ἔχει δὲ οὕτως, παρὰ τὸ οὑτὼ περισπώμενον ἐκπίπτει παράγωγον εἰς μι λῆγον τὸ οὔτημι ἀφ οῦ ἀπαρέμφατον τὸ οὐτάναι . καὶ οὐτάμεναι . ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικῇ μετοχὴ οὐτάμενος . καὶ οὐτάμενοι ὡς κιχράμενοι . ἀλλ’ οὐ φαμὲν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλ’ ἕτερον τι αὐτῷ σύνηθες ῥῆμα εἶναι τὸ οὐτάζω ἔθεν καὶ οὕτασεν ὁ ἀόριστος: οὐ γὰρ δὴ συστολῆ τοῦ οὔτησεν ὡς πρόδηλον κακ τοῦ ἀπαρεμφάτου οὐτάσαι οὐδε βαλεῖν : καὶ ἐκ τοῦ ὄστασται δ’ Ὀδυσεὺς τούτῳ δὴ τῷ οὔτασται , παρέθηκε μετοχὴν τὴν οὐτασμένος , οὔτ’ αὐτοσχεδίην, οὐτασμένος ἥτις κατ έλληψιν τοῦ σ ἐγίνετο οὐτάμενος προπαρωξύνθη δὲ ὑπο τοῦ Ἀριστάρχου δια τὸν χαρακτῆρα ἐπεὶ αἱ τοιαύται μετοχαι προπαρωξύνοντο ἱστάμενος κιχράμενος ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ⁑

Comments on 11.659


msA 11.243: αὐτοί τε κτεινώμεθα ἐπισχερὼ. ἐφεξῆς ἅπαντες. παρίστησι δὲ δια τῆς λέξεως ὅτι καὶ ἐπὶ Μῦρμιδόνας ἥξει ὁ κίνδυνος ⁑

Comments on 11.668


msA 11.244: ἀμφι βοηλασίῃ βραχὺ διασταλτέον μετα τὸ βοηλασίη δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτεσθαι. οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος βοηλασίῃ ⁑

Comments on 11.672


msA 11.245: ῥυσι ἐλαυνόμενος. ἀντενεχυραζόμενος καὶ τὸ πλῆρες ῥύσια . Αὔγεας γὰρ πρότερος Νηλέως κατέσχεν τέσσαρας ἀθλοφόρους ἵππους αὐτοῖσιν ὄχεσφιν τοῦτέστι θρέμματα ἐλαύνων τὸ δὲ ἐξῆς ἐστιν ὅτ’ ἐγὼ κτάνον Ἴτυμονῆα ῥύσι ἐλαυνόμενος , τὰ δὲ ἄλλα δια μέσου ⁑

Comments on 11.674


msA 11.246: ληΐδα δ’ ἐκ πεδίου. Ἀρίσταρχος ὡς Χαλκίδα . Μενεκράτης ὡς Ἥλιδα ἔστι δὲ οὕτως ὁρίσασθαι περὶ τῆς προσῳδίας ὡς πάντα τὰ εἰς ις λήγοντα καθαρὸν μόνως θηλυκὰ ὀξύνεσθαι θέλει οἷον Κριφηΐς Βρισηΐς Θαΐς Λαΐς ὁ δὲ λόγος ἐπι Ἑλληνικῶν ὀνομάτων μή τις το Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρα Ζηνοδότῳ λεχθέντα παραθῆται, περὶ μέντοι τοῦ δαὶ̈ς ὀξυνομένου τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπι ετέρου σημαινομένου εἰρήσεται ἡμῖν ἀλλαχόθι. τὸ δὲ κράτεϊς δοκεῖ ἐπι τοῦ κυ βεβαρυτονῆσθαι δια τὴν αἰτιατικήν. βόστρεϊν δὲ Κράτεὶν . τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολὴν ⁑

Comments on 11.677


msA 11.247: αἴτημάτι στίζομεν κατα τὸ τέλος τοῦ στίχου πρεπωδέστερον γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς ⁑

Comments on 11.677


msA 11.248: ἤλιθα: λίαν ἠθροισμένην: καὶ ὁ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ δι ακριβής ἡ παρα τὸ ἀλῆσαι ὅ ἐστιν ἀθροῖσαι ⁑

Comments on 11.677


previousnext
msA 150rmsA 151r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1