Venetus A (Marciana 454 = 822), folio 151, verso

previousnext
msA 151rmsA 152r

Iliad text (25 lines)


Iliad 11.703: τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων.


Iliad 11.704: ἐξέλετ’ ἄσπετα πολλὰ: τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκε


Iliad 11.705: δαιτρεύειν. μή τίς οἱ ἀτεμβόμενος κίοι ἴ̈σης:

Commented on by msA 11.263, msA 11.264, msAim 11.84


Iliad 11.706: ἡμεῖς μὲν τὰ ἕκαστα δι’ είπομεν: ἀμφὶ δὲ΄ ἄστυ

Commented on by msAint 11.47


Iliad 11.707: ἕρδομεν ϊρὰ θεοῖς: οἱ δὲ τρίτῳ ἤματι πάντες


Iliad 11.708: ἦλθον. ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵ̈πποι

Commented on by msAim 11.85


Iliad 11.709: πανσυδίῃ: μετὰ δέ σφι Μολίονε θωρήσσοντο

Commented on by msA 11.265, msA 11.266, msA 11.267


Iliad 11.710: παῖδ’ έτ’ ἐόντ’ οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς:


Iliad 11.711: ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη.

Commented on by msA 11.268


Iliad 11.712: τηλοῦ ἐπ’ Ἀλφειῷ νεάτη Πύλου ἠμαθόεντος:


Iliad 11.713: τὴν ἀμφ’ ἐστρατόωντο διαρραῖσαι μεμαῶτες:


Iliad 11.714: ἂλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον: ἄμμι δ’ Ἀθήνη

Commented on by msA 11.269


Iliad 11.715: ἄγγελος ἦλθε θέουσ’ ἀπ’ Οὐλύμπου θωρήσσεσθαι


Iliad 11.716: ἔννυχος. οὐδ’ ἀἕκοντα Πύλον . κάτα λαὸν ἄγειρεν.


Iliad 11.717: ἀλλὰ μάλ’ ἐσσυμένους πολεμίζειν: οὐδέ με Νηλεὺς


Iliad 11.718: εἴα θωρήσσεσθαι: ἀπέκρυψεν δέ μοι ἵ̈ππους:

Commented on by msA 11.270


Iliad 11.719: οὐ γάρ πώ τί μ’ ἔφη ἴ̈δμεν πολεμήϊα ἔργα:

Commented on by msA 11.271


Iliad 11.720: ἀλλὰ καὶ ὧς ἱ̈ππεῦσι μετέπρεπον ἡμετέροισι


Iliad 11.721: καὶ πεζός περ ἐὼν. ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη :


Iliad 11.722: ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων.


Iliad 11.723: ἐγγύθεν Ἀρήνης . ὅθι μείναμεν Ἠῶ δῖαν

Commented on by msA 11.273


Iliad 11.724: ἱ̈ππῆες Πυλίων : τά δ’ ἐπέρρεον ἔθνεα πεζῶν:


Iliad 11.725: ἔνθεν πανσυδίῃ συν τεύχεσι. θωρηχθέντες.

Commented on by msA 11.274


Iliad 11.726: ένδιοι ϊκόμεσθ’ ἱ̈ερὸν ῥόον Ἀλφειοῖο :


Iliad 11.727: ἔνθα Διὶ̈ ῥέξαντες ὑπερμενεῖ ἱ̈ερὰ καλὰ.

Commented on by msAext 11.16


Other texts (15 passages)


Scholia group: msAint

msAint 11.47: γράφεται ἀμφί τε ἄστυ

Comments on 11.706


Scholia group: msAil

msAil 11.330: διαφθεῖραι:

Comments on 11.713@διαρραῖσαι


msAil 11.331: παρεγένοντο:

Comments on 11.714@μετεκίαθον


msAil 11.333: πο Πύλου

Comments on 11.723@Ἀρήνης


msAil 11.334: μετα μεσημβρίαν

Comments on 11.726@ένδῑοι


Scholia group: msAim

msAim 11.85: βραχ διασταλτ ἐπι τὸ ῆλθον πρὸς τὸ σαφέστερον ⁑

Comments on 11.708


Scholia group: msA

msA 11.264: μή τίς οι ἀτεμβόμενος κίος ἴσης: ὅπως μῆδεῖς ἀπέλθη στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς ἴσης γὰρ τῆς τὸ δίκαι καὶ ἴσον ἐχούσης ⁑

Comments on 11.705


msA 11.265: πανσυδίῃ μετα δέ σφι Μολίονε : ὅτι ἀπο μρς ὅμρ οὐ σχηματίζει μήποτ’ οὖν ἀπο ταύτης πρς Μόλου οὕτως αὐτοὺς εἶπεν ⁑

Comments on 11.709


msA 11.266: Μολίονε : Ἄκτορος καὶ Μολίνης παίδας Κτέατον καὶ Εύρυτον κατά τινας δὲ Μολίνης καὶ Ποσειδῶνος . ἴσως δὲ μᾶλλον Μολίονος αὐτοὺς εἶπεν πολεμικοὺς ἀπο τοὺς κατ τὴν μάχην μολύνσεως, οὐχ ὡς οἱ νεώτεροι ὅτι ἡ μηρ αὐτῶν ἐκαλεῖτο Μολίονη , ἀπο μρς γὰρ Ὅμηρος οὐδένα σημαίνει ⁑

Comments on 11.709


msA 11.267: οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνων : διφυεῖς γὰρ: ῆσαν ἔχοντες ἑκάτερος δύο κεφαλὰς καὶ πόδας τοὺς ἴσους ἓν δὲ σῶμα. δια τοῦτο τοὺς πολεμίους καὶ γυμνικοὺς ἑνίκων αγῶνας, Ἡρακλῆς δὲ πολεμῶν καὶ μη δυνάμενος κατα τουμφανὲς αὐτῶν περιγενέσθαι συμμαχούντών Αὐγέα λοχήσας αὐτοὺς ἀνεῖλεν καὶ οὕτως ἐπύρθησε τὴν Ήλιν , ἡ ϊστορία παρα Φερεκύδει ⁑

Comments on 11.709


msA 11.268: ἔστι δέ τις Θρυόεσσα ὅτι ἣν ἐν τῷ εἴρηκε Θρύον καὶ Θρύον Ἀλφειοῖο πόρον , νῦν Θρυόεσσαν λέγει ⁑

Comments on 11.711


msA 11.270: εἴα θωρήσσεσθαι, προτρέπει τὸν Πάτροκλον . δι ὦν αὐτὸς καὶ νέος καὶ ὑπο πρς κωλυόμενος ὅμως πεζὸς ἐξῆλθεν ⁑

Comments on 11.718


msA 11.271: οὐ γάρ πω τί μ’ ἔφη, ὀφείλει τὸ τί ὀξύνεσθ δια τὴν μέ ἀντωνυμίαν: νῦν ἐγκλιτικὴν οὖσαν ⁑

Comments on 11.719


msA 11.273: ἐγγύθεν Ἀρήνης : ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδοτέον τὸ ἡμιστίχιον ⁑

Comments on 11.723


msA 11.274: ἔνθεν πανσυδίη: βραχὺ διασταλτέον κατα τὸ τελος τοῦ στίχου ὑπ ὅρθρον γὰρ ὁπλισθέντες. πρὸς τὴν Ἀρήνῃ ὤδευσαν καὶ κατα μέσον ἡμέρας ἐπι τὸν Αλφειὸν παρεγένοντο ⁑

Comments on 11.725


previousnext
msA 151rmsA 152r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1