Venetus A (Marciana 454 = 822), folio 152, verso

previousnext
msA 152rmsA 153r

Iliad text (25 lines)


Iliad 11.753: ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε:


Iliad 11.754: τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ, σπιδέος πεδίοιο

Commented on by msA 11.285, msAim 11.87


Iliad 11.755: κτείνοντές τ’ αὐτοὺς. ἀνά τ’ ἔντεα καλὰ λέγοντες:

Commented on by msAim 11.88


Iliad 11.756: ὄφρ’ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους.


Iliad 11.757: πέτρης τ’ Ὠλενίης : καὶ Ἀλισίου . ἔνθα κολώνη

Commented on by msA 11.286


Iliad 11.758: κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη :


Iliad 11.759: ἔνθ’ ἄνδρα κτείνας πύματον. λίπον: αὐτὰρ Ἀχαιοὶ

Commented on by msA 11.287


Iliad 11.760: ὰψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ ἔχον ὠκέας ἵ̈ππους:


Iliad 11.761: πάντες δ’ εὐχετόωντο θεῶν Διὶ̈ Νέστορί τ’ ἀνδρῶν:


Iliad 11.762: ὡς, ἔον εἴ ποτ’ έην γε μετ’ ἀνδράσιν: αὐτὰρ Ἀχιλλεὺς


Iliad 11.763: οἶος τῆς ἀρετῆς ἀπονήσεται: ῆ τέ μιν οἴω

Commented on by msA 11.288


Iliad 11.764: πολλὰ μετακλαύσεσθαι. ἐπεί κ’ ἀπὸ λαὸς ὄληται.


Iliad 11.765: ὦ πέπον. ἦ μὲν σοί γε Μενοίτιος ὧδ’ ἐπέτελλεν


Iliad 11.766: ἤματι, τῷ: ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε.


Iliad 11.767: νῶϊ δὲ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς .

Commented on by msA 11.289


Iliad 11.768: πάντα μάλ’ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.


Iliad 11.769: Πηλῆος δ’ ἱ̈κόμεσθα δόμους εὖ ναιετάοντας.


Iliad 11.770: λαὸν ἀγείροντες κατ’ Ἀχαιΐδα πουλυβότειραν:

Commented on by msAim 11.89


Iliad 11.771: ἔνθα δ’ ἔπειθ’ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον.


Iliad 11.772: ἠδὲ σὲ πὰρ δ’ Ἀχιλῆα : γέρων δ’: ἱ̈ππηλάτα Πηλεὺς


Iliad 11.773: πίονα μηρί’ ἔκηε βοὸς, Διὶ̈ τερπικεραύνῳ

Commented on by msAim 11.90


Iliad 11.774: αὐλῆς ἐν χόρτῳ: ἔχε δὲ χρύσειον άλεισον.

Commented on by msA 11.290


Iliad 11.775: σπένδων αἴθοπα οἶνον ἐπ’ αἰθομένοις ἱ̈εροῖσι:


Iliad 11.776: σφῶϊ μὲν ἀμφι βοὸς ἕπετον κρέα: νῶϊ δ’ ἔπειτα


Iliad 11.777: στῆμεν ενὶ προθύροισι. ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς .


Other texts (18 passages)


Scholia group: msAil

msAil 11.343: συνάγοντες

Comments on 11.755@λέγοντες


msAil 11.344: πο Ί̈διδος

Comments on 11.756@Βουπρασίου


msAil 11.345: ἀπέστρεψε σημείοις τισί

Comments on 11.758@ἀπέτραπε


msAil 11.346: ἔσχατον

Comments on 11.759@πύματον


msAil 11.347: αντ ἐμοί

Comments on 11.761@Νέστορί


msAil 11.348: ἐναπολαύσει γενήσεται:

Comments on 11.763@ἀπονήσεται


msAil 11.349: ἐν τῷ τριγχῷ

Comments on 11.774@ἐν-χόρτῳ


msAil 11.350: ποτήριον

Comments on 11.774@άλεισον


msAil 11.351: καιόμενος

Comments on 11.775@αἰθομένοις


msAil 11.353: νῦν ἐνεργεῖτετ

Comments on 11.776@ἕπετον


Scholia group: msAim

msAim 11.88: ἐν ἄλλω χω λέγοντες ⁑

Comments on 11.755


msAim 11.90: Ἀρισταρχ μηρία καιε ⁑

Comments on 11.773


Scholia group: msA

msA 11.285: ‡ τόφρα γὰρ οὖν ἐπόμεσθα δι ἀσπιδέως πεδίοιο: ὁ Ἀσκαλωνίτης δι ασπίδεως ἐπεὶ ἐπιφέρει ἀνά τ’ ἔντεα καλὰ λέγοντες , τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπίδας, ὁ δὲ Αλεξίων καὶ ἀμφότερα κρίνει καὶ ἀσπιδέος καὶ σπιδεος , ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι τινὲς μὲν ἀπὸ τοῦ ς ποιοῦνται τὴν διαστολήν ἵνα ᾗ ἀσπίδεος ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἄσπιδες τὸ πεδίον εἰρηκότος τὸ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι μηδενὸς ἄλλου ὁρωμένου τέρματος ἀλλα τοῦ ορίζοντος ἀερος, ἄλλοι δὲ ἐκδέχονται ἀσπίδεος τοῦ ἔχοντος πολλὰς ἀσπίδας καθ ὅτι ἐπιφέρει ἀνά τ’ ἔντεα καλὰ λέγοντες . οἱ δέ φασὶν ἐκ πλήρους σπίδεος καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ, καὶ γὰρ Αἰσχῦλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν ὅταν λέγῃ σπίδιον μῆκος ὁδοῦ , καὶ ὁ Ἀντίμαχος οὐδε σπιδόθεν προνοῆσαι τοῦτέστι μακρόθεν, καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος : Κράτης δὲ προκρίνει τὴν δια τοῦ α γραφὴν καὶ Ζηνοδοτος δὲ συναινεῖ τῇ δίχα τοῦ α γραφῇ καὶ φησὶ σπιδέος τοῦ ἀπόρου καὶ τραχέος καὶ μεγάλου, καὶ Ἀμερίας δὲ λέγει σπιδέος τοῦ πολλοῦ καὶ εὑρεος καὶ μεγάλου καγὼ δὲ συγκατίθεμαι τοῖς ἀνδράσιν ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρησιν παρα τοῖς ἀρχαίοις ἡ διπλῆ, πρὸς τὸ σημαινόμενον τὸ ἀπο τῆς λέξεως ⁑

Comments on 11.754


msA 11.286: πέτρης τ’ Ὠλενίης ⁑ ἤτοι διασταλτέον ἐπι τὸ Ἀλισίου , ἠ συνσπτέον τοῖς ἑξῆς ὡς Δημήτριος ὁ Σκήψιος τάφον τὸν τοῦ Ἀλισίου ουτ γὰρ Ἀρίσταρχος γράφει προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων εἷς ἢν ὁ Ἀλίσιος ἠ Ἀλίσιον μὲν πόλις, Κολώνη δὲ, ουτ καλούμενος τόπος ⁑

Comments on 11.757


msA 11.287: ἔνθ’ ἄνδρα κτείνας: ὅτι τὸ ἔνθα ἐν εκείνω τῷ τόπῳ καὶ ὅτι τοὺς Πυλίους Ἀχαιοὺς λέγει νῦν τοὺς δὲ Ηλείους Ἐπειούς ⁑

Comments on 11.759


msA 11.288: οἶος τῆς ἀρετῆς ἀπονήσεται: μόνος τῆς ἀρετῆς ὄνησιν ἔξει, οὐχὶ δὲ καὶ οἱ φίλοι ⁑

Comments on 11.763


msA 11.289: νῶϊ δὲ ἔνδον ἐόντες, ἡ μὲν διπλη ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς : ἀθετοῦνται δὲ ἀπο τούτου στίχοι ιθ ἕως τοῦ σοὶ δ’ αὖθ’ ἐπέτελλεν , ὅτι ἡ σύνθεσις αὐτῶν πεζῆς καὶ διαφωνεῖ τοῖς ἐν ταῖς η ταῖς ταύτα, Πηλεὺς μὲν ὦ παιδὶ ἐπέτελλ’ Ἀχιλῆϊ : ἐκεῖ γὰρ ὁ Πηλεὺς φησὶ τέκνον ἡμῶν, κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη δώσουσ’ αἴ κε θέλωσί: σὺ δὲ μεγαλήτορα θυμον . κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη δώσουσ’ αἴ κ’ εθέλωσι: σὺ δὲ μεγαλήτορα θυμόν . καὶ ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν ὁ Αχιλλεὺς πράσσει. αὐτὸς δὲ ὡς εἴδωλον σπένδει ἐς δ’ άγε χειρὸς ἑλῶν κατά δ’ ἐδριάασθαι ἄνωγεν. ξείνια τ’ εῦ παρέθηκεν : ὁ δὲ Πηλεὺς οὐδ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς δὲ ἡ σύνθεσις, καὶ τοῦ ἦρχον ἐγὼ μύθοιο κελεύων ὕμμ’ ἅμ’ ἕπεσθαι . ἡθετοῦντο καὶ παρα Ἀριστοφα οἱ ιθ ⁑

Comments on 11.767


msA 11.290: αὐλῆς ἐν χόρτῳ ἐν τῷ περιφραγματ τῆς αὐλῆς: χόρτοι δὲ οἱ τριγχοὶ ὡς καὶ Εὐριπίδης ἐν , σύγχορτα νέω παιδία ταῖς Ἐλευθέραις : καὶ ἐν ὁμοίως ⁑

Comments on 11.774


previousnext
msA 152rmsA 153r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1