Venetus A (Marciana 454 = 822), folio 152, recto
previous | next |
---|---|
msA 151v | msA 152v |
Iliad text (25 lines)
Iliad 11.728: ταῦρον δ’ Ἀλφειῷ . ταῦρον δὲ Ποσειδάωνι .
Commented on by msA 11.275, msAext 11.17
Iliad 11.729: αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην.
Iliad 11.730: δόρπον ἔπειθ’ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι.
Commented on by msA 11.276
Iliad 11.731: καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
Iliad 11.732: ἀμφὶ ῥοὰς ποταμοῖο: ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
Iliad 11.733: ἀμφίσταντο δὴ ἄστυ διαρραῖσαι μεμαῶτες:
Commented on by msAim 11.86
Iliad 11.734: ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἀρήος :
Commented on by msA 11.277
Iliad 11.735: εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης:
Commented on by msA 11.278
Iliad 11.736: συμφερόμεσθα μάχῃ: Διί̈ τ’ εὐχόμενοι καὶ Ἀθήνῃ :
Iliad 11.737: ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο, νεῖκος:
Commented on by msA 11.279
Iliad 11.738: πρῶτος ἐγὼν ἕλον ἄνδρα: κόμισσα δὲ μώνυχας ἵ̈ππους:
Iliad 11.739: Μούλιον αἰχμητὴν: γαμβρὸς δ’ ἦν Αὐγείαο .
Iliad 11.740: πρεσβυτάτην δὲ θύγατρ’ εἶχε ξανθὴν Ἀγαμήδην .
Iliad 11.741: ἣ τόσα φάρμακα ᾔδη. ὅσα τρέφει εὐρεῖα χθών:
Commented on by msA 11.280
Iliad 11.742: τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί:
Iliad 11.743: ἤριπε δ’ ἐν κονίῃσιν. ἐγὼ δ’ ἐς δίφρον ὀρούσας.
Iliad 11.744: στῆν ῥα μετὰ προμάχοισιν: ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
Iliad 11.745: ἔτρεσαν ἄλλυδις ἄλλος: ἐπεὶ ἴ̈δον ἄνδρα πεσόντα
Iliad 11.746: ἡγεμόν’: ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι:
Commented on by msA 11.281
Iliad 11.747: αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶ̈σος:
Commented on by msA 11.282
Iliad 11.748: πεντήκοντα δ’ ἕλον δίφρους: δύο δ’ ἀμφὶς ἕκαστον
Iliad 11.749: φῶτες, ὀδὰξ ἕλον οῦδας ἐμῷ ὑπο δουρὶ δαμέντες:
Iliad 11.750: καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ’ ἀλάπαξα.
Commented on by msA 11.283
Iliad 11.751: εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
Commented on by msA 11.284
Iliad 11.752: ἐκ πολέμου ἐσάωσε, καλύψας ἠέρι πολλῇ:
Other texts (17 passages)
Scholia group: msAext
msAext 11.17: Ποσειδάωνι
Comments on 11.728
Scholia group: msAil
msAil 11.335: ποτ
Comments on 11.728@Ἀλφειῷ
msAil 11.336: ἐν αγέλη έτι ούσαν ἀδάμαστ
Comments on 11.729@ἀγελαίην
msAil 11.337: οπότε
Comments on 11.735@εὖτε
msAil 11.338: ὑπερέσχε συνεμάχησε:
Comments on 11.735@ὑπερέσχεθε
msAil 11.339: άμα συνηνέχθημεν
Comments on 11.736@συμφερόμεσθα
msAil 11.340: τοῖς οδοῦσι τὴν γην έδακον θνήσκοντες ⁑
Comments on 11.749@ὀδὰξ-οῦδας
msAil 11.341: ε
Comments on 11.750@παῖδ’
Scholia group: msAim
msAim 11.86: γράφεται διαπραθέσιν
Comments on 11.733
Scholia group: msA
msA 11.275: ‡ ταῦρον δ’ Ἀλφειῷ , ταῦρον δὲ Ποσειδῶνι : οικεῖα τὰ θύματα. τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους δια τὰς βίας τῶν ὑδάτων ⁑
Comments on 11.728
msA 11.276: δόρπον ἔπειθ’ ἑλόμεσθα: ὅτι Ζηνόδοτος γράφει δεῖπνον δόρπον δὲ λέ τὴν ἑσπερινὴν τροφὴν εὐθέως γὰρ κατακοιμῶνται ⁑
Comments on 11.730
msA 11.277: ‡ αλλά σφιν προπάροιθε, ὅτι τὸ προπάροιθε , οὐ τοπικῶς ἀλλα χρονικῶς πριν ὴ πορθῆσαι τὸ ἄστυ, ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλεμος ⁑
Comments on 11.734
msA 11.278: εὖτε γὰρ ἡέλιος , ὅτι ἐξ ἡρωϊκοῦ προσώπου ὑπερ γῆς τὴν ἀνατολὴν λέγει αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου ἐξ Ὠκεανοῦ
Comments on 11.735
msA 11.280: ἣ τόσα φάρμακα ᾔδη, Μήδεια ἐγένετο Ἀήτου μὲν θυγάτηρ, Ἱ̈άσωνος δὲ γυνη αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο καὶ ἐγαμήθη ἑκεῖ Αἰγεῖ τῷ Πανδίωνος , κακεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ ἐπι τὸν τοῦ πρς γνωρισμὸν ἐκ Τρόζηνος ἀφικόμενον πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγίνεσθαι: πεισθεὶς δὲ Αἱγεὺς , παραγενομένω τῷ παιδὶ φάρμακον έδωκεν. μελλοντος δὲ καταπίνειν ἐπιγνοὺς, τό τε ξίφος καὶ τὰ ὑπδήματα , ταῦτα γὰρ ἐν Τρυζήνη γνωρίσματ κατέλιπεν. τὸ μὲν φάρμακον ἀφείλετο τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττι οἱκήσασα δὲ αὕτη τὴν πλησίον Ήλιδος Ἐφύραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομασθῆναι: ἡ ἱστορία παρα Κράτητι ⁑
Comments on 11.741
msA 11.281: ‡ ἡγεμόν’ ἱππήων, τὸ ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ τοῖς ἐπάνω ⁑
Comments on 11.746
msA 11.283: καὶ νύ κεν Ἀκτορίωνε Μολίωνε : ὅτι ἐντεῦθεν Ἡσίοδος Ἄκτορος κατ’ επίκλησιν καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν γόνω δὲ Ποσειδῶνος . οὐδέποτε δὲ Ὅμηρος ἀπο μρς σχηματίζει ⁑
Comments on 11.750
msA 11.284: εἰ μή σφωε πατὴρ: πρὸς τὰ περὶ τῆς φύσεως τῶν Ἄκτωρος παίδων πότερον μία, ἀμφοτέρων συμφυΐα, ἡ ἑκάτερος αὐτῶν διφυὴς ἢν ⁑
Comments on 11.751
previous | next |
---|---|
msA 151v | msA 152v |