Venetus A (Marciana 454 = 822), folio 151, recto
previous | next |
---|---|
msA 150v | msA 151v |
Iliad text (25 lines)
Iliad 11.678: πεντήκοντα βοῶν ἀγέλας: τόσα πώεα οἰῶν.
Commented on by msA 11.250
Iliad 11.679: τόσσα συῶν συβόσια. τόσ’ αἰπόλια πλατέ’ αἰγῶν:
Iliad 11.680: ἵ̈ππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
Iliad 11.681: πάσας θηλείας: πολλῇσι δὲ πῶλοι ὑπῆσαν:
Iliad 11.682: καὶ τά μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
Iliad 11.683: ἐννύχιοι προτὶ ἄστυ: γεγήθει δὲ φρένα Νηλεὺς :
Commented on by msA 11.251
Iliad 11.684: οὕνεκά μοι τύχε πολλὰ, νέῳ πόλεμον δὲ κιόντι:
Commented on by msAint 11.39
Iliad 11.685: κήρυκες δ’ ἐλίγαινον: ἅμ’ ἠοῖ φαινομένηφι
Commented on by msA 11.253
Iliad 11.686: τοὺς, ί̈μεν. οἷσι, χρέως ὠφείλετ’ ἐν Ἥλιδι δίῃ:
Commented on by msAint 11.40, msA 11.254, msA 11.255, msAext 11.15
Iliad 11.687: οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες,
Iliad 11.688: δαίτρευον: πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον.
Commented on by msAint 11.41, msA 11.256, msA 11.257, msAim 11.82
Iliad 11.689: ὡς ἡμεῖς παῦροι, κεκακωμένοι ἐν Πύλῳ ἦμεν.
Commented on by msAint 11.42, msAim 11.83
Iliad 11.690: ἐλθὼν γάρ ῥ’ ἐκάκωσε βίη Ἡρακληείη
Commented on by msA 11.259
Iliad 11.691: τῶν προτέρων ἐτέων: κατὰ δ’ ἔκταθεν ὅσσοι ἄριστοι:
Iliad 11.692: δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ῆμεν:
Commented on by msA 11.258, msA 11.260
Iliad 11.693: τῶν οἶος λιπόμην. οἱ δ’ ἄλλοι πάντες ὄλοντο:
Iliad 11.694: ταῦθ’ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες.
Commented on by msA 11.261
Iliad 11.695: ἡμέας ὑβρίζοντες, ἀτάσθαλα μηχανόωντο:
Iliad 11.696: ἐκ δ’ ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ’ οἰῶν
Iliad 11.697: εἵλετο κρινάμενος τριηκόσι’: ἠδὲ νομῆας:
Commented on by msAint 11.43
Iliad 11.698: καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετ’ ἐν Ἥλιδι δίῃ.
Iliad 11.699: τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
Commented on by msAint 11.44, msA 11.262
Iliad 11.700: ἐλθόντες μετ’ άεθλα. περὶ τρίποδος γὰρ ἔμελλον
Commented on by msA 11.252
Iliad 11.701: θεύσεσθαι: τοὺς δ’ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
Iliad 11.702: κάσχεθε, τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων:
Commented on by msAint 11.45
Other texts (25 passages)
Scholia group: msAext
msAext 11.15: χρέως
Comments on 11.686
Scholia group: msAint
msAint 11.39: διασταλτέον επι το πολλὰ προς τὸ σαφεστερον ⁑
Comments on 11.684
msAint 11.40: ουτ Ἀρίσταρχ χρεῶς
Comments on 11.686
msAint 11.41: οτ σπανίως Ηλείους καλεῖ:
Comments on 11.688
msAint 11.43: οτ θρέμματ δηλον ὅτι τριακόσια ⁑
Comments on 11.697
msAint 11.44: οτ εκατέροις δύναται προσδιδοσθαι ⁑
Comments on 11.699
msAint 11.45: ητοι ελατῆρα ἵππων ἠ ἀκαχήμενον περὶ ἵππων ⁑
Comments on 11.702
Scholia group: msAil
msAil 11.311: δια τῆς νυκτὸς
Comments on 11.683@ἐννύχιοι
msAil 11.313: τοὺς παρεῖναι συλλεγῆναι
Comments on 11.686@τοὺς-ί̈μεν
msAil 11.315: εχρεωστεῖτο
Comments on 11.686@ὠφείλετ’
msAil 11.316: ἐμέριζον
Comments on 11.688@δαίτρευον
msAil 11.317: οἱ Ήλειοι
Comments on 11.688@Ἐπειοὶ
msAil 11.318: βραχὺ διασταλτ ἐπι τὸ παύροι πρὸς ἔμφασιν:
Comments on 11.689@παῦροι
msAil 11.319: ὑβριστικὰ άδικα:
Comments on 11.695@ἀτάσθαλα
Scholia group: msAim
msAim 11.83: οὐκ εν πο ἦμεν ὡς ένιοι
Comments on 11.689
Scholia group: msA
msA 11.250: ‡ πώεα: παρὰ τὸ πόᾳ χρῆσθαι ἤτις ἐστὶν αὐτόποιητος :
Comments on 11.678
msA 11.251: ἐννύχιοι προτι ἄστυ: ὅτι διαφωνοῦσιν οἱ νεώτεροι τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφ Ἡρακλέους ὅτε τὴν Πύλον ἐπόρθησεν. φαίνεται γὰρ καθ Ὅμηρον περιῶν καὶ μετὰ τὸ πορθηθῆναι, ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστερος τοῦ πρὸς Ἡρακλέα ⁑
Comments on 11.683
msA 11.253: ἅμ’ ἡοῖ φαινομένηφι τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς. ἥτοι γὰρ ἡμερας γενομένης ἐκήρυσσον ὅπως ἐκεῖνοι συναχθῶσιν ἠ ἄλλοτε ἐκήρυσσον ἵνα ἐκεῖνοι ὑπο τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει ⁑
Comments on 11.685
msA 11.254: τοὺς ἴμεν οἶσι χρέως ὠφείλετ’ ὅτι τὰ περιελασθέντα ἐκ τῆς Πύλου ὑπο τῶν Ἐπειῶν θρέμματα χρέω καλεῖ, Ἀριστοφα δὲ χρεῖος καὶ ὠφείλετο ⁑
Comments on 11.686
msA 11.255: δίη: θαυμαστή ϊερά, ἐν αυτῆ γὰρ ετιμᾶτο Ὀλύμπιος Ζεὺς οὗ καὶ πανήγυρις παρα τριετῆ χρόνον ἤγετο τὰ Ὀλύμπια ἔνθα ε ἡγωνίζοντο , οἵ ἀπο τῆς Ἑλλάδος πάντες, ἐστι δὲ πόλις τῆς Πελοποννήσου ⁑
Comments on 11.686
msA 11.256: δαίτρευον πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον ⁑ ἤτοι στικτέον κατα τὸ τέλος τοῦ στίχου ἡ συναπτέον τῷ ἑξῆς ὃ καὶ βέλτιον. τὸ γὰρ ὃς . ἀντι τοῦ ὅτι ἐστὶ κείμενον καὶ ἐὰν χωρίσωμεν δὲ, καὶ ἀκούωμεν καὶ οὕτως ἕσται θαυμαστικὸς ὁ λόγος περι τῆς καταφρονήσεως ἣν ἐποιήσαντο οἱ Ήλιοι περι τῶν Πυλίων ⁑
Comments on 11.688
msA 11.257: Ἐπειοὶ οἱ Ήλειοι ἀπο Ἐπειοῦ βασιλέως οὕτως Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ήλειος ὁ κτίσας Ήλιδα : κλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς ἀφοῦ Ἐπειοὶ ὡς φησὶν Ἀριστοτε ἐν τῶ Πέπλῳ ⁑
Comments on 11.688
msA 11.258: δώδεκα γὰρ Νηλῆος , πρὸς τοὺς Χωρίζοντας ὅτι ἐν μὲν δώδεκα Νηλῆος παῖδας λέγει, ἐν δὲ τῇ τρεῖς γεγονέναι ὡς γενεαλογεῖ καὶ Χλωρὶν ἴδον περικαλλέα , καὶ ἐν τοῖς ἑξῆς Νέστορά τε Χρόμιόν τε Περικλύμενόν τ’ ἀγερωχον , ἐνδέχεται δὲ προγεγονότων αὐτῷ. ἐξ ετέρας γυναικὸς παίδων ὕστερον ἐκ Χλωρίδος τοὺς τρεῖς γεγονέναι. καὶ γὰρ ὁ Πρίαμος φησὶ πεντηκοντά μοι ἦσαν ὅτ’ ήλυθον υἷες Ἀχαιῶν . ἐννεακαίδεκα μέν μοι ϊῆς ἐν κνιδ τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνι μεγάροισιν ⁑
Comments on 11.692
msA 11.260: δώδεκα γὰρ Νηλῆος : τὸν Νέστορα φησὶ μόνον περισωθῆναι τῶν λοιπῶν τοῦ Νηλέως παίδων. ἥτοι ὅτι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρα τοῖς Γερήνοις , ῆ ἐπεὶ συνεβούλευσεν εἰς ἀχθῆναι τὸν Ἡρακλέα ὥς τινες φασὶν ⁑
Comments on 11.692
msA 11.261: ταύθ’ ὑπερηφανέοντες Ἐπειοὶ ὅτι ἔν τισι γράφεται Ἀχαιοὶ τοὺς δε Ἡλείους Ἐπειοὺς καλεῖ Ὅμηρος ⁑
Comments on 11.694
previous | next |
---|---|
msA 150v | msA 151v |